§2.1265bὅτι δοκεῖ τοῦτο καὶ νῦν συμβαίνειν περὶ τὰς πόλεις.
因为这在目前的城邦中似乎也确实在发生。
δεῖ δὲ τοῦτʼ οὐχ ὁμοίως ἀκριβῶς ἔχειν περὶ τὰς πόλεις τότε καὶ νῦν·
但当时与现在的城邦在这一点上不应要求同样的精确性。
νῦν μὲν γὰρ οὐδεὶς ἀπορεῖ, διὰ τὸ μερίζεσθαι τὰς οὐσίας εἰς ὁποσονοῦν πλῆθος, τότε δὲ ἀδιαιρέτων οὐσῶν ἀνάγκη τοὺς παράζυγας μηδὲν ἔχειν, ἐάν τʼ ἐλάττους ὦσι τὸ πλῆθος ἐάν τε πλείους.
因为在目前,由于财产可以分给任意数量的人,没有人会陷入困境;但在当时,由于份地不可分割,那些多余的继承人必然会一无所有,无论他们人数是多是少。
μᾶλλον δὲ δεῖν ὑπολάβοι τις ἂν ὡρίσθαι τῆς οὐσίας τὴν τεκνοποιίαν, ὥστε ἀριθμοῦ τινὸς μὴ πλείονα γεννᾶν, τοῦτο δὲ τιθέναι τὸ πλῆθος ἀποβλέποντα πρὸς τὰς τύχας, ἂν συμβαίνῃ τελευτᾶν τινας τῶν γεννηθέντων, καὶ πρὸς τὴν τῶν ἄλλων ἀτεκνίαν.
人们也许会认为,比起财产,更应当限制子女的生育,以便不出生超过某一特定数量的孩子,并且在确定这一数量时应当考虑到变故,即万一出生的人中有人夭折,以及考虑到其他人的无嗣。
τὸ δʼ ἀφεῖσθαι, καθάπερ ἐν ταῖς πλείσταις πόλεσι, πενίας ἀναγκαῖον αἴτιον γίνεσθαι τοῖς πολίταις, ἡ δὲ πενία στάσιν ἐμποιεῖ καὶ κακουργίαν.
而对此放任不管,就像在大多数城邦中所做的那样,必然会成为公民贫困的原因,而贫困会滋生内讧和作恶。
Φείδων μὲν οὖν ὁ Κορίνθιος, ὢν νομοθέτης τῶν ἀρχαιοτάτων, τοὺς οἴκους ἴσους ᾠήθη δεῖν διαμένειν καὶ τὸ πλῆθος τῶν πολιτῶν, καὶ εἰ τὸ πρῶτον τοὺς κλήρους ἀνίσους εἶχον πάντες κατὰ μέγεθος· ἐν δὲ τοῖς νόμοις τούτοις τοὐναντίον ἐστίν.
因此,最古老的立法者之一科林斯的斐冬认为,即便起初所有人拥有的份地面积不等,家园的数量和公民的人数也必须保持均等;但在这些《法律》中,情况恰恰相反。
ἀλλὰ περὶ μὲν τούτων πῶς οἰόμεθα βέλτιον ἂν ἔχειν, λεκτέον ὕστερον·
不过,关于这些事情怎样规定才会更好,我们将在以后讨论。
ἐλλέλειπται δʼ ἐν τοῖς νόμοις τούτοις καὶ τὰ περὶ τοὺς ἄρχοντας πῶς ἔσονται διαφέροντες τῶν ἀρχομένων.
此外,在这些《法律》中还遗漏了关于统治者应当如何不同于被统治者的规定。
φησὶ γὰρ δεῖν, ὥσπερ ἐξ ἑτέρου τὸ στημόνιον ἐρίου γίνεται τῆς κρόκης, οὕτω καὶ τοὺς ἄρχοντας ἔχειν πρὸς τοὺς ἀρχομένους.
因为他说,正如经线是由与纬线不同的羊毛织成的一样,统治者相对于被统治者也应当是如此。
ἐπεὶ δὲ τὴν πᾶσαν οὐσίαν ἐφίησι γίνεσθαι μείζονα μέχρι πενταπλασίας, διὰ τί τοῦτʼ οὐκ ἂν εἴη ἐπὶ τῆς γῆς μέχρι τινός;
既然他允许总资产增加到五倍,为什么土地在一定限度内不能也允许如此呢?
καὶ τὴν τῶν οἰκοπέδων δὲ διαίρεσιν δεῖ σκοπεῖν, μή ποτʼ οὐ συμφέρει πρὸς οἰκονομίαν· δύο γὰρ οἰκόπεδα ἑκάστῳ ἔνειμε διελὼν χωρίς, χαλεπὸν δὲ οἰκίας δύο οἰκεῖν.
对于宅地的划分也必须予以审视,看它是否不利于家政管理;因为他给每个人分配了两处隔开的宅地,但在两处房子里居住是困难的。
ἡ δὲ σύνταξις ὅλη βούλεται μὲν εἶναι μήτε δημοκρατία μήτε ὀλιγαρχία, μέση δὲ τούτων, ἣν καλοῦσι πολιτείαν· ἐκ γὰρ τῶν ὁπλιτευόντων ἐστίν.
整个体制的设计既不想成为民主制,也不想成为寡头制,而是介于二者之间,即人们所称的“国制”;因为它是由拥有重装步兵装备的人组成的。
εἰ μὲν οὖν ὡς κοινοτάτην ταύτην κατασκευάζει ταῖς πόλεσι τῶν ἄλλων πολιτειῶν, καλῶς εἴρηκεν ἴσως· εἰ δʼ ὡς ἀρίστην μετὰ τὴν πρώτην πολιτείαν, οὐ καλῶς.
如果他是为了使这一制度成为对各城邦而言在其他国制中最为普遍适用的制度,那么他也许说得很对;但如果是作为仅次于第一种国制的最优制度,那就说得不对了。
τάχα γὰρ τὴν τῶν Λακώνων ἄν τις ἐπαινέσειε μᾶλλον, ἢ κἂν ἄλλην τινὰ ἀριστοκρατικωτέραν.
因为人们或许会更多地赞美拉科尼亚的制度,或者某种其他更具贵族制色彩的制度。
ἔνιοι μὲν οὖν λέγουσιν ὡς δεῖ τὴν ἀρίστην πολιτείαν ἐξ ἁπασῶν εἶναι τῶν πολιτειῶν μεμειγμένην, διὸ καὶ τὴν τῶν Λακεδαιμονίων ἐπαινοῦσιν (εἶναι γὰρ αὐτὴν οἱ μὲν ἐξ ὀλιγαρχίας καὶ μοναρχίας καὶ δημοκρατίας φασίν, λέγοντες τὴν μὲν βασιλείαν μοναρχίαν, τὴν δὲ τῶν γερόντων ἀρχὴν ὀλιγαρχίαν, δημοκρατεῖσθαι δὲ κατὰ τὴν τῶν ἐφόρων ἀρχὴν διὰ τὸ ἐκ τοῦ δήμου εἶναι τοὺς ἐφόρους· οἱ δὲ τὴν μὲν ἐφορείαν εἶναι τυραννίδα, δημοκρατεῖσθαι δὲ κατά τε τὰ συσσίτια καὶ τὸν ἄλλον βίον τὸν καθʼ ἡμέραν)·
因此,有人说最优秀的国制应当是所有国制的混合体,因而他们也赞美拉克代蒙人的国制(因为有人说它是由寡头制、君主制和民主制混合而成的,称王权为君主制,长老会议的统治为寡头制,而由于监察官是从平民中选出的,所以通过监察官的职权来实行民主;但另一些人则认为监察官职权是一种僭主制,而民主制是体现在公共伙食和日常的其他生活中)。