§3.1279bἀλλὰ μάλιστα τὴν πολεμικήν·
(しかし、軍事的な徳において最もそれが可能である。
αὕτη γὰρ ἐν πλήθει γίγνεται·
というのも、この徳は多数者の中に生じるからである。
διόπερ κατὰ ταύτην τὴν πολιτείαν κυριώτατον τὸ προπολεμοῦν καὶ μετέχουσιν αὐτῆς οἱ κεκτημένοι τὰ ὅπλα.
それゆえ、この国制においては、防衛のために戦う者が最も大きな権力を持ち、武器を所有している人々がこの国制に参画する。
) παρεκβάσεις δὲ τῶν εἰρημένων τυραννὶς μὲν βασιλείας, ὀλιγαρχία δὲ ἀριστοκρατίας, δημοκρατία δὲ πολιτείας.
)これら言及されたものの逸脱態は、王政に対しては僭主政であり、貴族政に対しては寡頭政であり、国制に対しては民主政である。
ἡ μὲν γὰρ τυραννίς ἐστι μοναρχία πρὸς τὸ συμφέρον τὸ τοῦ μοναρχοῦντος, ἡ δʼ ὀλιγαρχία πρὸς τὸ τῶν εὐπόρων, ἡ δὲ δημοκρατία πρὸς τὸ συμφέρον τὸ τῶν ἀπόρων·
というのも、僭主政は独裁者の利益をめざす単独支配であり、寡頭政は富裕な人々の利益を、民主政は貧困な人々の利益をめざすものだからである。
πρὸς δὲ τὸ τῷ κοινῷ λυσιτελοῦν οὐδεμία αὐτῶν.
これらはいずれも、共同の利益に叶うものには目を向けていない。
δεῖ δὲ μικρῷ διὰ μακροτέρων εἰπεῖν τίς ἑκάστη τούτων τῶν πολιτειῶν ἐστιν·
これら各々の国制がどのようなものであるかを、もう少し詳しく述べる必要がある。
καὶ γὰρ ἔχει τινὰς ἀπορίας, τῷ δὲ περὶ ἑκάστην μέθοδον φιλοσοφοῦντι καὶ μὴ μόνον ἀποβλέποντι πρὸς τὸ πράττειν οἰκεῖόν ἐστι τὸ μὴ παρορᾶν μηδέ τι καταλείπειν, ἀλλὰ δηλοῦν τὴν περὶ ἕκαστον ἀλήθειαν.
なぜなら、それらはいくつかの難問を含んでおり、各々の探究方法に沿って哲学的に追究し、単に行動することだけを目標としない者にとっては、何一つ見過ごしたり残したりせず、各々に関する真実を明らかにすることがふさわしいからである。
ἔστι δὲ τυραννὶς μὲν μοναρχία, καθάπερ εἴρηται, δεσποτικὴ τῆς πολιτικῆς κοινωνίας, ὀλιγαρχία δʼ ὅταν ὦσι κύριοι τῆς πολιτείας οἱ τὰς οὐσίας ἔχοντες, δημοκρατία δὲ τοὐναντίον ὅταν οἱ μὴ κεκτημένοι πλῆθος οὐσίας ἀλλʼ ἄποροι.
僭主政とは、すでに述べられたように、政治等共同体に対する専制的な単独支配であり、寡頭政とは、財産を持つ人々が国制の主権を掌握している場合であり、民主政とは逆に、多くの財産を所有せず、貧困な人々が(主権を掌握している)場合である。
πρώτη δʼ ἀπορία πρὸς τὸν διορισμόν ἐστιν.
最初の難問は、その定義に関するものである。
εἰ γὰρ εἶεν οἱ πλείους, ὄντες εὔποροι, κύριοι τῆς πόλεως, δημοκρατία δʼ ἐστὶν ὅταν ᾖ κύριον τὸ πλῆθος—ὁμοίως δὲ πάλιν κἂν εἴ που συμβαίνοι τοὺς ἀπόρους ἐλάττους μὲν εἶναι τῶν εὐπόρων, κρείττους δʼ ὄντας κυρίους εἶναι τῆς πολιτείας, ὅπου δʼ ὀλίγον κύριον πλῆθος, ὀλιγαρχίαν εἶναί φασιν—οὐκ ἂν καλῶς δόξειεν διωρίσθαι περὶ τῶν πολιτειῶν.
もし、富裕な者たちでありながら多数である人々が国家の主権を握っており、他方で民主政とは多数者が主権を握っている場合であるとすれば――また同様に、もしある場所で貧困な人々が富裕な人々よりも少数でありながら、より強力であって国制の主権を握っているとし、他方で少数者が主権を握っているのを寡頭政であると言うならば――国制に関する定義がうまく行われていないように思われるからである。
ἀλλὰ μὴν κἄν εἴ τις συνθεὶς τῇ μὲν εὐπορίᾳ τὴν ὀλιγότητα τῇ δʼ ἀπορίᾳ τὸ πλῆθος οὕτω προσαγορεύῃ τὰς πολιτείας, ὀλιγαρχίαν μὲν ἐν ᾗ τὰς ἀρχὰς ἔχουσιν οἱ εὔποροι, ὀλίγοι τὸ πλῆθος ὄντες, δημοκρατίαν δὲ ἐν ᾗ οἱ ἄποροι, πολλοὶ τὸ πλῆθος ὄντες, ἄλλην ἀπορίαν ἔχει.
しかしながら、もし誰かが、富裕であることに少数を、貧困であることに多数を組み合わせて、国制を次のように呼ぶとすれば、すなわち、富裕でありかつ数において少数である人々が官職を握っている国制を寡頭政とし、民主政を貧困でありかつ数において多数である人々が(支配している)国制とするならば、別の難問が生じる。
τίνας γὰρ ἐροῦμεν τὰς ἄρτι λεχθείσας πολιτείας, τὴν ἐν ᾗ πλείους οἱ εὔποροι καὶ τὴν ἐν ᾗ ἐλάττους οἱ ἄποροι, κύριοι δʼ ἑκάτεροι τῶν πολιτειῶν, εἴπερ μηδεμία ἄλλη πολιτεία παρὰ τὰς εἰρημένας ἔστιν;
というのも、先ほど言及された国制、すなわち富裕な者が多数を占める国制や、貧困な者が少数である国制で、それぞれの者たちが国制の主権を掌握している場合、言及されたもの以外に他の国制がないとすれば、これらを私たちは何と呼べばよいのだろうか。
ἔοικε τοίνυν ὁ λόγος ποιεῖν δῆλον ὅτι τὸ μὲν ὀλίγους ἢ πολλοὺς εἶναι κυρίους συμβεβηκός ἐστιν, τὸ μὲν ταῖς ὀλιγαρχίαις τὸ δὲ ταῖς δημοκρατίαις, διὰ τὸ τοὺς μὲν εὐπόρους ὀλίγους, πολλοὺς δʼ εἶναι τοὺς ἀπόρους πανταχοῦ (διὸ καὶ οὐ συμβαίνει τὰς ῥηθείσας αἰτίας αἰτίας γίνεσθαι διαφορᾶς), ᾧ δὲ διαφέρουσιν ἥ τε δημοκρατία καὶ ἡ ὀλιγαρχία ἀλλήλων πενία καὶ πλοῦτός ἐστιν,
それゆえ、議論が明らかにしているように思われるのは、支配者が少数であるか多数であるかということは付随的な性質(一方は寡頭政に、他方は民主政に付随するもの)にすぎないということである。 それは、富裕な者は少数であり、貧困な者はどこでも多数であるからである(それゆえ、先に述べられた原因が差異の原因となるわけではない)。 そして、民主政と寡頭政が互いに異なっている点は、貧困と富である。