§6.1περὶ μὲν οὖν τῆς ἐν ἑξαμέτροις μιμητικῆς καὶ περὶ κωμῳδίας ὕστερον ἐροῦμεν· περὶ δὲ τραγῳδίας λέγωμεν ἀναλαβόντες αὐτῆς ἐκ τῶν εἰρημένων τὸν γινόμενον ὅρον τῆς οὐσίας.
それゆえ、ヘクサメトロスによる模倣芸術および喜劇については後に語ることとし、悲劇については、これまで述べられたことから得られるその本質の定義を回収して、議論を始めることにしよう。
§6.2ἔστιν οὖν τραγῳδία μίμησις πράξεως σπουδαίας καὶ τελείας μέγεθος ἐχούσης, ἡδυσμένῳ λόγῳ χωρὶς ἑκάστῳ τῶν εἰδῶν ἐν τοῖς μορίοις, δρώντων καὶ οὐ δι’ ἀπαγγελίας, δι’ ἐλέου καὶ φόβου περαίνουσα τὴν τῶν τοιούτων παθημάτων κάθαρσιν.
したがって、悲劇とは、価値ある完結した、一定の大きさを持つ行為の模倣であり、それぞれの要素が部分ごとに別々に用いられた、心地よく調えられた言葉によるものであり、行為する人々を通じてであって叙述によるのではなく、憐れみと恐れを通じて、そのような感情の浄化を達成するものである。
§6.3λέγω δὲ ἡδυσμένον μὲν λόγον τὸν ἔχοντα ῥυθμὸν καὶ ἁρμονίαν, §6.4τὸ δὲ χωρὶς τοῖς εἴδεσι τὸ διὰ μέτρων ἔνια μόνον περαίνεσθαι καὶ πάλιν ἕτερα διὰ μέλους.
ここで「心地よく調えられた言葉」とは、リズムとメロディを持つ言葉を意味し、「要素が部分ごとに別々に」とは、ある部分は韻律のみで、他の部分は歌を伴って達成されることを意味する。
§6.5ἐπεὶ δὲ πράττοντες ποιοῦνται τὴν μίμησιν, πρῶτον μὲν ἐξ ἀνάγκης ἂν εἴη τι μόριον τραγῳδίας ὁ τῆς ὄψεως κόσμος·
模倣を行うのは行為する人々であるから、第一に、視覚的演出が悲劇の不可避的な一要素となる。
εἶτα μελοποιία καὶ λέξις,
次いで、作詞と作曲である。
§6.6ἐν τούτοις γὰρ ποιοῦνται τὴν μίμησιν.
なぜなら、これらによって彼らは模倣を行うからである。
λέγω δὲ λέξιν μὲν αὐτὴν τὴν τῶν μέτρων σύνθεσιν, μελοποιίαν δὲ ὃ τὴν δύναμιν φανερὰν ἔχει πᾶσαν.
ここで「作詞」とは、韻律それ自体の組み合わせを意味し、「作曲」とは、その効果を完全に明白に持つものである。
§6.7ἐπεὶ δὲ πράξεώς ἐστι μίμησις, πράττεται δὲ ὑπὸ τινῶν πραττόντων, οὓς ἀνάγκη ποιούς τινας εἶναι κατά τε τὸ ἦθος καὶ τὴν διάνοιαν (διὰ γὰρ τούτων καὶ τὰς πράξεις εἶναί φαμεν ποιάς τινας, καὶ κατὰ ταύτας καὶ τυγχάνουσι καὶ ἀποτυγχάνουσι πάντες),
また、悲劇は行為の模倣であり、それは行為する特定の人々によって行われるが、彼らは性格と知性において、必然的にある特定の性質を持っていなければならない(なぜなら、これらによって私たちは行為もまた特定の性質を持つと言うのであり、これらに従って、すべての人が成功したり失敗したりするからである)。
§6.8ἔστιν δὲ τῆς μὲν πράξεως ὁ μῦθος ἡ μίμησις, λέγω γὰρ μῦθον τοῦτον τὴν σύνθεσιν τῶν πραγμάτων, τὰ δὲ ἤθη, καθ’ ὃ ποιούς τινας εἶναί φαμεν τοὺς πράττοντας, διάνοιαν δέ, ἐν ὅσοις λέγοντες ἀποδεικνύασίν τι ἢ καὶ ἀποφαίνονται γνώμην—
そして、行為の模倣がプロットであり(私はここでプロットを出来事の組み立てという意味で用いている)、性格とは、行為する人々が特定の性質を持つと私たちが言う基準であり、知性とは、語ることによって何かを証明したり、意見を表明したりするすべてのものである。
§6.9ἀνάγκη οὖν πάσης τῆς τραγῳδίας μέρη εἶναι ἕξ, καθ’ ὃ ποιά τις ἐστὶν ἡ τραγῳδία·
したがって、すべての悲劇には、悲劇を特定の性質のものとする六つの構成要素が必然的に備わっている。
ταῦτα δ’ ἐστὶ μῦθος καὶ ἤθη καὶ λέξις καὶ διάνοια καὶ ὄψις καὶ μελοποιία.
すなわち、プロット、性格、表現、知性、視覚的演出、作曲である。
§6.10οἷς μὲν γὰρ μιμοῦνται, δύο μέρη ἐστίν, ὡς δὲ μιμοῦνται, ἕν, ἃ δὲ μιμοῦνται, τρία, καὶ παρὰ ταῦτα οὐδέν.
なぜなら、模倣を行う手段となる要素は二つ、模倣を行う仕方が一つ、模倣する対象が三つであり、これら以外には何もないからである。
§6.11τούτοις μὲν οὖν † οὐκ ὀλίγοι αὐτῶν † ὡς εἰπεῖν κέχρηνται τοῖς εἴδεσιν·
したがって、彼らのうち少なくない人々が、言わばこれらの要素を用いてきた。
καὶ γὰρ † ὄψις ἔχει πᾶν † καὶ ἦθος καὶ μῦθον καὶ λέξιν καὶ μέλος καὶ διάνοιαν ὡσαύτως.
というのも、あらゆる悲劇が、視覚的演出、性格、プロット、表現、歌、そして知性を同様に備えているからである。
§6.12μέγιστον δὲ τούτων ἐστὶν ἡ τῶν πραγμάτων σύστασις.
これらのうちで最も重要なのは、出来事の組み立てである。
ἡ γὰρ τραγῳδία μίμησίς ἐστιν οὐκ ἀνθρώπων ἀλλὰ πράξεων καὶ βίου·
なぜなら、悲劇は人間の模倣ではなく、行為と人生の模倣だからである。