§4.1294bεἷς μὲν οὖν οὗτος τοῦ συνδυασμοῦ τρόπος, ἕτερος δὲ τὸ τὸ μέσον λαμβάνειν ὧν ἑκάτεροι τάττουσιν, οἷον ἐκκλησιάζειν οἱ μὲν ἀπὸ τιμήματος οὐθενὸς ἢ μικροῦ πάμπαν, οἱ δʼ ἀπὸ μακροῦ τιμήματος, κοινὸν δέ γε οὐδέτερον, ἀλλὰ τὸ μέσον ἑκατέρου τίμημα τούτων.
因此,这是结合的第一种方式;第二种方式是取双方规定之间的中间值。 例如,关于出席公民大会,一方规定无需财产资格或仅需极低的资格,另一方则规定需高额财产资格;这两者都不是共同的,而是取它们各自财产资格的中间值。
τρίτον δʼ ἐκ δυοῖν ταγμάτοιν, τὰ μὲν ἐκ τοῦ ὀλιγαρχικοῦ νόμου τὰ δʼ ἐκ τοῦ δημοκρατικοῦ.
第三部是从两套法案中,部分取自寡头政体的法律,部分取自民主政体的法律。
λέγω δʼ οἷον δοκεῖ δημοκρατικὸν μὲν εἶναι τὸ κληρωτὰς εἶναι τὰς ἀρχάς, τὸ δʼ αἱρετὰς ὀλιγαρχικόν, καὶ δημοκρατικὸν μὲν τὸ μὴ ἀπὸ τιμήματος, ὀλιγαρχικὸν δὲ τὸ ἀπὸ τιμήματος· ἀριστοκρατικὸν τοίνυν καὶ πολιτικὸν τὸ ἐξ ἑκατέρας ἑκάτερον λαβεῖν, ἐκ μὲν τῆς ὀλιγαρχίας τὸ αἱρετὰς ποιεῖν τὰς ἀρχάς, ἐκ δὲ τῆς δημοκρατίας τὸ μὴ ἀπὸ τιμήματος.
我的意思是,例如,官职通过抽签决定似乎是民主的,而通过选举则是寡头的;不基于财产资格是民主的,而基于财产资格则是寡头的;因此,从两者中各取其一便是贵族制的和波里比阿(城邦式)的,即从寡头制中采用选举官职的做法,而从民主制中采用不设财产资格的做法。
ὁ μὲν οὖν τρόπος τῆς μίξεως οὗτος· τοῦ δʼ εὖ μεμεῖχθαι δημοκρατίαν καὶ ὀλιγαρχίαν ὅρος, ὅταν ἐνδέχηται λέγειν τὴν αὐτὴν πολιτείαν δημοκρατίαν καὶ ὀλιγαρχίαν.
这就是混合的方法;而民主制与寡头制得到良好混合的界限(标准),就在于可以将同一个政体既称为民主制又称为寡头制。
δῆλον γὰρ ὅτι τοῦτο πάσχουσιν οἱ λέγοντες διὰ τὸ μεμεῖχθαι καλῶς· πέπονθε δὲ τοῦτο καὶ τὸ μέσον, ἐμφαίνεται γὰρ ἑκάτερον ἐν αὐτῷ τῶν ἄκρων·
因为显然,人们之所以有这种说法,正是因为两者混合得很好;而中间事物也具有这种特性,因为两端中的每一端都在其中显现。
ὅπερ συμβαίνει περὶ τὴν Λακεδαιμονίων πολιτείαν.
这正发生在拉刻代蒙人的政体上。
πολλοὶ γὰρ ἐγχειροῦσι λέγειν ὡς δημοκρατίας οὔσης διὰ τὸ δημοκρατικὰ πολλὰ τὴν τάξιν ἔχειν, οἷον πρῶτον τὸ περὶ τὴν τροφὴν τῶν παίδων (ὁμοίως γὰρ οἱ τῶν πλουσίων τρέφονται τοῖς τῶν πενήτων, καὶ παιδεύονται τὸν τρόπον τοῦτον ὃν ἂν δύναιντο καὶ τῶν πενήτων οἱ παῖδες), ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐχομένης ἡλικίας, καὶ ὅταν ἄνδρες γένωνται, τὸν αὐτὸν τρόπον (οὐθὲν γὰρ διάδηλος ὁ πλούσιος καὶ ὁ πένης οὕτω) τὰ περὶ τὴν τροφὴν ταὐτὰ πᾶσιν ἐν τοῖς συσσιτίοις, καὶ τὴν ἐσθῆτα οἱ πλούσιοι τοιαύτην οἵαν ἄν τις παρασκευάσαι δύναιτο καὶ τῶν πενήτων ὁστισοῦν· ἔτι τὸ δύο τὰς μεγίστας ἀρχὰς τὴν μὲν αἱρεῖσθαι τὸν δῆμον, τῆς δὲ μετέχειν (τοὺς μὲν γὰρ γέροντας αἱροῦνται, τῆς δʼ ἐφορείας μετέχουσιν)· οἱ δʼ ὀλιχαρχίαν διὰ τὸ πολλὰ ἔχειν ὀλιγαρχικά, οἷον τὸ πάσας αἱρετὰς εἶναι καὶ μηδεμίαν κληρωτήν, καὶ ὀλίγους εἶναι κυρίους θανάτου καὶ φυγῆς, καὶ ἄλλα τοιαῦτα πολλά.
因为许多人试图说它是民主制,是因为其制度具有许多民主的特征:例如首先是关于儿童的抚养(因为富人的孩子与穷人的孩子以同样的方式抚养,并以穷人的孩子也能够接受的方式接受教育);同样在接下来的年龄段,以及当他们成年时,也以相同的方式(因为这样一来,富人和穷人就完全没有分别了),在公共食堂中,关于食物的规定对所有人都是相同的,且富人穿的衣服也是穷人中任何一个人都能够置办得起的;此外,在两个最大的官职中,人民选举其中之一,并参与另一个(因为他们选举长老,并参与监察官的职位);另一些人则称之为寡头制,因为它具有许多寡头特征,例如所有官职都是选举产生而非抽签产生,且少数人拥有判处死刑和流放的权力,以及许多其他类似的事情。
δεῖ δʼ ἐν τῇ πολιτείᾳ τῇ μεμειγμένῃ καλῶς ἀμφότερα δοκεῖν εἶναι καὶ μηδέτερον, καὶ σῴζεσθαι διʼ αὑτῆς καὶ μὴ ἔξωθεν, καὶ διʼ αὑτῆς μὴ τῷ πλείους ἔξωθεν εἶναι τοὺς βουλομένους (εἴη γὰρ ἂν καὶ πονηρᾷ πολιτείᾳ τοῦθʼ ὑπάρχον’ ἀλλὰ τῷ μηδʼ ἂν βούλεσθαι πολιτείαν ἑτέραν μηθὲν τῶν τῆς πόλεως μορίων ὅλως.
但是,在混合良好的政体中,应当让人觉得两者的要素都存在,却又哪个都不是,而且它应当通过自身而不是靠外部力量得以维持;所谓的“通过自身”,并不是因为外部有更多人希望它存在(因为即使是坏政体也可能具备这一点),而是因为城邦的任何部分都根本不希望有另一个政体。
τίνα μὲν οὖν τρόπον δεῖ καθιστάναι πολιτείαν, ὁμοίως δὲ καὶ τὰς ὀνομαζομένας ἀριστοκρατίας, νῦν εἴρηται.
那么,应当以何种方式确立波里比阿政体,以及同样,如何确立所谓的贵族制,现在已经说明。