Humanitext Reader

亚里士多德 · 政治学 §2.1272a

克里特的共同饮食与整秩序官制度的弊端

第 37 段,共 155 段 · 希腊语

内容简介

本段将克里特的共同饮食和官职组织与斯巴达进行对比。在赞赏克里特共同饮食之公共性的同时,深刻批评了由特定家族选出的整秩序官(kosmoi)制度的弊端与缺乏问责。

§2.1272aκαὶ συσσίτια παρʼ ἀμφοτέροις ἔστιν, καὶ τό γε ἀρχαῖον ἐκάλουν οἱ Λάκωνες οὐ φιδίτια ἀλλὰ ἀνδρεῖα, καθάπερ οἱ Κρῆτες, ᾗ καὶ δῆλον ὅτι ἐκεῖθεν ἐλήλυθεν.
双方都存在共同饮食,且古时候拉科尼亚人不称其为“比狄蒂亚”而称其为“安德雷亚(男子食堂)”,正如克里特人所称的那样,由此也清楚地表明它来自那里。
ἔτι δὲ τῆς πολιτείας ἡ τάξις.
此外,还有国制的组织。
οἱ μὲν γὰρ ἔφοροι τὴν αὐτὴν ἔχουσι δύναμιν τοῖς ἐν τῇ Κρήτῃ καλουμένοις κόσμοις, πλὴν οἱ μὲν ἔφοροι πέντε τὸν ἀριθμὸν οἱ δὲ κόσμοι δέκα εἰσίν· οἱ δὲ γέροντες τοῖς γέρουσιν, οὓς καλοῦσιν οἱ Κρῆτες βουλήν, ἴσοι· βασιλεία δὲ πρότερον μὲν ἦν, εἶτα κατέλυσαν οἱ Κρῆτες, καὶ τὴν ἡγεμονίαν οἱ κόσμοι τὴν κατὰ πόλεμον ἔχουσιν· ἐκκλησίας δὲ μετέχουσι πάντες, κυρία δʼ οὐδενός ἐστιν ἀλλʼ ἢ συνεπιψηφίσαι τὰ δόξαντα τοῖς γέρουσι καὶ τοῖς κόσμοις.
因为一方面,监察官与克里特被称为“科斯莫斯(整秩序官)”的人具有相同的权力,不过监察官人数为五人,而整秩序官为十人;另一方面,长老与克里特人称为“议会”的长老们相等;另外,王制以前是存在的,但后来克里特人废除了它,而战争中的军事指挥权则由整秩序官所掌握;所有人都参加公民大会,但除了投票赞成长老和整秩序官所决定的事项之外,它没有任何决定权。
τὰ μὲν οὖν τῶν συσσιτίων ἔχει βέλτιον τοῖς Κρησὶν ἢ τοῖς Λάκωσιν.
因此,关于共同饮食的制度,克里特人比拉科尼亚人处于更好的状态。
ἐν μὲν γὰρ Λακεδαίμονι κατὰ κεφαλὴν ἕκαστος εἰσφέρει τὸ τεταγμένον, εἰ δὲ μή, μετέχειν νόμος κωλύει τῆς πολιτείας, καθάπερ εἴρηται καὶ πρότερον, ἐν δὲ Κρήτῃ κοινοτέρως· ἀπὸ πάντων γὰρ τῶν γινομένων καρπῶν τε καὶ βοσκημάτων δημοσίων, καὶ ἐκ τῶν φόρων οὓς φέρουσιν οἱ περίοικοι, τέτακται μέρος τὸ μὲν πρὸς τοὺς θεοὺς καὶ τὰς κοινὰς λειτουργίας, τὸ δὲ τοῖς συσσιτίοις, ὥστʼ ἐκ κοινοῦ τρέφεσθαι πάντας, καὶ γυναῖκας καὶ παῖδας καὶ ἄνδρας·
因为在拉栖代梦,每个人按人头缴纳规定的份额,否则,正如先前所说,法律便禁止他参与国制;而在克里特,则是以更具公共性的方式进行的;因为从所有产出的农产品和公有土地的牲畜中,以及从周边自由民所缴纳的税款中,规定了一定的份额,一部分用于神明和公共义务(服务),另一部分用于共同饮食,以便让所有人——无论是妇女、儿童还是男子——都由公共财产来供养。
πρὸς δὲ τὴν ὀλιγοσιτίαν ὡς ὠφέλιμον πολλὰ πεφιλοσόφηκεν ὁ νομοθέτης, καὶ πρὸς τὴν διάζευξιν τῶν γυναικῶν, ἵνα μὴ πολυτεκνῶσι, τὴν πρὸς τοὺς ἄρρενας ποιήσας ὁμιλίαν, περὶ ἧς εἰ φαύλως ἢ μὴ φαύλως, ἕτερος ἔσται τοῦ διασκέψασθαι καιρός.
此外,立法者为了减少饮食(节食)这一有益之事想出了许多办法,也为了使妇女分离,免得生育过多,从而设立了男性之间的交往。 至于这件事是好是坏,将会有另一个时机来进行考察。
ὅτι δὴ τὰ περὶ τὰ συσσίτια βέλτιον τέτακται τοῖς Κρησὶν ἢ τοῖς Λάκωσι, φανερόν· τὰ δὲ περὶ τοὺς κόσμους ἔτι χεῖρον τῶν ἐφόρων.
显然,关于共同饮食的事情在克里特人那里比在拉科尼亚人那里安排得更好;但关于整秩序官的制度则比监察官的还要糟糕。
ὃ μὲν γὰρ ἔχει κακὸν τὸ τῶν ἐφόρων ἀρχεῖον, ὑπάρχει καὶ τούτοις (γίνονται γὰρ οἱ τυχόντες), ὃ δʼ ἐκεῖ συμφέρει πρὸς τὴν πολιτείαν, ἐνταῦθʼ οὐκ ἔστιν.
因为监察官公署所具有的弊端在他们身上同样存在,(因为任何平庸的人都能当选),而在那里对国制有利的东西,在这里却不复存在。
ἐκεῖ μὲν γάρ, διὰ τὸ τὴν αἵρεσιν ἐκ πάντων εἶναι, μετέχων ὁ δῆμος τῆς μεγίστης ἀρχῆς βούλεται μένειν τὴν πολιτείαν· ἐνταῦθα δʼ οὐκ ἐξ ἁπάντων αἱροῦνται τοὺς κόσμους ἀλλʼ ἐκ τινῶν γενῶν, καὶ τοὺς γέροντας ἐκ τῶν κεκοσμηκότων, περὶ ὧν τοὺς αὐτοὺς ἄν τις εἴπειε λόγους καὶ περὶ τῶν ἐν Λακεδαίμονι γινομένων· τὸ γὰρ ἀνυπεύθυνον καὶ τὸ διὰ βίου μεῖζόν ἐστι γέρας τῆς ἀξίας αὐτοῖς, καὶ τὸ μὴ κατὰ γράμματα ἄρχειν ἀλλʼ αὐτογνώμονας ἐπισφαλές.
因为在那里,由于是从所有人中选举,民众通过参与这一最大官职而希望维持国制;而在这里,他们并非从所有人中选举整秩序官,而是从某些特定的家族中选举,并且从担任过整秩序官的人中选举长老,关于他们,人们可以说是可以用与讨论拉栖代梦的情况相同的议论;因为不受追究和终身任期,对他们来说是超出其价值的过大特权,而不依据成文法、仅凭自身意愿来统治是危险的。
τὸ δʼ ἡσυχάζειν μὴ μετέχοντα τὸν δῆμον οὐδὲν σημεῖον τοῦ τετάχθαι καλῶς.
而民众在不参与政权的情况下保持平静,绝非制度安排良好的证明。
οὐδὲν γὰρ λήμματος ἔστι τοῖς κόσμοις ὥσπερ τοῖς ἐφόροις, πόρρω γʼ ἀποικοῦσιν ἐν νήσῳ τῶν διαφθερούντων.
因为整秩序官不像监察官那样有获取利益的机会,因为他们居住在远离那些企图腐蚀他们之人的岛上。

词汇与语法注释

  1. 1272aᾗ καὶ δῆλον ὅτι ἐκεῖθεν ἐλήλυθεν — 关系代词单数阴性与格的副词性用法 ᾗ(意为“由此”、“以何种方式”),指代前面提到的名称一致性。ἐκεῖθεν(从那里)指克里特,而动词 ἐλήλυθεν 的主语暗指共同饮食的制度。
  2. 1272aκυρία δʼ οὐδενός ἐστιν ἀλλʼ ἢ συνεπιψηφίσαι τὰ δόξαντα — 在否定词 οὐδενός 之后的组合 ἀλλʼ ἤ 起到“除了……之外(不)”的限定作用。不定式 συνεπιψηφίσαι(共同表决)依赖于形容词 κυρία,用以限定公民大会权力的范围。
  3. 1272aἐν δὲ Κρήτῃ κοινοτέρως· ἀπὸ πάντων γὰρ — 与前文的 ἐν μὲν γὰρ Λακεδαίμονι ... 每个人缴纳 相对比,副词 κοινοτέρως(更具公共性地)后面省略了如 ἔχει 或 γίνεται 这样的动词。随后的 γάρ 从句详细解释了这一公共制度的具体运作方式。
  4. 1272aτὴν πρὸς τοὺς ἄρρενας ποιήσας ὁμιλίαν — 分词 ποιήσας(设立、建立)与主句的主语(ὁ νομοθέτης,“立法者”)一致,表示手段。名词 ὁμιλία(交往、交往关系)配有介词短语 τὴν πρὸς τοὺς ἄρρενας,在此语境下指的是男性之间的同性交往。

引用这一段

亚里士多德, 政治学 §2.1272a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:2.1272a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。