§4.1290aκἂν εἴ τι δὴ τοιοῦτον ἕτερον εἴρηται πόλεως εἶναι μέρος ἐν τοῖς περὶ τὴν ἀριστοκρατίαν·
そして、もし他にそのようなものが国家の部分として、貴族制に関する議論において言及されているならば[そのように区分せねばならない]。
ἐκεῖ γὰρ διείλομεν ἐκ πόσων μερῶν ἀναγκαίων ἐστὶ πᾶσα πόλις·
というのも、そこにおいて私たちは、すべての国家がいくつの不可欠な部分から構成されているかを区分したからである。
τούτων γὰρ τῶν μερῶν ὁτὲ μὲν πάντα μετέχει τῆς πολιτείας ὁτὲ δʼ ἐλάττω ὁτὲ δὲ πλείω.
なぜなら、これらの部分のうち、あるときにはすべてが国制に参与し、あるときにはより少なく、あるときにはより多くが参与するからである。
φανερὸν τοίνυν ὅτι πλείους ἀναγκαῖον εἶναι πολιτείας, εἴδει διαφερούσας ἀλλήλων·
それゆえ、互いに種において異なる複数の国制が必然的に存在することは明らかである。
καὶ γὰρ ταῦτʼ εἴδει διαφέρει τὰ μέρη σφῶν αὐτῶν.
なぜなら、まさにこれらの部分自体が種において互いに異なるからである。
πολιτεία μὲν γὰρ ἡ τῶν ἀρχῶν τάξις ἐστί, ταύτας δὲ διανέμονται πάντες ἢ κατὰ τὴν δύναμιν τῶν μετεχόντων ἢ κατά τινʼ αὐτῶν ἰσότητα κοινήν, λέγω δʼ οἷον τῶν ἀπόρων ἢ τῶν εὐπόρων ἢ κοινήν τινʼ ἀμφοῖν.
というのも、国制とは諸官職の秩序であり、これらをすべての者が、参与する人々の力に応じて、あるいは彼らの何らかの共通の平等に基づいて配分するからである。 私の言うのは、たとえば貧困者、あるいは富裕者の[平等]、あるいは両者の何らかの共通のそれのことである。
ἀναγκαῖον ἄρα πολιτείας εἶναι τοσαύτας ὅσαι περ τάξεις κατὰ τὰς ὑπεροχάς εἰσι καὶ κατὰ τὰς διαφορὰς τῶν μορίων.
したがって、国制は、構成部分の優越や相違に応じた秩序と同じ数だけ必然的に存在する。
μάλιστα δὲ δοκοῦσιν εἶναι δύο, καθάπερ ἐπὶ τῶν πνευμάτων λέγεται τὰ μὲν βόρεια τὰ δὲ νότια, τὰ δʼ ἄλλα τούτων παρεκβάσεις, οὕτω καὶ τῶν πολιτειῶν δύο, δῆμος καὶ ὀλιγαρχία.
ところで、国制は主として二つであると考えられている。 ちょうど風について、あるものは北風、あるものは南風と言われ、他の風はこれらからの逸脱であるとされるのと同様に、国制についても、民主制と寡頭制の二つがあるとされる。
τὴν γὰρ ἀριστοκρατίαν τῆς ὀλιγαρχίας εἶδος τιθέασιν ὡς οὖσαν ὀλιγαρχίαν τινά, καὶ τὴν καλουμένην πολιτείαν δημοκρατίαν, ὥσπερ ἐν τοῖς πνεύμασι τὸν μὲν ζέφυρον τοῦ βορέου, τοῦ δὲ νότου τὸν εὖρον.
というのも、人々は貴族制を一種の寡頭制として寡頭制の種に位置づけ、いわゆる「国制」を民主制に位置づけるからである。 それはちょうど、風において西風を北風に、東風を南風に位置づけるようなものである。
ὁμοίως δʼ ἔχει καὶ περὶ τὰς ἁρμονίας, ὥς φασί τινες·
同様のことがハルモニアについても言えると、ある人々は主張する。
καὶ γὰρ ἐκεῖ τίθενται εἴδη δύο, τὴν δωριστὶ καὶ τὴν φρυγιστί, τὰ δʼ ἄλλα συντάγματα τὰ μὲν Δώρια τὰ δὲ Φρύγια καλοῦσιν.
というのも、そこでも彼らはドリア調とフリギア調の二つの種を設定し、他の構成音階をあるものはドリア調、あるものはフリギア調と呼ぶからである。
μάλιστα μὲν οὖν εἰώθασιν οὕτως ὑπολαμβάνειν περὶ τῶν πολιτειῶν·
さて、人々は国制について普通はそのように想定している。
ἀληθέστερον δὲ καὶ βέλτιον ὡς ἡμεῖς διείλομεν, δυοῖν ἢ μιᾶς οὔσης τῆς καλῶς συνεστηκυίας τὰς ἄλλας εἶναι παρεκβάσεις, τὰς μὲν τῆς εὖ κεκραμένης τὰς δὲ τῆς ἀρίστης πολιτείας, ὀλιγαρχικὰς μὲν τὰς συντονωτέρας καὶ δεσποτικωτέρας, τὰς δʼ ἀνειμένας καὶ μαλακὰς δημοτικάς.
しかし、私たちが区分したように、よく構成されたものが二つあるいは一つあり、他の国制はこれらからの逸脱であるとする方が、より真実であり、より優れている。 それらの逸脱とは、一方はよく調和した国制からの、他方は最善の国制からのものであり、より緊密でより支配的なものを寡頭制的とし、緩やかで柔軟なものを民主的とする。
οὐ δεῖ δὲ τιθέναι δημοκρατίαν, καθάπερ εἰώθασί τινες νῦν, ἁπλῶς οὕτως, ὅπου κύριον τὸ πλῆθος (καὶ γὰρ ἐν ταῖς ὀλιγαρχίαις καὶ πανταχοῦ τὸ πλέον μέρος κύριον), οὐδʼ ὀλιγαρχίαν, ὅπου κύριοι ὀλίγοι τῆς πολιτείας.
しかし、現在一部の人々が好んで行うように、多数派が主権を持つ場所を単にこのようにして民主制と規定してはならない(というのも、寡頭制においても、またいたるところで、多数を占める部分が主権を持つからである)。 また、少数が国制の主権を持つ場所を寡頭制と規定してもならない。
εἰ γὰρ εἴησαν οἱ πάντες χίλιοι καὶ τριακόσιοι, καὶ τούτων οἱ χίλιοι πλούσιοι, καὶ μὴ μεταδιδοῖεν ἀρχῆς τοῖς τριακοσίοις καὶ πένησιν ἐλευθέροις οὖσι καὶ τἆλλα ὁμοίοις, οὐθεὶς ἂν φαίη δημοκρατεῖσθαι τούτους·
なぜなら、もし全員で千三百人であり、そのうち千人が富裕者であって、彼らが、自由人であり他の点でも対等である貧困者である三百人に官職を分け与えないとするならば、誰もこれを民主制が行われているとは言わないであろうからである。
ὁμοίως δὲ καὶ εἰ πένητες ὀλίγοι μὲν εἶεν, κρείττους δὲ τῶν εὐπόρων πλειόνων ὄντων, οὐδεὶς ἂν ὀλιγαρχίαν προσαγορεύσειεν οὐδὲ τὴν τοιαύτην, εἰ τοῖς ἄλλοις οὖσι πλουσίοις μὴ μετείη τῶν τιμῶν.
同様に、もし貧困者が少数でありながら、より多数である富裕者よりも強力であるとしても、やはり誰もこのような国制を寡頭制とは呼ばないであろう、もし残りの富裕な人々に官職への参与がないとするならば。