§2.1266bτοῦτο δὲ κατοικιζομέναις μὲν εὐθὺς οὐ χαλεπὸν ᾤετο ποιεῖν, τὰς δʼ ἤδη κατοικουμένας ἐργωδέστερον μέν, ὅμως δὲ τάχιστʼ ἂν ὁμαλισθῆναι τῷ τὰς προῖκας τοὺς μὲν πλουσίους διδόναι μὲν λαμβάνειν δὲ μή, τοὺς δὲ πένητας μὴ διδόναι μὲν λαμβάνειν δέ.
彼は、新たに建国される城邦においてこれを行うことは、最初からは困難ではないと考えた。 しかし、すでに住民が居住している城邦においては、より骨の折れる仕事であるものの、富裕な者が持参金を与えはするが受け取らず、貧しい者が持参金を与えはしないが受け取るようにすることによって、最も速やかに平準化されうるだろうと考えた。
Πλάτων δὲ τοὺς Νόμους γράφων μέχρι μέν τινος ᾤετο δεῖν ἐᾶν, πλεῖον δὲ τοῦ πενταπλασίαν εἶναι τῆς ἐλαχίστης μηδενὶ τῶν πολιτῶν ἐξουσίαν εἶναι κτήσασθαι, καθάπερ εἴρηται καὶ πρότερον.
一方プラトンは、『法律』を執筆する際、ある限度までは不平等を容認すべきだと考えたが、以前にも述べたように、市民の誰も最小の財産の5倍を超える財産を所有する権限を持つべきではないと考えた。
δεῖ δὲ μηδὲ τοῦτο λανθάνειν τοὺς οὕτω νομοθετοῦντας, ὃ λανθάνει νῦν, ὅτι τὸ τῆς οὐσίας τάττοντας πλῆθος προσήκει καὶ τῶν τέκνων τὸ πλῆθος τάττειν·
しかし、そのように立法する人々は、現在見落とされている次のこと、すなわち、財産の数量を定めるなら、子供の数も定めるのが適当であるという点を見落ってはならない。
ἐὰν γὰρ ὑπεραίρῃ τῆς οὐσίας τὸ μέγεθος ὁ τῶν τέκνων ἀριθμός, ἀνάγκη τόν γε νόμον λύεσθαι, καὶ χωρὶς τῆς λύσεως φαῦλον τὸ πολλοὺς ἐκ πλουσίων γίνεσθαι πένητας·
なぜなら、もし子供の数が財産の規模を超えて多くなるなら、法律は破綻せざるを得ず、また破綻を別にしても、多くの者が富裕な状態から貧しくなるのは悪いことだからである。
ἔργον γὰρ μὴ νεωτεροποιοὺς εἶναι τοὺς τοιούτους.
なぜなら、そのような人々が反乱を企てないようにすることは困難だからである。
διότι μὲν οὖν ἔχει τινὰ δύναμιν εἰς τὴν πολιτικὴν κοινωνίαν ἡ τῆς οὐσίας ὁμαλότης, καὶ τῶν πάλαι τινὲς φαίνονται διεγνωκότες, οἷον καὶ Σόλων ἐνομοθέτησεν, καὶ παρʼ ἄλλοις ἔστι νόμος ὃς κωλύει κτᾶσθαι γῆν ὁπόσην ἂν βούληταί τις, ὁμοίως δὲ καὶ τὴν οὐσίαν πωλεῖν οἱ νόμοι κωλύουσιν, ὥσπερ ἐν Λοκροῖς νόμος ἐστὶ μὴ πωλεῖν ἐὰν μὴ φανερὰν ἀτυχίαν δείξῃ συμβεβηκυῖαν, ἔτι δὲ τοὺς παλαιοὺς κλήρους διασῴζειν (τοῦτο δὲ λυθὲν καὶ περὶ Λευκάδα δημοτικὴν ἐποίησε λίαν τὴν πολιτείαν αὐτῶν·
したがって、財産の平準化が国家共同体に対して何らかの影響力を持つということは、昔の人々の中にも認識していたと思われる者がおり、例えばソロンもそのように立法したし、他の人々の間にも、望むだけの土地を所有することを禁じる法律が存在する。 同様に、財産を売却することを法律が禁じている場合もあり、例えばロクロイには、明白な不運が生じたことを証明しない限り売却してはならないという法律がある。 さらに、古い分け前を維持し続けることを命じる法律もある(これが破られたため、レウカスにおいても彼らの国制は過度に民主的なものとなってしまった。
οὐ γὰρ ἔτι συνέβαινεν ἀπὸ τῶν ὡρισμένων τιμημάτων εἰς τὰς ἀρχὰς βαδίζειν)·
もはや定められた財産格付けから官職に就くということが行われなくなったからである)。
ἀλλʼ ἔστι τὴν ἰσότητα μὲν ὑπάρχειν τῆς οὐσίας, ταύτην δʼ ἢ λίαν εἶναι πολλήν, ὥστε τρυφᾶν, ἢ λίαν ὀλίγην, ὥστε ζῆν γλίσχρως.
しかし、財産の平等は存在するものの、それが過度に多くて贅沢に流れるか、あるいは過度に少なくて貧しく暮らすことになるという事態もありうる。
δῆλον οὖν ὡς οὐχ ἱκανὸν τὸ τὰς οὐσίας ἴσας ποιῆσαι τὸν νομοθέτην, ἀλλὰ τοῦ μέσου στοχαστέον.
それゆえ、立法者が単に財産を等しくするだけでは不十分であり、中庸を目指さなければならないことは明らかである。
ἔτι δʼ εἴ τις καὶ τὴν μετρίαν τάξειεν οὐσίαν πᾶσιν, οὐδὲν ὄφελος·
さらに、たとえ誰かがすべての人に中程度の財産を定めたとしても、何の効果もない。
μᾶλλον γὰρ δεῖ τὰς ἐπιθυμίας ὁμαλίζειν ἢ τὰς οὐσίας, τοῦτο δʼ οὐκ ἔστι μὴ παιδευομένοις ἱκανῶς ὑπὸ τῶν νόμων.
なぜなら、財産よりもむしろ欲望を平準化すべきであり、これは法律によって十分に教育されていなければ不可能だからである。
ἀλλʼ ἴσως ἂν εἴπειεν ὁ Φαλέας ὅτι ταῦτα τυγχάνει λέγων αὐτός·
しかし、おそらくファレアスは、自分自身が言っているのもまさにこれらであると主張するかもしれない。
οἴεται γὰρ δυοῖν τούτοιν ἰσότητα δεῖν ὑπάρχειν ταῖς πόλεσιν, κτήσεως καὶ παιδείας.
なぜなら彼は、所有と教育という、これら二つの事柄の平等が国家に備わるべきだと考えているからである。
ἀλλὰ τήν παιδείαν ἥτις ἔσται δεῖ λέγειν, καὶ τὸ μίαν εἶναι καὶ τὴν αὐτὴν οὐδὲν ὄφελος·
しかし、その教育がどのようなものであるべきかを語らねばならず、ただ一つであり同一であるとするだけでは何の効果もない。
ἔστι γὰρ τὴν αὐτὴν μὲν εἶναι καὶ μίαν, ἀλλὰ ταύτην εἶναι τοιαύτην ἐξ ἧς ἔσονται προαιρετικοὶ τοῦ πλεονεκτεῖν ἢ χρημάτων ἢ τιμῆς ἢ συναμφοτέρων.
なぜなら、同一で一つでありながらも、財産や名誉、あるいはその両方において他者より多くを得ようとする性質を育むような教育であることもありうるからである。
ἔτι στασιάζουσιν οὐ μόνον διὰ τὴν ἀνισότητα τῆς κτήσεως, ἀλλὰ καὶ διὰ τὴν τῶν τιμῶν, τοὐναντίον δὲ περὶ ἑκάτερον·
さらに、人々が内紛を起こすのは、所有の不平等だけでなく、名誉の不平等によってでもあり、その現れ方はそれぞれについて反対である。
οἱ μὲν γὰρ πολλοὶ διὰ τὸ περὶ τὰς κτήσεις ἄνισον,
すなわち、大衆は財産の不平等のために内紛を起こすが、