§4.1290bμᾶλλον τοίνυν λεκτέον ὅτι δῆμος μέν ἐστιν ὅταν οἱ ἐλεύθεροι κύριοι ὦσιν, ὀλιγαρχία δʼ ὅταν οἱ πλούσιοι, ἀλλὰ συμβαίνει τοὺς μὲν πολλοὺς εἶναι τοὺς δʼ ὀλίγους·
それゆえ、むしろ次のように言うべきである。 すなわち、民主制とは自由人が主権を持つときであり、寡頭制とは富裕者が主権を持つときであるが、前者は多く、後者は少ないということが随伴しているのである。
ἐλεύθεροι μὲν γὰρ πολλοί, πλούσιοι δʼ ὀλίγοι.
なぜなら、自由人は多く、富裕者は少ないからである。
καὶ γὰρ ἂν εἰ κατὰ μέγεθος διενέμοντο τὰς ἀρχάς, ὥσπερ ἐν Αἰθιοπίᾳ φασί τινες, ἢ κατὰ κάλλος, ὀλιγαρχία ἦν ἄν·
というのも、もし大きさ(身長)に応じて、あるいは美しさに応じて諸官職を配分するとしたならば(ちょうどエチオピアにおいてある人々が言うように)、それは寡頭制となるであろうからである。
ὀλίγον γὰρ τὸ πλῆθος καὶ τὸ τῶν καλῶν καὶ τὸ τῶν μεγάλων.
なぜなら、美しい者や大柄な者の数は少ないからである。
οὐ μὴν ἀλλʼ οὐδὲ τούτοις μόνον ἱκανῶς ἔχει διωρίσθαι τὰς πολιτείας ταύτας·
しかしながら、これらだけでこれらの国制を十分に規定したことにはならない。
ἀλλʼ ἐπεὶ πλείονα μόρια καὶ τοῦ δήμου καὶ τῆς ὀλιγαρχίας εἰσίν, ἔτι διαληπτέον ὡς οὔτʼ ἂν οἱ ἐλεύθεροι ὀλίγοι ὄντες πλειόνων καὶ μὴ ἐλευθέρων ἄρχωσι, δῆμος, οἷον ἐν Ἀπολλωνίᾳ τῇ ἐν τῷ Ἰονίῳ καὶ ἐν Θήρᾳ (ἐν τούτων γὰρ ἑκατέρᾳ τῶν πόλεων ἐν ταῖς τιμαῖς ἦσαν οἱ διαφέροντες κατʼ εὐγένειαν καὶ πρῶτοι κατασχόντες τὰς ἀποικίας, ὀλίγοι ὄντες, πολλῶν), οὔτε ἂν οἱ πλούσιοι διὰ τὸ κατὰ πλῆθος ὑπερέχειν, δῆμος, οἷον ἐν Κολοφῶνι τὸ παλαιόν (ἐκεῖ γὰρ ἐκέκτηντο μακρὰν οὐσίαν οἱ πλείους πρὶν γενέσθαι τὸν πόλεμον τὸν πρὸς Λυδούς), ἀλλʼ ἔστι δημοκρατία μὲν ὅταν οἱ ἐλεύθεροι καὶ ἄποροι πλείους ὄντες κύριοι τῆς ἀρχῆς ὦσιν, ὀλιγαρχία δʼ ὅταν οἱ πλούσιοι καὶ εὐγενέστεροι ὀλίγοι ὄντες.
かえって、民主制の支持者(デモス)にも寡頭制の支持者にも複数の構成部分がある以上、さらに次のことを区別して理解せねばならない。 すなわち、たとえ自由な人々が少数でありながら、より多数の、しかも自由でない人々を支配するとしても(たとえばイオニア湾のアポロニアやテラにおいてがそうである。 これら両方の市において、名門出身で最初に植民地を占有した卓越した人々が、少数でありながら、多数の人々を支配して名誉(官職)に就いていたからである)、それは民主制ではないし、また、富裕な人々が多数において優越しているために支配権を持つとしても(たとえば昔のコロポンにおいてがそうである。 そこではリュディア人との戦争が起こる前、多数の者が広大な財産を所有していたからである)、それも民主制ではない。 そうではなく、民主制とは、自由で貧困な人々が多数でありながら支配権を持つときであり、寡頭制とは、富裕でより高貴な家柄の者が少数でありながら支配権を持つときである。
ὅτι μὲν οὖν πολιτεῖαι πλείους, καὶ διʼ ἣν αἰτίαν, εἴρηται·
さて、国制が複数存在すること、およびその理由は述べられた。
διότι δὲ πλείους τῶν εἰρημένων, καὶ τίνες καὶ διὰ τί, λέγωμεν ἀρχὴν λαβόντες τὴν εἰρημένην πρότερον.
しかし、なぜ言及されたものよりも多くの国制が存在するのか、またそれらは何であり、なぜそうなのかについて、前に述べられた前提を出発点として論じることにしよう。
ὁμολογοῦμεν γὰρ οὐχ ἓν μέρος ἀλλὰ πλείω πᾶσαν ἔχειν πόλιν.
なぜなら、私たちはすべての国家がただ一つの部分ではなく、複数の部分を持つということに合意しているからである。
ὥσπερ οὖν εἰ ζῴου προῃρούμεθα λαβεῖν εἴδη, πρῶτον ἂν ἀποδιωρίζομεν ἅπερ ἀναγκαῖον πᾶν ἔχειν ζῷον (οἷον ἔνιά τε τῶν αἰσθητηρίων καὶ τὸ τῆς τροφῆς ἐργαστικὸν καὶ δεκτικόν, οἷον στόμα καὶ κοιλίαν, πρὸς δὲ τούτοις, οἷς κινεῖται μορίοις ἕκαστον αὐτῶν)·
ちょうど、もし私たちが動物の種を把握しようとしたならば、まず、すべての動物が持つことが不可欠なものを規定するであろう(たとえばいくつかの感覚器官、食物の処理と受容のための器官、すなわち口と胃、さらにこれらに加えて、それぞれの動物がそれによって動くところの運動器官などである)。
εἰ δὲ τοσαῦτα εἴη μόνον, τούτων δʼ εἶεν διαφοραί (λέγω δʼ οἷον στόματός τινα πλείω γένη καὶ κοιλίας καὶ τῶν αἰσθητηρίων, ἔτι δὲ καὶ τῶν κινητικῶν μορίων), ὁ τῆς συζεύξεως τῆς τούτων ἀριθμὸς ἐξ ἀνάγκης ποιήσει πλείω γένη ζῴων (οὐ γὰρ οἷόν τε ταὐτὸν ζῷον ἔχειν πλείους στόματος διαφοράς, ὁμοίως δὲ οὐδʼ ὤτων), ὥσθʼ ὅταν ληφθῶσι τούτων πάντες οἱ ἐνδεχόμενοι συνδυασμοί, ποιήσουσιν εἴδη ζῴου, καὶ τοσαῦτʼ εἴδη τοῦ ζῴου ὅσαι περ αἱ συζεύξεις τῶν ἀναγκαίων μορίων εἰσίν—τὸν αὐτὸν δὴ τρόπον καὶ τῶν εἰρημένων πολιτειῶν.
もしこれらだけが存在し、これらに相違があるならば(私の言うのは、たとえば口や胃や感覚器官、さらに運動器官にいくつかの異なる種類があるということである)、これらの結合の数は必然的に複数の動物の類を作り出すであろう(なぜなら、同一の動物がいくつかの異なる口を持つことは不可能であり、同様に異なる耳を持つことも不可能だからである)。 したがって、これら[の可能な限りのすべての組み合わせ]が取られるとき、それらは動物の種を作り出すことになり、動物の種は、不可欠な器官の結合[の数]と同じだけ存在する。 これとまったく同じ方法が、言及された国制についても適用される。
καὶ γὰρ αἱ πόλεις οὐκ ἐξ ἑνὸς ἀλλʼ ἐκ πολλῶν σύγκεινται μερῶν, ὥσπερ εἴρηται πολλάκις.
なぜなら、国家もまた、しばしば言及されたように、一つからではなく、多くの部分から構成されているからである。
ἓν μὲν οὖν ἐστι τὸ περὶ τὴν τροφὴν πλῆθος, οἱ καλούμενοι γεωργοί,
さて、第一の部分は食物に関する群衆であり、彼らは農民と呼ばれる。