§4.1291bἀναγκαῖον καὶ μετέχοντας εἶναί τινας ἀρετῆς τῆς τῶν πολιτικῶν.
政治的な人々の徳にあずかる人々が存在することもまた不可欠である。
τὰς μὲν οὖν ἄλλας δυνάμεις τοῖς αὐτοῖς ὑπάρχειν ἐνδέχεσθαι δοκεῖ πολλοῖς, οἷον τοὺς αὐτοὺς εἶναι τοὺς προπολεμοῦντας καὶ γεωργοῦντας καὶ τεχνίτας, ἔτι δὲ τοὺς βουλευομένους τε καὶ κρίνοντας·
さて、他の能力は同一の人々に属することが可能であると多くの人には思われる。 例えば、防衛のために戦う者と、農夫や職人が同一人物であり、さらに審議しかつ裁く者たちも同一人物であること。
ἀντιποιοῦνται δὲ καὶ τῆς ἀρετῆς πάντες, καὶ τὰς πλείστας ἀρχὰς ἄρχειν οἴονται δύνασθαι·
また、全員が徳を要求し、大半の官職を支配することができると考えている。
ἀλλὰ πένεσθαι καὶ πλουτεῖν τοὺς αὐτοὺς ἀδύνατον.
しかし、貧しくあることと富んでいることが同一人物において成り立つことは不可能である。
διὸ ταῦτα μέρη μάλιστα εἶναι δοκεῖ πόλεως, οἱ εὔποροι καὶ οἱ ἄποροι.
それゆえ、これらこそが最も国家の部分であると思われ、すなわち富裕者と貧困者である。
ἔτι δὲ διὰ τὸ ὡς ἐπὶ τὸ πολὺ τοὺς μὲν ὀλίγους εἶναι τοὺς δὲ πολλοὺς ταῦτα ἐναντία μέρη φαίνεται τῶν τῆς πόλεως μορίων.
さらに、たいていの場合、前者は少数であり後者は多数であるため、これらは国家の諸部分のうちで対立する部分として現れる。
ὥστε καὶ τὰς πολιτείας κατὰ τὰς ὑπεροχὰς τούτων καθιστᾶσι, καὶ δύο πολιτεῖαι δοκοῦσιν εἶναι, δημοκρατία καὶ ὀλιγαρχία.
したがって、人々はこれらの優位に従って国制を組織し、二つの国制、すなわち民主政と寡頭政が存在すると思われるのである。
ὅτι μὲν οὖν εἰσι πολιτεῖαι πλείους, καὶ διὰ τίνας αἰτίας, εἴρηται πρότερον·
さて、国制が複数存在すること、またそれがいかなる原因によるものであるかは先に語られた。
ὅτι δὲ ἔστι καὶ δημοκρατίας εἴδη πλείω καὶ ὀλιγαρχίας, λέγωμεν.
しかし、民主政にも寡頭政にも複数の形態が存在することを語ることにしよう。
φανερὸν δὲ τοῦτο καὶ ἐκ τῶν εἰρημένων.
このことは、これまでに述べられたことからも明らかである。
εἴδη γὰρ πλείω τοῦ τε δήμου καὶ τῶν λεγομένων γνωρίμων ἔστιν, οἷον δήμου μὲν εἴδη ἓν μὲν οἱ γεωργοί, ἕτερον δὲ τὸ περὶ τὰς τέχνας, ἄλλο δὲ τὸ ἀγοραῖον τὸ περὶ ὠνὴν καὶ πρᾶσιν διατρῖβον, ἄλλο δὲ τὸ περὶ τὴν θάλατταν, καὶ τούτου τὸ μὲν πολεμικὸν τὸ δὲ χρηματιστικὸν τὸ δὲ πορθμευτικὸν τὸ δʼ ἁλιευτικόν (πολλαχοῦ γὰρ ἕκαστα τούτων πολύοχλα, οἷον ἁλιεῖς μὲν ἐν Τάραντι καὶ Βυζαντίῳ, τριηρικὸν δὲ Ἀθήνησιν, ἐμπορικὸν δὲ ἐν Αἰγίνῃ καὶ Χίῳ, πορθμευτικὸν δʼ ἐν Τενέδῳ), πρὸς δὲ τούτοις τὸ χερνητικὸν καὶ τὸ μικρὰν ἔχον οὐσίαν ὥστε μὴ δύνασθαι σχολάζειν, ἔτι τὸ μὴ ἐξ ἀμφοτέρων ἐλεύθερον, κἂν εἴ τι τοιοῦτον ἕτερον πλήθους εἶδος·
なぜなら、民衆にも、いわゆる名士にも、複数の形態が存在するからである。 例えば、民衆の形態としては、一つには農夫たち、他には技術に関わる部分、他には売買に従事する市場の階級、他には海に関する部分があり、このうちあるものは軍事的なもの、あるものは商業的なもの、あるものは渡し守、あるものは漁師である(多くの場所で、これらのそれぞれが大きな群衆をなしている。 例えば、タラスとビュザンティオンにおける漁師、アテナイにおける三段櫂船の乗組員、アイギナとキオスにおける商業従事者、テネドスにおける渡し守)。 これらに加えて、手労働者の階級や、余暇を持つことができないほどわずかな財産しか持たない者、さらに、両親ともが自由人というわけではない者、その他これに類する民衆のいかなる形態もある。
τῶν δὲ γνωρίμων πλοῦτος εὐγένεια ἀρετὴ παιδεία καὶ τὰ τούτοις λεγόμενα κατὰ τὴν αὐτὴν διαφοράν.
他方、名士たちの形態としては、富、高貴な生まれ、徳、教養、およびこれらと同等の差異において語られるものがある。
δημοκρατία μὲν οὖν ἐστι πρώτη μὲν ἡ λεγομένη μάλιστα κατὰ τὸ ἴσον.
さて、民主政の第一のものは、最も平等の原則に従うと言われているものである。
ἴσον γάρ φησιν ὁ νόμος ὁ τῆς τοιαύτης δημοκρατίας τὸ μηδὲν μᾶλλον ὑπερέχειν τοὺς ἀπόρους ἢ τοὺς εὐπόρους, μηδὲ κυρίους εἶναι ὁποτερουσοῦν, ἀλλʼ ὁμοίους ἀμφοτέρους.
なぜなら、そのような民主政の法律は、貧婚者が富裕者に対して何ら優越することなく、またどちらか一方が支配権を持つのでもなく、両者が同様であることを平等であると言うからである。
εἴπερ γὰρ ἐλευθερία μάλιστʼ ἔστιν ἐν δημοκρατίᾳ, καθάπερ ὑπολαμβάνουσί τινες, καὶ ἰσότης, οὕτως ἂν εἴη μάλιστα, κοινωνούτων ἁπάντων μάλιστα τῆς πολιτείας ὁμοίως.
なぜなら、もし一部の人々が想定しているように、自由と平等が何よりも民主政の中に存在するのだとしたら、すべての者が等しく何よりも国制に参加することによって、最もそうなるであろうからである。
ἐπεὶ δὲ πλείων ὁ δῆμος, κύριον δὲ τὸ δόξαν τοῖς πλείοσιν, ἀνάγκη δημοκρατίαν εἶναι ταύτην.
しかし、民衆は多数派であり、多数派に決議されたことが支配力を持つのであるから、これは必然的に民主政である。
ἓν μὲν οὖν εἶδος δημοκρατίας τοῦτο, τὸ τὰς ἀρχὰς ἀπὸ τιμημάτων εἴναι, βραχέων δὲ τούτων ὄντων· δεῖ δὲ τῷ κτωμένῳ ἐξουσίαν εἶναι μετέχειν καὶ τὸν ἀποβάλλοντα μὴ μετέχειν·
これが民主政の一つの形態であり、すなわち官職への就任が、わずかな額である資産査定によるものであることである。 そして、それを獲得した者には参加する権限があり、それを失った者には参加する権限がないことが必要である。