§2.1266bτοῦτο δὲ κατοικιζομέναις μὲν εὐθὺς οὐ χαλεπὸν ᾤετο ποιεῖν, τὰς δʼ ἤδη κατοικουμένας ἐργωδέστερον μέν, ὅμως δὲ τάχιστʼ ἂν ὁμαλισθῆναι τῷ τὰς προῖκας τοὺς μὲν πλουσίους διδόναι μὲν λαμβάνειν δὲ μή, τοὺς δὲ πένητας μὴ διδόναι μὲν λαμβάνειν δέ.
他认为,对于正在新建的城邦,立即实行这一点并不困难;但对于已经建立的城邦,虽然较为费力,但通过让富人只送出嫁妆而不接受,而穷人只接受而不送出嫁妆,仍能最快地实现均等。
Πλάτων δὲ τοὺς Νόμους γράφων μέχρι μέν τινος ᾤετο δεῖν ἐᾶν, πλεῖον δὲ τοῦ πενταπλασίαν εἶναι τῆς ἐλαχίστης μηδενὶ τῶν πολιτῶν ἐξουσίαν εἶναι κτήσασθαι, καθάπερ εἴρηται καὶ πρότερον.
而柏拉图在撰写《法律》时,认为在一定限度内应当允许资产不平等,但正如先前所说,任何公民都不应有权拥有超过最小份额五倍的财产。
δεῖ δὲ μηδὲ τοῦτο λανθάνειν τοὺς οὕτω νομοθετοῦντας, ὃ λανθάνει νῦν, ὅτι τὸ τῆς οὐσίας τάττοντας πλῆθος προσήκει καὶ τῶν τέκνων τὸ πλῆθος τάττειν·
但是,如此立法的学者不应忽视以下这一点——而这一点在目前正被忽视:在规定财产数量的同时,也应当规定子女的数量。
ἐὰν γὰρ ὑπεραίρῃ τῆς οὐσίας τὸ μέγεθος ὁ τῶν τέκνων ἀριθμός, ἀνάγκη τόν γε νόμον λύεσθαι, καὶ χωρὶς τῆς λύσεως φαῦλον τὸ πολλοὺς ἐκ πλουσίων γίνεσθαι πένητας· ἔργον γὰρ μὴ νεωτεροποιοὺς εἶναι τοὺς τοιούτους.
因为如果子女的人数超出了财产的承载限度,法律就必然会被废除;而且撇开法律废除不谈,许多人由富变穷也是一件坏事,因为这样的人很难不成为变革者。
διότι μὲν οὖν ἔχει τινὰ δύναμιν εἰς τὴν πολιτικὴν κοινωνίαν ἡ τῆς οὐσίας ὁμαλότης, καὶ τῶν πάλαι τινὲς φαίνονται διεγνωκότες, οἷον καὶ Σόλων ἐνομοθέτησεν, καὶ παρʼ ἄλλοις ἔστι νόμος ὃς κωλύει κτᾶσθαι γῆν ὁπόσην ἂν βούληταί τις, ὁμοίως δὲ καὶ τὴν οὐσίαν πωλεῖν οἱ νόμοι κωλύουσιν, ὥσπερ ἐν Λοκροῖς νόμος ἐστὶ μὴ πωλεῖν ἐὰν μὴ φανερὰν ἀτυχίαν δείξῃ συμβεβηκυῖαν, ἔτι δὲ τοὺς παλαιοὺς κλήρους διασῴζειν (τοῦτο δὲ λυθὲν καὶ περὶ Λευκάδα δημοτικὴν ἐποίησε λίαν τὴν πολιτείαν αὐτῶν· οὐ γὰρ ἔτι συνέβαινεν ἀπὸ τῶν ὡρισμένων τιμημάτων εἰς τὰς ἀρχὰς βαδίζειν)·
因此,财产的均等对政治共同体具有某种影响力,这显然连一些古人也已经认识到了,例如梭伦就曾这样立法,而且在其他城邦也有法律阻止任何人获取任意数量的土地。 同样地,法律也禁止出售财产,正如在洛克里有一条法律规定:除非能证明发生了显而易见的厄运,否则不得出售财产。 此外,还有法律规定必须保留古代的份地(这一制度被废除后,在莱乌卡斯也使他们的国制变得过于民主;因为人们不再能根据规定的财产等级来担任官职了)。
ἀλλʼ ἔστι τὴν ἰσότητα μὲν ὑπάρχειν τῆς οὐσίας, ταύτην δʼ ἢ λίαν εἶναι πολλήν, ὥστε τρυφᾶν, ἢ λίαν ὀλίγην, ὥστε ζῆν γλίσχρως.
但在拥有财产平等的同时,这一财产也可能要么数量过大以致生活奢靡,要么数量过少以致生活穷困。
δῆλον οὖν ὡς οὐχ ἱκανὸν τὸ τὰς οὐσίας ἴσας ποιῆσαι τὸν νομοθέτην, ἀλλὰ τοῦ μέσου στοχαστέον.
因此很明显,立法者仅仅使财产均等是不够的,还必须以中庸为目标。
ἔτι δʼ εἴ τις καὶ τὴν μετρίαν τάξειεν οὐσίαν πᾶσιν, οὐδὲν ὄφελος· μᾶλλον γὰρ δεῖ τὰς ἐπιθυμίας ὁμαλίζειν ἢ τὰς οὐσίας, τοῦτο δʼ οὐκ ἔστι μὴ παιδευομένοις ἱκανῶς ὑπὸ τῶν νόμων.
此外,即使有人为所有人规定了适度的财产,也没有用处;因为比起平整财产,人们更应该平整欲望,而如果不受法律的充分教育,这是不可能做到的。
ἀλλʼ ἴσως ἂν εἴπειεν ὁ Φαλέας ὅτι ταῦτα τυγχάνει λέγων αὐτός· οἴεται γὰρ δυοῖν τούτοιν ἰσότητα δεῖν ὑπάρχειν ταῖς πόλεσιν, κτήσεως καὶ παιδείας.
不过,斐利亚也许会说,这恰恰是他自己所主张的;因为他认为城邦中应该存在这两者的平等:财产所有和教育。
ἀλλὰ τήν παιδείαν ἥτις ἔσται δεῖ λέγειν, καὶ τὸ μίαν εἶναι καὶ τὴν αὐτὴν οὐδὲν ὄφελος· ἔστι γὰρ τὴν αὐτὴν μὲν εἶναι καὶ μίαν, ἀλλὰ ταύτην εἶναι τοιαύτην ἐξ ἧς ἔσονται προαιρετικοὶ τοῦ πλεονεκτεῖν ἢ χρημάτων ἢ τιμῆς ἢ συναμφοτέρων.
然而,必须说明这将会是什么样的教育,而仅仅使教育是单一且相同的并无用处;因为教育可能是相同且单一的,但其性质却使得人们倾向于选择获取更多,无论是对金钱、对荣誉,还是两者兼而有之。
ἔτι στασιάζουσιν οὐ μόνον διὰ τὴν ἀνισότητα τῆς κτήσεως, ἀλλὰ καὶ διὰ τὴν τῶν τιμῶν, τοὐναντίον δὲ περὶ ἑκάτερον· οἱ μὲν γὰρ πολλοὶ διὰ τὸ περὶ τὰς κτήσεις ἄνισον,
此外,人们起内讧不仅是因为财产的不平等,还因为荣誉的不平等,而且对于这两者,其表现恰恰相反:因为大众是因为财产的不平等而起内讧,