§2.1265bὅτι δοκεῖ τοῦτο καὶ νῦν συμβαίνειν περὶ τὰς πόλεις.
このことが現在も諸国家において起こっていると考えられているからである。
δεῖ δὲ τοῦτʼ οὐχ ὁμοίως ἀκριβῶς ἔχειν περὶ τὰς πόλεις τότε καὶ νῦν·
しかし、このことは当時と現在の国家において同様に厳密であってはならない。
νῦν μὲν γὰρ οὐδεὶς ἀπορεῖ, διὰ τὸ μερίζεσθαι τὰς οὐσίας εἰς ὁποσονοῦν πλῆθος, τότε δὲ ἀδιαιρέτων οὐσῶν ἀνάγκη τοὺς παράζυγας μηδὲν ἔχειν, ἐάν τʼ ἐλάττους ὦσι τὸ πλῆθος ἐάν τε πλείους.
なぜなら、現在は財産が任意の数に分割されるために、誰も困窮しないが、当時は財産が分割不可能であるため、余剰の者たちは、その数が少なかれ多かれ、何も持たないことになるのが必然だからである。
μᾶλλον δὲ δεῖν ὑπολάβοι τις ἂν ὡρίσθαι τῆς οὐσίας τὴν τεκνοποιίαν, ὥστε ἀριθμοῦ τινὸς μὴ πλείονα γεννᾶν, τοῦτο δὲ τιθέναι τὸ πλῆθος ἀποβλέποντα πρὸς τὰς τύχας, ἂν συμβαίνῃ τελευτᾶν τινας τῶν γεννηθέντων, καὶ πρὸς τὴν τῶν ἄλλων ἀτεκνίαν.
むしろ、財産よりも子供を作ることを制限すべきであり、一定の数を超えて生まないようにすべきだと、人は考えるだろう。 そして、この数を定めるにあたっては、生まれた者の何人かが死ぬという偶然や、他の人々の無子嗣に目を向けながら行うべきである。
τὸ δʼ ἀφεῖσθαι, καθάπερ ἐν ταῖς πλείσταις πόλεσι, πενίας ἀναγκαῖον αἴτιον γίνεσθαι τοῖς πολίταις, ἡ δὲ πενία στάσιν ἐμποιεῖ καὶ κακουργίαν.
しかし、大部分の国家におけるように、これを放任することは、市民にとって貧困の不可避な原因となり、貧困は内紛と悪行を引き起こす。
Φείδων μὲν οὖν ὁ Κορίνθιος, ὢν νομοθέτης τῶν ἀρχαιοτάτων, τοὺς οἴκους ἴσους ᾠήθη δεῖν διαμένειν καὶ τὸ πλῆθος τῶν πολιτῶν, καὶ εἰ τὸ πρῶτον τοὺς κλήρους ἀνίσους εἶχον πάντες κατὰ μέγεθος·
ところで、最も古い立法者の一人であるコリントスのペイドンは、たとえ最初全員が大きさの異なる領地を持っていたとしても、家と市民の数は等しいまま維持されるべきだと考えた。
ἐν δὲ τοῖς νόμοις τούτοις τοὐναντίον ἐστίν.
しかし、これら『法律』においては、反対になっている。
ἀλλὰ περὶ μὲν τούτων πῶς οἰόμεθα βέλτιον ἂν ἔχειν, λεκτέον ὕστερον·
だが、これらについて、どのようにすればより良くなると我々が考えるかについては、後で語るべきである。
ἐλλέλειπται δʼ ἐν τοῖς νόμοις τούτοις καὶ τὰ περὶ τοὺς ἄρχοντας πῶς ἔσονται διαφέροντες τῶν ἀρχομένων.
また、これら『法律』においては、支配者たちが被支配者たちとどのように異なるべきかという点も書き落とされている。
φησὶ γὰρ δεῖν, ὥσπερ ἐξ ἑτέρου τὸ στημόνιον ἐρίου γίνεται τῆς κρόκης, οὕτω καὶ τοὺς ἄρχοντας ἔχειν πρὸς τοὺς ἀρχομένους.
なぜなら、彼は、縦糸が横糸とは異なる羊毛から作られるように、支配者たちも被支配者たちに対してそのようでなければならない、と言っているからである。
ἐπεὶ δὲ τὴν πᾶσαν οὐσίαν ἐφίησι γίνεσθαι μείζονα μέχρι πενταπλασίας, διὰ τί τοῦτʼ οὐκ ἂν εἴη ἐπὶ τῆς γῆς μέχρι τινός;
また、総財産については5倍にまで増えることを許容しているのに、なぜ土地についても一定の限度までそうであってはならないのだろうか。
καὶ τὴν τῶν οἰκοπέδων δὲ διαίρεσιν δεῖ σκοπεῖν, μή ποτʼ οὐ συμφέρει πρὸς οἰκονομίαν·
また、宅地の分割についても、それが家計管理にとって不都合ではないか検討すべきである。
δύο γὰρ οἰκόπεδα ἑκάστῳ ἔνειμε διελὼν χωρίς, χαλεπὸν δὲ οἰκίας δύο οἰκεῖν.
なぜなら、彼は各人に、離れて分けられた二つの宅地を割り当てたが、二つの家に住むことは困難だからである。
ἡ δὲ σύνταξις ὅλη βούλεται μὲν εἶναι μήτε δημοκρατία μήτε ὀλιγαρχία, μέση δὲ τούτων, ἣν καλοῦσι πολιτείαν·
国制の全体的な組織は、民主制でも寡頭制でもなく、それらの中間であり、人々が『ポリテイア(国制)』と呼ぶものを目指している。
ἐκ γὰρ τῶν ὁπλιτευόντων ἐστίν.
なぜなら、それは重装歩兵として従軍する人々から構成されているからである。
εἰ μὲν οὖν ὡς κοινοτάτην ταύτην κατασκευάζει ταῖς πόλεσι τῶν ἄλλων πολιτειῶν, καλῶς εἴρηκεν ἴσως·
したがって、もし彼がこれを、他の国制の中で諸国家にとって最も共通に採用しうるものとして構想しているなら、おそらく良く言われている。
εἰ δʼ ὡς ἀρίστην μετὰ τὴν πρώτην πολιτείαν, οὐ καλῶς.
しかし、もしこれを、第一の国制に次ぐ最善のものとして構想しているなら、良くない。
τάχα γὰρ τὴν τῶν Λακώνων ἄν τις ἐπαινέσειε μᾶλλον, ἢ κἂν ἄλλην τινὰ ἀριστοκρατικωτέραν.
なぜなら、おそらく人はスパルタの国制か、あるいは何か他のより貴族制的な国制をより称賛するだろうからである。
ἔνιοι μὲν οὖν λέγουσιν ὡς δεῖ τὴν ἀρίστην πολιτείαν ἐξ ἁπασῶν εἶναι τῶν πολιτειῶν μεμειγμένην, διὸ καὶ τὴν τῶν Λακεδαιμονίων ἐπαινοῦσιν (εἶναι γὰρ αὐτὴν οἱ μὲν ἐξ ὀλιγαρχίας καὶ μοναρχίας καὶ δημοκρατίας φασίν, λέγοντες τὴν μὲν βασιλείαν μοναρχίαν, τὴν δὲ τῶν γερόντων ἀρχὴν ὀλιγαρχίαν, δημοκρατεῖσθαι δὲ κατὰ τὴν τῶν ἐφόρων ἀρχὴν διὰ τὸ ἐκ τοῦ δήμου εἶναι τοὺς ἐφόρους· οἱ δὲ τὴν μὲν ἐφορείαν εἶναι τυραννίδα, δημοκρατεῖσθαι δὲ κατά τε τὰ συσσίτια καὶ τὸν ἄλλον βίον τὸν καθʼ ἡμέραν)·
そこで、最善の国制はすべての国制を混合したものであるべきだと主張する人々がおり、それゆえに彼らはラケダイモン人の国制を称賛する。 (なぜなら、ある人々はそれが寡頭制、君主制、民主制から成り立っていると言い、王政を君主制、長老会による支配を寡頭制、エフォロスの職を、エフォロスたちが民衆から選ばれるがゆえに民主制的な要素であると言うからである。 また、他の人々はエフォロス職を僭主制とし、共同食事やその他の日常の生活習慣において民主制的に運営されていると言うからである。 )