§2.1274aἔοικε δὲ Σόλων ἐκεῖνα μὲν ὑπάρχοντα πρότερον οὐ καταλῦσαι, τήν τε βουλὴν καὶ τὴν τῶν ἀρχῶν αἵρεσιν, τὸν δὲ δῆμον καταστῆσαι, τὰ δικαστήρια ποιήσας ἐκ πάντων.
ソローンは以前から存在していたもの、すなわち評議会と諸官職の選挙制を廃止せず、すべての市民から裁判所を構成することによって、民主制を確立したように思われる。
διὸ καὶ μέμφονταί τινες αὐτῷ·
それゆえ、彼を非難する人々もいる。
λῦσαι γὰρ θάτερα, κύριον ποιήσαντα τὸ δικαστήριον πάντων, κληρωτὸν ὄν.
なぜなら、抽選制である裁判所をすべての事柄の決定権者とすることによって、彼はもう一方の要素を破滅させたからである、という。
ἐπεὶ γὰρ τοῦτʼ ἴσχυσεν, ὥσπερ τυράννῳ τῷ δήμῳ χαριζόμενοι τὴν πολιτείαν εἰς τὴν νῦν δημοκρατίαν μετέστησαν·
なぜなら、この裁判所が強力になると、人々は僭主にへつらうかのように民衆に阿ねて、国制を現在の民主制へと移行させたからである。
καὶ τὴν μὲν ἐν Ἀρείῳ πάγῳ βουλὴν Ἐφιάλτης ἐκόλουσε καὶ Περικλῆς, τὰ δὲ δικαστήρια μισθοφόρα κατέστησε Περικλῆς, καὶ τοῦτον δὴ τὸν τρόπον ἕκαστος τῶν δημαγωγῶν προήγαγεν αὔξων εἰς τὴν νῦν δημοκρατίαν.
そしてアレイオス・パゴスの評議会をエピアルテースとペリクレースが縮小し、裁判所に給与を支払う制度をペリクレースが確立した。 こうして、民衆指導者の一人一人が、権力を増大させながら、現在の民主制へとこれを進展させたのである。
φαίνεται δʼ οὐ κατὰ τὴν Σόλωνος γενέσθαι τοῦτο προαίρεσιν, ἀλλὰ μᾶλλον ἀπὸ συμπτώματος (τῆς ναυαρχίας γὰρ ἐν τοῖς Μηδικοῖς ὁ δῆμος αἴτιος γενόμενος ἐφρονηματίσθη καὶ δημαγωγοὺς ἔλαβε φαύλους ἀντιπολιτευομένων τῶν ἐπιεικῶν), ἐπεὶ Σόλων γε ἔοικε τὴν ἀναγκαιοτάτην ἀποδιδόναι τῷ δήμῳ δύναμιν, τὸ τὰς ἀρχὰς αἱρεῖσθαι καὶ εὐθύνειν (μηδὲ γὰρ τούτου κύριος ὢν ὁ δῆμος δοῦλος ἂν εἴη καὶ πολέμιος), τὰς δʼ ἀρχὰς ἐκ τῶν γνωρίμων καὶ τῶν εὐπόρων κατέστησε πάσας, ἐκ τῶν πεντακοσιομεδίμνων καὶ ζευγιτῶν καὶ τρίτου τέλους τῆς καλουμένης ἱππάδος· τὸ δὲ τέταρτον τὸ θητικόν, οἷς οὐδεμιᾶς ἀρχῆς μετῆν.
しかし、これはソローンの意図に従って生じたのではなく、むしろ偶然の重なりによるものと思われる。 (なぜなら、ペルシア戦争において民衆が海戦の勝利の立役者となったことで誇り高くなり、立派な人々が政治的に対抗していたために、凡庸な民衆指導者たちを受け入れることになったからである。 )もっとも、ソローン自身は民衆に対して、最も不可欠な権限、すなわち諸官職を選出することと、その退任後の査問を行うことだけを与えたと思われる。 (なぜなら、民衆がこれについての決定権さえ持たなければ、奴隷であり、かつ敵対者となるであろうからである。 )しかし、すべての官職は、著名な人々や富裕な人々、すなわち、五百石級、双牛級(ゼウギタイ)、そして第三の階級であるいわゆる騎士級から構成し、第四の階級である労働者級(テース級)にはいかなる官職にもあずからせなかった。
νομοθέται δʼ ἐγένοντο Ζάλευκός τε Λοκροῖς τοῖς ἐπιζεφυρίοις, καὶ Χαρώνδας ὁ Καταναῖος τοῖς αὑτοῦ πολίταις καὶ ταῖς ἄλλαις ταῖς Χαλκιδικαῖς πόλεσι ταῖς περὶ Ἰταλίαν καὶ Σικελίαν.
他方で、エピゼピュリオイ・ロクロイ人に対してはザレウコスが、またカタネー人であるカローンダスは自らの市民たち、およびイタリアとシケリアの周辺の他のカルキス系都市に対して、立法者となった。
πειρῶνται δέ τινες καὶ συνάγειν ὡς Ὀνομακρίτου μὲν γενομένου πρώτου δεινοῦ περὶ νομοθεσίαν, γυμνασθῆναι δʼ αὐτὸν ἐν Κρήτῃ, Λοκρὸν ὄντα καὶ ἐπιδημοῦντα, κατὰ τέχνην μαντικήν·
そして、ある人々は次のように系統立てて結びつけようと試みている。 すなわち、オノマクリトスがまず最初に立法に優れた者となり、彼はロクロス人であって、卜占の術のためにクレータ島に滞在してそこで修業を積んだということである。
τούτου δὲ γενέσθαι Θάλητα ἑταῖρον, Θάλητος δʼ ἀκροατὴν Λυκοῦργον καὶ Ζάλευκον, Ζαλεύκου δὲ Χαρώνδαν.
そして、このオノマクリトスの仲間となったのがタレースであり、タレースの弟子となったのがリュクールゴスとザレウコスであり、ザレウコスの弟子となったのがカローンダスである、と。
ἀλλὰ ταῦτα μὲν λέγουσιν ἀσκεπτότερον τῶν χρόνων ἔχοντες.
しかし、彼らは年代的な整合性をあまり注意深く吟味することなしに、これらのことを語っている。
ἐγένετο δὲ καὶ Φιλόλαος ὁ Κορίνθιος νομοθέτης Θηβαίοις.
また、コリントス人ピロラオスもテーバイ人たちのための立法者となった。
ἦν δʼ ὁ Φιλόλαος τὸ μὲν γένος τῶν Βακχιαδῶν, ἐραστὴς δὲ γενόμενος Διοκλέους τοῦ νικήσαντος Ὀλυμπίασιν, ὡς ἐκεῖνος τὴν πόλιν ἔλιπε διαμισήσας τὸν ἔρωτα τὸν τῆς μητρὸς Ἀλκυόνης, ἀπῆλθεν εἰς Θήβας· κἀκεῖ τὸν βίον ἐτελεύτησαν ἀμφότεροι.
ピロラオスは血統としてはバッキアダイ家の一員であったが、オリンピア競技での優勝者であるディオクレースの愛人となった。 ディオクレースが、その母アルキュオネーの抱いた情愛をひどく忌み嫌って自らの都市を去ったとき、ピロラオスも彼に従ってテーバイへと赴き、そこで両者ともに生涯を終えた。
καὶ νῦν ἔτι δεικνύουσι τοὺς τάφους αὐτῶν ἀλλήλοις μὲν εὐσυνόπτους ὄντας, πρὸς δὲ τὴν τῶν Κορινθίων χώραν τὸν μὲν σύνοπτον τὸν δʼ οὐ σύνοπτον·
そして現在でもなお、彼らの墓が指し示されているが、それらは互いからは見通しやすい場所にあるものの、コリントス人の土地に対しては、一方は見通すことができ、他方は見通すことができないようになっている。
μυθολογοῦσι γὰρ αὐτοὺς οὕτω τάξασθαι τὴν ταφήν, τὸν μὲν Διοκλέα διὰ τὴν ἀπέχθειαν τοῦ πάθους, ὅπως μὴ ἄποπτος ἔσται ἡ Κορινθία ἀπὸ τοῦ χώματος, τὸν δὲ Φιλόλαον ὅπως ἄποπτος.
なぜなら、彼ら自身がそのように埋葬の配置を決めたのだと言い伝えられているからである。 すなわち、ディオクレースは、かつての苦痛への嫌悪から、その墳墓からコリントスの地が見渡せないように配置し、ピロラオスは逆に見渡せるように配置した、ということである。
§2.1274bᾤκησαν μὲν οὖν διὰ τὴν τοιαύτην αἰτίαν παρὰ τοῖς Θηβαίοις, νομοθέτης δʼ αὐτοῖς ἐγένετο Φιλόλαος περί τʼ ἄλλων τινῶν καὶ περὶ τῆς παιδοποιίας, οὓς καλοῦσιν ἐκεῖνοι νόμους θετικούς·
ともかく、彼らはこのような原因によってテーバイ人のもとに住むようになった。 そしてピロラオスは、いくつかの事柄や養子縁組(子どもの獲得)について彼らのための立法者となり、それらの法律を彼らは「養子法」と呼んでいる。
καὶ τοῦτʼ ἐστὶν ἰδίως ὑπʼ ἐκείνου νενομοθετημένον, ὅπως ὁ ἀριθμὸς σῴζηται τῶν κλήρων.
そして、割当て地の数が常に維持されるようにしたことが、特に彼によって独自に立法された点である。
Χαρώνδου δʼ ἴδιον μὲν οὐδέν ἐστι πλὴν αἱ δίκαι τῶν ψευδομαρτυριῶν (πρῶτος γὰρ ἐποίησε τὴν ἐπίσκηψιν), τῇ δʼ ἀκριβείᾳ τῶν νόμων ἐστὶ γλαφυρώτερος καὶ τῶν νῦν νομοθετῶν.
カローンダスについては、偽証に対する訴訟(彼が最初に偽証の告発手続きを創設したからである)を除けば、独自のものは何もないが、法律の厳密さにおいては、現在の立法者たちよりも洗練されている。
Φαλέου δʼ ἴδιον ἡ τῶν οὐσιῶν ἀνομάλωσις, Πλάτωνος δʼ ἥ τε τῶν γυναικῶν καὶ παίδων καὶ τῆς οὐσίας κοινότης καὶ τὰ συσσίτια τῶν γυναικῶν, ἔτι δʼ ὁ περὶ τὴν μέθην νόμος, τὸ τοὺς νήφοντας συμποσιαρχεῖν, καὶ τὴν ἐν τοῖς πολεμικοῖς ἄσκησιν ὅπως ἀμφιδέξιοι γίνωνται κατὰ τὴν μελέτην, ὡς δέον μὴ τὴν μὲν χρήσιμον εἶναι τοῖν χεροῖν τὴν δὲ ἄχρηστον.
パレアスの独自性は財産の均等化であり、プラトーンの独自性は、妻、子ども、および財産の共有、ならびに女性たちの共同食事(シュッシティア)である。 さらに、飲酒に関する法律、すなわちしらふの者が宴会の幹事(シュンポシアールコノス)を務めること、および軍事訓練において、訓練を通じて両手利きとなるようにすること、すなわち、一方の手だけが有用で他方が無用であってはならないという理由に基づいている。
Δράκοντος δὲ νόμοι μὲν εἰσί, πολιτείᾳ δʼ ὑπαρχούσῃ τοὺς νόμους ἔθηκεν·
ドラコーンについては、法律は存在するものの、すでに存在していた国制に対して法律を制定したのである。
ἴδιον δʼ ἐν τοῖς νόμοις οὐδὲν ἔστιν ὅ τι καὶ μνείας ἄξιον, πλὴν ἡ χαλεπότης διὰ τὸ τῆς ζημίας μέγεθος.
彼の法律の中には、処罰の大きさによるその過酷さを除けば、特筆に値するような独自のものは何もない。
ἐγένετο δὲ καὶ Πιττακὸς νόμων δημιουργὸς ἀλλʼ οὐ πολιτείας·
ピッタコスもまた法律の創設者となったが、国制の創設者ではなかった。
νόμος δʼ ἴδιος αὐτοῦ τὸ τοὺς μεθύοντας, ἄν τι πταίσωσι, πλείω ζημίαν ἀποτίνειν τῶν νηφόντων·
彼の独自の法律は、酔っている者が何か過ちを犯した場合、しらふの者よりも重い罰金を支払わなければならないということである。
διὰ γὰρ τὸ πλείους ὑβρίζειν μεθύοντας ἢ νήφοντας οὐ πρὸς τὴν συγγνώμην ἀπέβλεψεν, ὅτι δεῖ μεθύουσιν ἔχειν μᾶλλον, ἀλλὰ πρὸς τὸ συμφέρον.
なぜなら、しらふの者よりも酔っている者の方がより多く不法な暴行(ヒュブリス)を働くという事実から、彼は、酔っている者に対してより寛大であるべきだという情状酌量(許し)に目を向けたのではなく、実益(便益)に目を向けたからである。
ἐγένετο δὲ καὶ Ἀνδροδάμας Ῥηγῖνος νομοθέτης Χαλκιδεῦσι τοῖς ἐπὶ Θρᾴκης, οὗ τὰ περί τε τὰ φονικὰ καὶ τὰς ἐπικλήρους ἐστίν·
また、レーギオンの人アンドロダマースもトラキア地方のカルキス人たちのための立法者となり、殺人および相続娘(エピクレーロス)に関する彼の法律が残されている。
οὐ μὴν ἀλλὰ ἴδιόν γε οὐδὲν αὐτοῦ λέγειν ἔχοι τις ἄν.
しかし、彼についても、独自のものは何も挙げることはできないであろう。
τὰ μὲν οὖν περὶ τὰς πολιτείας, τάς τε κυρίας καὶ τὰς ὑπὸ τινῶν εἰρημένας, ἔστω τεθεωρημένα τὸν τρόπον τοῦτον.
さて、国制について、実際に効力を持っているもの、および特定の人々によって提唱されたものについては、このように検討されたものとしよう。