§2.1272aκαὶ συσσίτια παρʼ ἀμφοτέροις ἔστιν, καὶ τό γε ἀρχαῖον ἐκάλουν οἱ Λάκωνες οὐ φιδίτια ἀλλὰ ἀνδρεῖα, καθάπερ οἱ Κρῆτες, ᾗ καὶ δῆλον ὅτι ἐκεῖθεν ἐλήλυθεν.
また、共同食事(スッシティアー)が双方の側に存在し、古くはラコニア人はそれを「ピディティア」ではなく、クレータ人と同様に「アンドレイア(男の食事)」と呼んでおり、このことからもそれがそこから伝わったことは明らかである。
ἔτι δὲ τῆς πολιτείας ἡ τάξις.
さらに、国制の組織についてもそうである。
οἱ μὲν γὰρ ἔφοροι τὴν αὐτὴν ἔχουσι δύναμιν τοῖς ἐν τῇ Κρήτῃ καλουμένοις κόσμοις, πλὴν οἱ μὲν ἔφοροι πέντε τὸν ἀριθμὸν οἱ δὲ κόσμοι δέκα εἰσίν·
すなわち、一方ではエポロス(監督官)たちは、クレータで「コスモス(整秩序官)」と呼ばれる者たちと同じ権限を持っているが、ただしエポロスたちの数は5人であり、コスモスたちの数は10人である。
οἱ δὲ γέροντες τοῖς γέρουσιν, οὓς καλοῦσιν οἱ Κρῆτες βουλήν, ἴσοι·
他方、長老(ゲロン)たちは、クレータ人が「評議会(ブーレー)」と呼ぶ長老たちと同等である。
βασιλεία δὲ πρότερον μὲν ἦν, εἶτα κατέλυσαν οἱ Κρῆτες, καὶ τὴν ἡγεμονίαν οἱ κόσμοι τὴν κατὰ πόλεμον ἔχουσιν·
また王制は、以前は存在したが、そののちクレータ人はこれを廃止し、戦争における指揮権はコスモスたちが有している。
ἐκκλησίας δὲ μετέχουσι πάντες, κυρία δʼ οὐδενός ἐστιν ἀλλʼ ἢ συνεπιψηφίσαι τὰ δόξαντα τοῖς γέρουσι καὶ τοῖς κόσμοις.
民会(エックレーシア)には全員が参加するが、それは長老たちとコスモスたちによって決定された事項を共同で承認する以外には、いかなる決定権も持たない。
τὰ μὲν οὖν τῶν συσσιτίων ἔχει βέλτιον τοῖς Κρησὶν ἢ τοῖς Λάκωσιν.
さて、共同食事に関する制度は、ラコニア人におけるよりもクレータ人における方が優れた状態にある。
ἐν μὲν γὰρ Λακεδαίμονι κατὰ κεφαλὴν ἕκαστος εἰσφέρει τὸ τεταγμένον, εἰ δὲ μή, μετέχειν νόμος κωλύει τῆς πολιτείας, καθάπερ εἴρηται καὶ πρότερον, ἐν δὲ Κρήτῃ κοινοτέρως·
というのも、ラケダイモンにおいては、各人が定められた額を一人頭で拠出し、もしそうしなければ、以前にも述べたように、国制に参与することを法律が禁じているからである。 これに対してクレータにおいては、より共同体的なやり方で行われている。
ἀπὸ πάντων γὰρ τῶν γινομένων καρπῶν τε καὶ βοσκημάτων δημοσίων, καὶ ἐκ τῶν φόρων οὓς φέρουσιν οἱ περίοικοι, τέτακται μέρος τὸ μὲν πρὸς τοὺς θεοὺς καὶ τὰς κοινὰς λειτουργίας, τὸ δὲ τοῖς συσσιτίοις, ὥστʼ ἐκ κοινοῦ τρέφεσθαι πάντας, καὶ γυναῖκας καὶ παῖδας καὶ ἄνδρας·
すなわち、収穫されるすべての農産物や公有地からの家畜、ならびに周辺自由民が納める貢納の中から、ある割合が、一方は神々への奉仕と共同の奉仕活動(レイトゥルギアー)に、他方は共同食事のために割り当てられており、その結果、女性も子供も男性も、全員が公共の財源から養われるからである。
πρὸς δὲ τὴν ὀλιγοσιτίαν ὡς ὠφέλιμον πολλὰ πεφιλοσόφηκεν ὁ νομοθέτης, καὶ πρὸς τὴν διάζευξιν τῶν γυναικῶν, ἵνα μὴ πολυτεκνῶσι, τὴν πρὸς τοὺς ἄρρενας ποιήσας ὁμιλίαν, περὶ ἧς εἰ φαύλως ἢ μὴ φαύλως, ἕτερος ἔσται τοῦ διασκέψασθαι καιρός.
また、小食が有益なものであるとして、立法者はそれに向けて多くの工夫を凝らしており、また女性たちの分離に向けても、子供が多くなりすぎないように、男性同士の交わりを設けることで工夫している。 これについて、それが拙劣であるか否かを検討するのは、別の機会に譲る。
ὅτι δὴ τὰ περὶ τὰ συσσίτια βέλτιον τέτακται τοῖς Κρησὶν ἢ τοῖς Λάκωσι, φανερόν·
したがって、共同食事に関する事柄が、ラコニア人におけるよりもクレータ人における方がより良く組織されていることは、明らかである。
τὰ δὲ περὶ τοὺς κόσμους ἔτι χεῖρον τῶν ἐφόρων.
しかし、コスモスに関する制度は、エポロスよりもさらに悪い。
ὃ μὲν γὰρ ἔχει κακὸν τὸ τῶν ἐφόρων ἀρχεῖον, ὑπάρχει καὶ τούτοις (γίνονται γὰρ οἱ τυχόντες), ὃ δʼ ἐκεῖ συμφέρει πρὸς τὴν πολιτείαν, ἐνταῦθʼ οὐκ ἔστιν.
というのも、エポロスの役職が持っている弊害は、彼らにも存在しており、(なぜなら平凡な人々が就任するからである)、他方、あちらで国制に資している利点は、こちらには存在しないからである。
ἐκεῖ μὲν γάρ, διὰ τὸ τὴν αἵρεσιν ἐκ πάντων εἶναι, μετέχων ὁ δῆμος τῆς μεγίστης ἀρχῆς βούλεται μένειν τὴν πολιτείαν· ἐνταῦθα δʼ οὐκ ἐξ ἁπάντων αἱροῦνται τοὺς κόσμους ἀλλʼ ἐκ τινῶν γενῶν, καὶ τοὺς γέροντας ἐκ τῶν κεκοσμηκότων, περὶ ὧν τοὺς αὐτοὺς ἄν τις εἴπειε λόγους καὶ περὶ τῶν ἐν Λακεδαίμονι γινομένων·
すなわち、あちらでは、すべての者から選出されるために、民衆が最大の官職に参加することで国制が維持されることを望むのに対して、こちらでは、すべての者からコスモスを選出するのではなく、特定の家系からのみ選出し、また長老たちをコスモスを務めたことのある者たちから選出するからであり、彼らについては、ラケダイモンで行われていることについて言うのとまったく同じ議論をすることになるだろう。
τὸ γὰρ ἀνυπεύθυνον καὶ τὸ διὰ βίου μεῖζόν ἐστι γέρας τῆς ἀξίας αὐτοῖς, καὶ τὸ μὴ κατὰ γράμματα ἄρχειν ἀλλʼ αὐτογνώμονας ἐπισφαλές.
すなわち、責任を問われないことや、終身であることは、彼らにとってその値打ちを超えた過分な特権であり、また成文法に従わず、自らの判断によって支配することは危険だからである。
τὸ δʼ ἡσυχάζειν μὴ μετέχοντα τὸν δῆμον οὐδὲν σημεῖον τοῦ τετάχθαι καλῶς.
また、民衆が参政権を持たずに平穏にしていることは、良好に組織されていることのいかなる証拠でもない。
οὐδὲν γὰρ λήμματος ἔστι τοῖς κόσμοις ὥσπερ τοῖς ἐφόροις, πόρρω γʼ ἀποικοῦσιν ἐν νήσῳ τῶν διαφθερούντων.
なぜなら、コスモスたちにはエポロスたちのような不当な利得の機会がないからである。 彼らは懐柔しようとする者たちから遠く離れた、島の中に暮らしているからである。