§2.1274aἔοικε δὲ Σόλων ἐκεῖνα μὲν ὑπάρχοντα πρότερον οὐ καταλῦσαι, τήν τε βουλὴν καὶ τὴν τῶν ἀρχῶν αἵρεσιν, τὸν δὲ δῆμον καταστῆσαι, τὰ δικαστήρια ποιήσας ἐκ πάντων.
索伦似乎并没有废除原先已经存在的事物,即议事会和选举产生官员的制度,而是通过使法庭由所有公民组成,从而确立了平民制。
διὸ καὶ μέμφονταί τινες αὐτῷ· λῦσαι γὰρ θάτερα, κύριον ποιήσαντα τὸ δικαστήριον πάντων, κληρωτὸν ὄν.
因此有些人也指责他;因为他们说,通过使抽签产生的法庭掌握一切事务的决定权,他废除了另一部分的制度。
ἐπεὶ γὰρ τοῦτʼ ἴσχυσεν, ὥσπερ τυράννῳ τῷ δήμῳ χαριζόμενοι τὴν πολιτείαν εἰς τὴν νῦν δημοκρατίαν μετέστησαν· καὶ τὴν μὲν ἐν Ἀρείῳ πάγῳ βουλὴν Ἐφιάλτης ἐκόλουσε καὶ Περικλῆς, τὰ δὲ δικαστήρια μισθοφόρα κατέστησε Περικλῆς, καὶ τοῦτον δὴ τὸν τρόπον ἕκαστος τῶν δημαγωγῶν προήγαγεν αὔξων εἰς τὴν νῦν δημοκρατίαν.
因为当这一法庭变得强大时,人们就像讨好僭主一样向平民献媚,从而将国制转变成了今天的民主制;而阿雷奥帕古斯的议事会则被埃菲阿尔特和伯里克利削弱,伯里克利还设立了有偿给付的法庭,正是以这种方式,每一个平民煽动者都不断扩大权力,将其推向了今天的民主制。
φαίνεται δʼ οὐ κατὰ τὴν Σόλωνος γενέσθαι τοῦτο προαίρεσιν, ἀλλὰ μᾶλλον ἀπὸ συμπτώματος (τῆς ναυαρχίας γὰρ ἐν τοῖς Μηδικοῖς ὁ δῆμος αἴτιος γενόμενος ἐφρονηματίσθη καὶ δημαγωγοὺς ἔλαβε φαύλους ἀντιπολιτευομένων τῶν ἐπιεικῶν), ἐπεὶ Σόλων γε ἔοικε τὴν ἀναγκαιοτάτην ἀποδιδόναι τῷ δήμῳ δύναμιν, τὸ τὰς ἀρχὰς αἱρεῖσθαι καὶ εὐθύνειν (μηδὲ γὰρ τούτου κύριος ὢν ὁ δῆμος δοῦλος ἂν εἴη καὶ πολέμιος), τὰς δʼ ἀρχὰς ἐκ τῶν γνωρίμων καὶ τῶν εὐπόρων κατέστησε πάσας, ἐκ τῶν πεντακοσιομεδίμνων καὶ ζευγιτῶν καὶ τρίτου τέλους τῆς καλουμένης ἱππάδος· τὸ δὲ τέταρτον τὸ θητικόν, οἷς οὐδεμιᾶς ἀρχῆς μετῆν.
但这似乎并非出自索伦的本意,而更多是由于偶然的巧合(因为在希波战争中,平民因成为海上霸权的主因而变得自负,且由于正直之人对他们进行政治对抗,他们便接受了恶劣的煽动者);毕竟,索伦似乎只赋予了平民最必不可少的权力,即选举官员和对他们进行审查的权力(因为如果平民连这点的决定权都没有,他们就会沦为奴隶和敌人);但他将所有的官职都设立在著名者和富裕者之中,即五百石级、双牛级以及第三个被称为骑士级的阶级;而第四个阶级则是雇工级,他们无权分享任何官职。
νομοθέται δʼ ἐγένοντο Ζάλευκός τε Λοκροῖς τοῖς ἐπιζεφυρίοις, καὶ Χαρώνδας ὁ Καταναῖος τοῖς αὑτοῦ πολίταις καὶ ταῖς ἄλλαις ταῖς Χαλκιδικαῖς πόλεσι ταῖς περὶ Ἰταλίαν καὶ Σικελίαν.
另一方面,扎琉科斯成为了落克里人的立法者,而卡塔奈人查隆达斯则为他自己的公民以及意大利和西西里周围的其他卡尔基斯人城邦制定了法律。
πειρῶνται δέ τινες καὶ συνάγειν ὡς Ὀνομακρίτου μὲν γενομένου πρώτου δεινοῦ περὶ νομοθεσίαν, γυμνασθῆναι δʼ αὐτὸν ἐν Κρήτῃ, Λοκρὸν ὄντα καὶ ἐπιδημοῦντα, κατὰ τέχνην μαντικήν· τούτου δὲ γενέσθαι Θάλητα ἑταῖρον, Θάλητος δʼ ἀκροατὴν Λυκοῦργον καὶ Ζάλευκον, Ζαλεύκου δὲ Χαρώνδαν.
有人甚至试图建立谱系,称奥诺马克利托斯是第一个精通立法的人,他是落克里人,因占卜之术而旅居克里特并在此接受训练;而泰勒斯成了他的同伴,莱库古和扎琉科斯成了泰勒斯的听众,而查隆达斯则是扎琉科斯的弟子。
ἀλλὰ ταῦτα μὲν λέγουσιν ἀσκεπτότερον τῶν χρόνων ἔχοντες.
但他们说这些话时,对年代学考虑得不够周详。
ἐγένετο δὲ καὶ Φιλόλαος ὁ Κορίνθιος νομοθέτης Θηβαίοις.
科林斯人菲洛劳斯也成了底比斯人的立法者。
ἦν δʼ ὁ Φιλόλαος τὸ μὲν γένος τῶν Βακχιαδῶν, ἐραστὴς δὲ γενόμενος Διοκλέους τοῦ νικήσαντος Ὀλυμπίασιν, ὡς ἐκεῖνος τὴν πόλιν ἔλιπε διαμισήσας τὸν ἔρωτα τὸν τῆς μητρὸς Ἀλκυόνης, ἀπῆλθεν εἰς Θήβας· κἀκεῖ τὸν βίον ἐτελεύτησαν ἀμφότεροι.
菲洛劳斯在出身上面属于巴克基亚德家族,他成了奥林匹亚获胜者狄奥克莱斯的爱人。 当狄奥克莱斯因厌恶其母亲阿尔库俄涅对他的爱恋而离开城邦时,菲洛劳斯也一同前往底比斯;他们两人都在那里结束了生命。
καὶ νῦν ἔτι δεικνύουσι τοὺς τάφους αὐτῶν ἀλλήλοις μὲν εὐσυνόπτους ὄντας, πρὸς δὲ τὴν τῶν Κορινθίων χώραν τὸν μὲν σύνοπτον τὸν δʼ οὐ σύνοπτον· μυθολογοῦσι γὰρ αὐτοὺς οὕτω τάξασθαι τὴν ταφήν, τὸν μὲν Διοκλέα διὰ τὴν ἀπέχθειαν τοῦ πάθους, ὅπως μὴ ἄποπτος ἔσται ἡ Κορινθία ἀπὸ τοῦ χώματος, τὸν δὲ Φιλόλαον ὅπως ἄποπτος.
直至今日,人们仍然指着他们的陵墓,它们彼此显而易见,但对于科林斯人的领土,一个看得见,另一个却看不见;因为传说他们自己是这样安排葬仪的:狄奥克莱斯由于对那段痛苦经历的憎恶,不让从他的墓冢上能看见科林斯,而菲洛劳斯则要求能看见。
§2.1274bᾤκησαν μὲν οὖν διὰ τὴν τοιαύτην αἰτίαν παρὰ τοῖς Θηβαίοις, νομοθέτης δʼ αὐτοῖς ἐγένετο Φιλόλαος περί τʼ ἄλλων τινῶν καὶ περὶ τῆς παιδοποιίας, οὓς καλοῦσιν ἐκεῖνοι νόμους θετικούς· καὶ τοῦτʼ ἐστὶν ἰδίως ὑπʼ ἐκείνου νενομοθετημένον, ὅπως ὁ ἀριθμὸς σῴζηται τῶν κλήρων.
总之,由于这样的原因,他们定居在底比斯人那里,菲洛劳斯为了他们制定了关于其他一些事务以及关于收养子女的法律,底比斯人将这些法律称为“收养法”;而这正是由他专门制定的,即确保份地的数量得以维持。
Χαρώνδου δʼ ἴδιον μὲν οὐδέν ἐστι πλὴν αἱ δίκαι τῶν ψευδομαρτυριῶν (πρῶτος γὰρ ἐποίησε τὴν ἐπίσκηψιν), τῇ δʼ ἀκριβείᾳ τῶν νόμων ἐστὶ γλαφυρώτερος καὶ τῶν νῦν νομοθετῶν.
至于查隆达斯,除了针对伪证的诉讼(因为他最先创立了伪证指控程序)之外,没有任何独特之处,但在法律的严密性上,他甚至比现在的立法者更为精致。
Φαλέου δʼ ἴδιον ἡ τῶν οὐσιῶν ἀνομάλωσις, Πλάτωνος δʼ ἥ τε τῶν γυναικῶν καὶ παίδων καὶ τῆς οὐσίας κοινότης καὶ τὰ συσσίτια τῶν γυναικῶν, ἔτι δʼ ὁ περὶ τὴν μέθην νόμος, τὸ τοὺς νήφοντας συμποσιαρχεῖν, καὶ τὴν ἐν τοῖς πολεμικοῖς ἄσκησιν ὅπως ἀμφιδέξιοι γίνωνται κατὰ τὴν μελέτην, ὡς δέον μὴ τὴν μὲν χρήσιμον εἶναι τοῖν χεροῖν τὴν δὲ ἄχρηστον.
法勒亚斯的独特之处在于财产的均等化,而柏拉图的独特之处在于妇女、儿童和财产的共有,以及妇女的公共膳食;此外还有关于饮酒的法律,即让清醒的人担任宴会主持者,以及在军事训练中让他们通过练习成为两手并用的人,理由是不能双手中的一只手有用而另一只手没用。
Δράκοντος δὲ νόμοι μὲν εἰσί, πολιτείᾳ δʼ ὑπαρχούσῃ τοὺς νόμους ἔθηκεν· ἴδιον δʼ ἐν τοῖς νόμοις οὐδὲν ἔστιν ὅ τι καὶ μνείας ἄξιον, πλὴν ἡ χαλεπότης διὰ τὸ τῆς ζημίας μέγεθος.
至于德拉古,法律固然存在,但他是在已有国制的基础上制定法律的;在他的法律中,除了由于惩罚之大而带来的严酷性之外,没有任何独特且值得一提的地方。
ἐγένετο δὲ καὶ Πιττακὸς νόμων δημιουργὸς ἀλλʼ οὐ πολιτείας· νόμος δʼ ἴδιος αὐτοῦ τὸ τοὺς μεθύοντας, ἄν τι πταίσωσι, πλείω ζημίαν ἀποτίνειν τῶν νηφόντων· διὰ γὰρ τὸ πλείους ὑβρίζειν μεθύοντας ἢ νήφοντας οὐ πρὸς τὴν συγγνώμην ἀπέβλεψεν, ὅτι δεῖ μεθύουσιν ἔχειν μᾶλλον, ἀλλὰ πρὸς τὸ συμφέρον.
庇塔科斯也成了法律的创制者,而非国制的创制者;他独特的法律是,醉酒者若犯下过失,应支付比清醒者更多的罚金;因为由于醉酒者比清醒者更容易犯下暴行,他并没有着眼于应该对醉酒者更为宽容的借口,而是着眼于公共利益。
ἐγένετο δὲ καὶ Ἀνδροδάμας Ῥηγῖνος νομοθέτης Χαλκιδεῦσι τοῖς ἐπὶ Θρᾴκης, οὗ τὰ περί τε τὰ φονικὰ καὶ τὰς ἐπικλήρους ἐστίν· οὐ μὴν ἀλλὰ ἴδιόν γε οὐδὲν αὐτοῦ λέγειν ἔχοι τις ἄν.
雷吉翁人安德罗达马斯也成为了色雷斯地区卡尔基斯人的立法者,留有关于杀人以及女继承人的法律;然而,人们也无法说出任何关于他的独特法条。
τὰ μὲν οὖν περὶ τὰς πολιτείας, τάς τε κυρίας καὶ τὰς ὑπὸ τινῶν εἰρημένας, ἔστω τεθεωρημένα τὸν τρόπον τοῦτον.
那么,关于国制,无论是实际实行的还是由某些人提出的,就以此种方式考察完毕吧。