Humanitext Reader

亚里士多德 · 政治学 §4.1290a

城邦组成部分的多样性与政体分类的再审视

第 70 段,共 155 段 · 希腊语

内容简介

亚里士多德论证了国制的多样性源于城邦组成部分的多样性,批判了将国制简单二分的通俗观点,并指出了在定义民主制和寡头制时常见的误区。

§4.1290aκἂν εἴ τι δὴ τοιοῦτον ἕτερον εἴρηται πόλεως εἶναι μέρος ἐν τοῖς περὶ τὴν ἀριστοκρατίαν· ἐκεῖ γὰρ διείλομεν ἐκ πόσων μερῶν ἀναγκαίων ἐστὶ πᾶσα πόλις· τούτων γὰρ τῶν μερῶν ὁτὲ μὲν πάντα μετέχει τῆς πολιτείας ὁτὲ δʼ ἐλάττω ὁτὲ δὲ πλείω.
而且,如果确实有任何其他此类事物在关于贵族制的讨论中被说成是城邦的一部分,[我们也必须这样划分];因为在彼处,我们已经区分了每一个城邦是由多少个必要的部分所组成的;因为在这些部分中,有时是全体参与国制,有时是较少,有时是较多。
φανερὸν τοίνυν ὅτι πλείους ἀναγκαῖον εἶναι πολιτείας, εἴδει διαφερούσας ἀλλήλων· καὶ γὰρ ταῦτʼ εἴδει διαφέρει τὰ μέρη σφῶν αὐτῶν.
因此,显而易见,必然存在着多种在形式上彼此不同的国制;因为这些部分本身在形式上也是彼此不同的。
πολιτεία μὲν γὰρ ἡ τῶν ἀρχῶν τάξις ἐστί, ταύτας δὲ διανέμονται πάντες ἢ κατὰ τὴν δύναμιν τῶν μετεχόντων ἢ κατά τινʼ αὐτῶν ἰσότητα κοινήν, λέγω δʼ οἷον τῶν ἀπόρων ἢ τῶν εὐπόρων ἢ κοινήν τινʼ ἀμφοῖν.
因为国制就是官职的组织体系,而所有人分配这些官职,要么是根据参与者的权力,要么是根据他们之间的某种共同的平等——我是指,例如贫穷者的平等、富裕者的平等、或者两者共同的某种平等。
ἀναγκαῖον ἄρα πολιτείας εἶναι τοσαύτας ὅσαι περ τάξεις κατὰ τὰς ὑπεροχάς εἰσι καὶ κατὰ τὰς διαφορὰς τῶν μορίων.
因此,必然有多少种根据部分的优势和差异而做出的组织体系,就有多少种国制。
μάλιστα δὲ δοκοῦσιν εἶναι δύο, καθάπερ ἐπὶ τῶν πνευμάτων λέγεται τὰ μὲν βόρεια τὰ δὲ νότια, τὰ δʼ ἄλλα τούτων παρεκβάσεις, οὕτω καὶ τῶν πολιτειῶν δύο, δῆμος καὶ ὀλιγαρχία.
然而,人们通常认为国制主要有两种,就像在风的情形中,有些被称为北风,有些被称为南风,而其他的风则是这些风的偏离,同样地,国制也有两种:平民制和寡头制。
τὴν γὰρ ἀριστοκρατίαν τῆς ὀλιγαρχίας εἶδος τιθέασιν ὡς οὖσαν ὀλιγαρχίαν τινά, καὶ τὴν καλουμένην πολιτείαν δημοκρατίαν, ὥσπερ ἐν τοῖς πνεύμασι τὸν μὲν ζέφυρον τοῦ βορέου, τοῦ δὲ νότου τὸν εὖρον.
因为人们把贵族制归为寡头制的一种形式,视其为某种寡头制;而把所谓的“国制”归为平民制,就像在风中把西风归于北风,把东风归于南风一样。
ὁμοίως δʼ ἔχει καὶ περὶ τὰς ἁρμονίας, ὥς φασί τινες· καὶ γὰρ ἐκεῖ τίθενται εἴδη δύο, τὴν δωριστὶ καὶ τὴν φρυγιστί, τὰ δʼ ἄλλα συντάγματα τὰ μὲν Δώρια τὰ δὲ Φρύγια καλοῦσιν.
同样的情况也存在于乐调中,正如有些人所说的那样;因为在乐调中,他们也确立了两种基本形式,即多利亚调和弗里吉亚调,而将其他的组合有的称为多利亚调,有的称为弗里吉亚调。
μάλιστα μὲν οὖν εἰώθασιν οὕτως ὑπολαμβάνειν περὶ τῶν πολιτειῶν· ἀληθέστερον δὲ καὶ βέλτιον ὡς ἡμεῖς διείλομεν, δυοῖν ἢ μιᾶς οὔσης τῆς καλῶς συνεστηκυίας τὰς ἄλλας εἶναι παρεκβάσεις, τὰς μὲν τῆς εὖ κεκραμένης τὰς δὲ τῆς ἀρίστης πολιτείας, ὀλιγαρχικὰς μὲν τὰς συντονωτέρας καὶ δεσποτικωτέρας, τὰς δʼ ἀνειμένας καὶ μαλακὰς δημοτικάς.
虽然人们通常习惯于这样看待国制;但更真实也更好的是像我们所划分的那样,即在有两种或一种构建良好的国制存在的情况下,其他的都是偏离形式——一些是对协调良好的国制的偏离,另一些是对最完美的国制的偏离,其中较紧张和较具专制性的是寡头制的偏离,而较松弛和温和的是平民制的偏离。
οὐ δεῖ δὲ τιθέναι δημοκρατίαν, καθάπερ εἰώθασί τινες νῦν, ἁπλῶς οὕτως, ὅπου κύριον τὸ πλῆθος (καὶ γὰρ ἐν ταῖς ὀλιγαρχίαις καὶ πανταχοῦ τὸ πλέον μέρος κύριον), οὐδʼ ὀλιγαρχίαν, ὅπου κύριοι ὀλίγοι τῆς πολιτείας.
但是,绝不能像现在某些人通常所做的那样,简单地把平民制定义为“由多数人掌握主权的地方”(因为即使在寡头制中,以及在任何地方,占多数的部分也掌握主权),也不能把寡头制定义为“由少数人掌握国制主权的地方”。
εἰ γὰρ εἴησαν οἱ πάντες χίλιοι καὶ τριακόσιοι, καὶ τούτων οἱ χίλιοι πλούσιοι, καὶ μὴ μεταδιδοῖεν ἀρχῆς τοῖς τριακοσίοις καὶ πένησιν ἐλευθέροις οὖσι καὶ τἆλλα ὁμοίοις, οὐθεὶς ἂν φαίη δημοκρατεῖσθαι τούτους· ὁμοίως δὲ καὶ εἰ πένητες ὀλίγοι μὲν εἶεν, κρείττους δὲ τῶν εὐπόρων πλειόνων ὄντων, οὐδεὶς ἂν ὀλιγαρχίαν προσαγορεύσειεν οὐδὲ τὴν τοιαύτην, εἰ τοῖς ἄλλοις οὖσι πλουσίοις μὴ μετείη τῶν τιμῶν.
因为如果总共有一千三百人,且其中一千人是富人,而他们不把官职分给那三百名虽然贫穷但同样是自由人且在其他方面均等的人,那么没有人会说这里实行的是平民制;同样地,如果贫穷者人数虽少,但强于人数较多的富人,那么也绝没有人会称这种国制为寡头制,如果其他那些富人不能分享荣誉(官职)的话。

词汇与语法注释

  1. 1290a1κἂν εἴ τι δή — 条件从句 κἂν εἴ...(即使……)的归结主句动词被省略,需结合前文补出“必须予以划分”等含义。由于从句中使用了直陈式现在完成时被动语态的 εἴρηται,此处并非假设,而是指在已有的论述中(如《政治学》第三卷)实际提到过的组成部分。
  2. 1290a24-25δυοῖν ἢ μιᾶς οὔσης τῆς καλῶς συνεστηκυίας τὰς ἄλλας εἶναι παρεκβάσεις — 短语 δυοῖν ἢ μιᾶς οὔσης τῆς καλῶς συνεστηκυίας 是属格独立分词结构,作为后续“宾格加不定式”结构 τὰς ἄλλας εἶναι παρεκβάσεις(其他国制是偏离形式)的前提或原因。该不定式结构隶属于比较级句式 ἀληθέστερον δὲ καὶ βέλτιον[ἔχει λέγειν / ὑπολαμβάνειν](……是更真实、更好的[看法])。
  3. 1290a33-37εἰ γὰρ εἴησαν ... καὶ μὴ μεταδιδοῖεν ... οὐθεὶς ἂν φαίη — 这是一个使用希求式(optative)的潜在/未来假设条件句:条件从句使用 εἰ +希求式(εἰ εἴησαν... καὶ μὴ μεταδιδοῖεν),归结从句使用 ἄν +希求式(οὐθεὶς ἂν φαίη)。这表明该句是一个纯粹的思想实验(“因为如果总共有一千三百人……那么没有人会说……”)。

引用这一段

亚里士多德, 政治学 §4.1290a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1290a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。