§4.1288bἐν ἁπάσαις ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ταῖς μὴ κατὰ μόριον γινομέναις, ἀλλὰ περὶ γένος ἕν τι τελείαις οὔσαις, μιᾶς ἐστι θεωρῆσαι τὸ περὶ ἕκαστον γένος ἁρμόττον, οἷον ἄσκησις σώματι ποία τε ποίῳ συμφέρει, καὶ τίς ἀρίστη (τῷ γὰρ κάλλιστα πεφυκότι καὶ κεχορηγημένῳ τὴν ἀρίστην ἀναγκαῖον ἁρμόττειν), καὶ τίς τοῖς πλείστοις μία πᾶσιν (καὶ γὰρ τοῦτο τῆς γυμναστικῆς ἔργον ἐστίν), ἔτι δʼ ἐάν τις μὴ τῆς ἱκνουμένης ἐπιθυμῇ μήθʼ ἕξεως μήτʼ ἐπιστήμης τῶν περὶ τὴν ἀγωνίαν, μηδὲν ἧττον τοῦ παιδοτρίβου καὶ τοῦ γυμναστικοῦ παρασκευάσαι γε καὶ ταύτην ἐστὶ τὴν δύναμιν.
部分的に行われるのではなく、一つのジャンル全体について完全であるあらゆる技術と学問においては、各ジャンルに適したものを考察することは、単一の学問に属することである。 たとえば、いかなる身体にいかなる訓練が適しているか、そしてどれが最善であるか(なぜなら、最も美しく生まれつき、恵まれた資質を与えられた身体には、最善 of 訓練が適しているのが必然だからである)、また、大半の人にとって、すべてに共通する単一の最善の訓練とは何か(なぜなら、これもまた体育の仕事だからである)、さらに、もし誰かが競技にしかるべき状態も知識も望まないとしても、それにもかかわらず、その身体訓練家や体育専門家が、この能力をも備えさせることが求められる。
ὁμοίως δὲ τοῦτο καὶ περὶ ἰατρικὴν καὶ περὶ ναυπηγίαν καὶ ἐσθῆτα καὶ περὶ πᾶσαν ἄλλην τέχνην ὁρῶμεν συμβαῖνον.
同様のことが、医学、造船術、裁縫、および他のあらゆる技術についても生じているのを私たちは見る。
ὥστε δῆλον ὅτι καὶ πολιτείαν τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὴν ἀρίστην θεωρῆσαι τίς ἐστι καὶ ποία τις ἂν οὖσα μάλιστʼ εἴη κατʼ εὐχὴν μηδενὸς ἐμποδίζοντος τῶν ἐκτός, καὶ τίς τίσιν ἁρμόττουσα (πολλοῖς γὰρ τῆς ἀρίστης τυχεῖν ἴσως ἀδύνατον, ὥστε τὴν κρατίστην τε ἁπλῶς καὶ τὴν ἐκ τῶν ὑποκειμένων ἀρίστην οὐ δεῖ λεληθέναι τὸν ἀγαθὸν νομοθέτην καὶ τὸν ὡς ἀληθῶς πολιτικόν), ἔτι δὲ τρίτην τὴν ἐξ ὑποθέσεως (δεῖ γὰρ καὶ τὴν δοθεῖσαν δύνασθαι θεωρεῖν, ἐξ ἀρχῆς τε πῶς ἂν γένοιτο, καὶ γενομένη τίνα τρόπον ἂν σῴζοιτο πλεῖστον χρόνον·
したがって、国制についても、最善のものが何であるか、また、外部の何ものによっても妨げられないとしたら、どのようなものであれば最も理想にかなうものとなるか、そして、いかなる国制がいかなる人々に適しているかを考察することは、同一の学問に属することが明らかである。 (なぜなら、多くの人々にとって最善のものを獲得することは恐らく不可能であり、したがって、端的に最も優れた国制だけでなく、与えられた前提条件の下で最善の国制をも、良き立法者や真の政治家は見落としてはならないからである)、さらに第三に、仮設に基づく国制をも考慮せねばならない(なぜなら、与えられた国制についても、それが最初にどのようにして成立しうるか、また成立した後にどのようにすれば最も長い期間維持されうるかを考察できなければならないからである。
λέγω δὲ οἷον εἴ τινι πόλει συμβέβηκε μήτε τὴν ἀρίστην πολιτεύεσθαι πολιτείαν, ἀχορήγητον δὲ εἶναι καὶ τῶν ἀναγκαίων, μήτε τὴν ἐνδεχομένην ἐκ τῶν ὑπαρχόντων, ἀλλά τινα φαυλοτέραν), παρὰ πάντα δὲ ταῦτα τὴν μάλιστα πάσαις ταῖς πόλεσιν ἁρμόττουσαν δεῖ γνωρίζειν, ὥσθʼ οἱ πλεῖστοι τῶν ἀποφαινομένων περὶ πολιτείας, καὶ εἰ τἆλλα λέγουσι καλῶς, τῶν γε χρησίμων διαμαρτάνουσιν.
私が言うのは、たとえばある都市において、最善の国制を営むことができていないだけでなく、必要な資源も欠いており、また現有するものから可能な限りの最善の国制でもなく、より劣った国制を営んでいるような場合のことである。 )これらすべてのほかに、すべての都市に最も適した国制を知らなければならない。 その結果、国制について自説を述べる人々の大半は、他の点では立派なことを言っているとしても、実用的な点では誤りをおかしている。
οὐ γὰρ μόνον τὴν ἀρίστην δεῖ θεωρεῖν, ἀλλὰ καὶ τὴν δυνατήν, ὁμοίως δὲ καὶ τὴν ῥᾴω καὶ κοινοτέραν ἁπάσαις·
なぜなら、最善の国制だけでなく、実現可能な国制をも考察せねばならず、同様に、すべての都市にとってより容易でより共通な国制をも考察せねばならないからである。
νῦν δʼ οἱ μὲν τὴν ἀκροτάτην καὶ δεομένην πολλῆς χορηγίας ζητοῦσι μόνον, οἱ δὲ μᾶλλον κοινήν τινα λέγοντες, τὰς ὑπαρχούσας ἀναιροῦντες πολιτείας, τὴν Λακωνικὴν ἤ τινα ἄλλην ἐπαινοῦσι·
しかし今日、ある人々は極限の、および多くの資源を必要とする国制のみを求めており、また他の人々はより共通のものを論じながらも、既存の国制を廃止して、ラケダイモンの国制や、何か他の国制を称賛している。
§4.1289aχρὴ δὲ τοιαύτην εἰσηγεῖσθαι τάξιν ἧς ῥᾳδίως ἐκ τῶν ὑπαρχόντων καὶ πεισθήσονται καὶ δυνήσονται κοινωνεῖν, ὡς ἔστιν οὐκ ἔλαττον ἔργον τὸ ἐπανορθῶσαι πολιτείαν ἢ κατασκευάζειν ἐξ ἀρχῆς, ὥσπερ καὶ τὸ μεταμανθάνειν ἢ μανθάνειν ἐξ ἀρχῆς·
しかし、現有するものから容易に納得し、また参加することができるような秩序を導入せねばならない。 なぜなら、国制を改革することは、最初から構築することに劣らぬ仕事だからであり、それは学び直すことが最初から学ぶことに劣らぬ仕事であるのと同様である。
διὸ πρὸς τοῖς εἰρημένοις καὶ ταῖς ὑπαρχούσαις πολιτείαις δεῖ δύνασθαι βοηθεῖν τὸν πολιτικόν, καθάπερ ἐλέχθη καὶ πρότερον.
それゆえ、すでに述べられたことに加えて、政治家は既存の国制を助けることができるのでなければならない。 それは以前にも言われた通りである。
τοῦτο δὲ ἀδύνατον ἀγνοοῦντα πόσα πολιτείας ἔστιν εἴδη.
しかし、国制にいくつの種類があるかを知らなければ、これを行うことは不可能である。
νῦν δὲ μίαν δημοκρατίαν οἴονταί τινες εἶναι καὶ μίαν ὀλιγαρχίαν· οὐκ ἔστι δὲ τοῦτʼ ἀληθές.
しかし今日、ある人々は民主制は一つだけであり、寡頭制も一つだけであると思っているが、これは真実ではない。
ὥστε δεῖ τὰς διαφορὰς μὴ λανθάνειν τὰς τῶν πολιτειῶν, πόσαι, καὶ συντίθενται ποσαχῶς.
したがって、国制の相違がどれほどあり、それらがどのようにして多様に組み合わされるのかを見落としてはならない。
μετὰ δὲ ταῦτα τῆς αὐτῆς φρονήσεως ταύτης καὶ νόμους τοὺς ἀρίστους ἰδεῖν καὶ τοὺς ἑκάστῃ τῶν πολιτειῶν ἁρμόττοντας.
これらのことの後に、最善の法律と、それぞれの国制に適した法律とを見出すことも、まさにこの同一の知慮に属する。
πρὸς γὰρ τὰς πολιτείας τοὺς νόμους δεῖ τίθεσθαι καὶ τίθενται πάντες, ἀλλʼ οὐ τὰς πολιτείας πρὸς τοὺς νόμους.
というのも、法律は国制に合わせて制定されねばならず、実際すべての人々がそのように制定しているのであって、国制を法律に合わせて制定しているのではないからである。
πολιτεία μὲν γάρ ἐστι τάξις ταῖς πόλεσιν ἡ περὶ τὰς ἀρχάς, τίνα τρόπον νενέμηνται, καὶ τί τὸ κύριον τῆς πολιτείας καὶ τί τὸ τέλος ἑκάστης τῆς κοινωνίας ἐστίν·
なぜなら、国制とは国家における支配職に関する秩序であり、それらがどのような方法で配分されているか、また国制の主権は何か、そして各共同体の目的は何であるかを示すものであるからである。
νόμοι δʼ οἱ κεχωρισμένοι τῶν δηλούντων τὴν πολιτείαν, καθʼ οὓς δεῖ τοὺς ἄρχοντας ἄρχειν καὶ φυλάττειν τοὺς παραβαίνοντας αὐτούς.
他方、法律とは、国制を規定するものとは区別されたものであり、それらに従って支配者たちが支配し、それらを違反する人々を監視せねばならない基準である。
ὥστε δῆλον ὅτι τὰς διαφορὰς ἀναγκαῖον καὶ τὸν ὁρισμὸν ἔχειν τῆς πολιτείας ἑκάστης καὶ πρὸς τὰς τῶν νόμων θέσεις·
したがって、法律の制定に対しても、各国制の相違と定義を把握することが必然である。
οὐ γὰρ οἷόν τε τοὺς αὐτοὺς νόμους συμφέρειν ταῖς ὀλιγαρχίαις οὐδὲ ταῖς δημοκρατίαις πάσαις, εἴπερ δὴ πλείους καὶ μὴ μία δημοκρατία μηδὲ ὀλιγαρχία μόνον ἔστιν.
なぜなら、もし実際に民主制や寡頭制が単に一つだけではなく複数存在するならば、同じ法律がすべての寡頭制や、すべての民主制に利益をもたらすということは不可能だからである。
ἐπεὶ δʼ ἐν τῇ πρώτῃ μεθόδῳ περὶ τῶν πολιτειῶν διειλόμεθα τρεῖς μὲν τὰς ὀρθὰς πολιτείας, βασιλείαν ἀριστοκρατίαν πολιτείαν, τρεῖς δὲ τὰς τούτων παρεκβάσεις, τυραννίδα μὲν βασιλείας ὀλιγαρχίαν δὲ ἀριστοκρατίας δημοκρατίαν δὲ πολιτείας, καὶ περὶ μὲν ἀριστοκρατίας καὶ βασιλείας εἴρηται (τὸ γὰρ περὶ τῆς ἀρίστης πολιτείας θεωρῆσαι ταὐτὸ καὶ περὶ τούτων ἐστὶν εἰπεῖν τῶν ὀνομάτων·
ところで、私たちは国制に関する最初の研究方法において、正しい国制が王制、貴族制、市民制の三つであり、これらの偏向形態が、王制に対しては僭主制、貴族制に対しては寡頭制、市民制に対しては民主制の三つであると区分した。 そして、貴族制と王制についてはすでに述べられた(なぜなら、最善の国制について考察することは、これら二つの名称について語ることと同じだからである。
βούλεται γὰρ ἑκατέρα κατʼ ἀρετὴν συνεστάναι κεχορηγημένην), ἔτι δὲ τί διαφέρουσιν ἀλλήλων ἀριστοκρατία καὶ βασιλεία, καὶ πότε δεῖ βασιλείαν νομίζειν, διώρισται πρότερον, λοιπὸν περὶ πολιτείας διελθεῖν τῆς τῷ κοινῷ προσαγορευομένης ὀνόματι, καὶ περὶ τῶν ἄλλων πολιτειῶν, ὀλιγαρχίας τε καὶ δημοκρατίας καὶ τυραννίδος.
実際、どちらも十分な資源に恵まれた徳に基づいて構築されることを目指しているからである)。 さらに、貴族制と王制が互いに何において異なるか、また、いつ王制を認めるべきかについても、以前に規定された。 残されているのは、共通の名前で呼ばれる国制について、また他の国制、すなわち寡頭制、民主制、僭主制について詳しく論じることである。
φανερὸν μὲν οὖν καὶ τούτων τῶν παρεκβάσεων τίς χειρίστη καὶ δευτέρα τίς. ἀνάγκη γὰρ τὴν μὲν τῆς πρώτης καὶ θειοτάτης παρέκβασιν εἶναι χειρίστην, τὴν δὲ βασιλείαν ἀναγκαῖον ἢ τοὔνομα μόνον ἔχειν οὐκ οὖσαν,
したがって、これらの偏向形態のうち、どれが最悪であり、どれが二番目に悪いかも明らかである。 なぜなら、最初の、および最も神的な国制の偏向形態が最悪であるのは必然であり、他方、王制は逸脱した状態では実体のない名ばかりの存在であるか、ないしは、