§6.1περὶ μὲν οὖν τῆς ἐν ἑξαμέτροις μιμητικῆς καὶ περὶ κωμῳδίας ὕστερον ἐροῦμεν· περὶ δὲ τραγῳδίας λέγωμεν ἀναλαβόντες αὐτῆς ἐκ τῶν εἰρημένων τὸν γινόμενον ὅρον τῆς οὐσίας.
关于六步格中的模仿艺术以及喜剧,我们稍后再谈;但现在让我们来谈谈悲剧,并从已有的论述中提炼出它本质的定义。
§6.2ἔστιν οὖν τραγῳδία μίμησις πράξεως σπουδαίας καὶ τελείας μέγεθος ἐχούσης, ἡδυσμένῳ λόγῳ χωρὶς ἑκάστῳ τῶν εἰδῶν ἐν τοῖς μορίοις, δρώντων καὶ οὐ δι’ ἀπαγγελίας, δι’ ἐλέου καὶ φόβου περαίνουσα τὴν τῶν τοιούτων παθημάτων κάθαρσιν.
因而,悲剧是对一个严肃、完整且具有一定长度的行动的模仿;它的媒介是经过美化的言语,各种美化手段分别用于不同的部分;它通过行动者而非叙述来展开;通过怜悯与恐惧来达成这些情感的净化。
§6.3λέγω δὲ ἡδυσμένον μὲν λόγον τὸν ἔχοντα ῥυθμὸν καὶ ἁρμονίαν, §6.4τὸ δὲ χωρὶς τοῖς εἴδεσι τὸ διὰ μέτρων ἔνια μόνον περαίνεσθαι καὶ πάλιν ἕτερα διὰ μέλους.
我所说的“经过美化的言语”,是指具有节奏和旋律的言语,而“各种手段分别用于不同的部分”,是指某些部分仅通过韵律来完成,而另一些部分则通过歌曲来完成。
§6.5ἐπεὶ δὲ πράττοντες ποιοῦνται τὴν μίμησιν, πρῶτον μὲν ἐξ ἀνάγκης ἂν εἴη τι μόριον τραγῳδίας ὁ τῆς ὄψεως κόσμος· εἶτα μελοποιία καὶ λέξις, §6.6ἐν τούτοις γὰρ ποιοῦνται τὴν μίμησιν.
既然他们是通过行动来进行模仿,那么首先,视觉效果的装饰必然是悲剧的一个组成部分;其次是歌曲创作和言语表达,因为他们正是通过这些来进行模仿的。
λέγω δὲ λέξιν μὲν αὐτὴν τὴν τῶν μέτρων σύνθεσιν, μελοποιίαν δὲ ὃ τὴν δύναμιν φανερὰν ἔχει πᾶσαν.
我所说的“言语表达”是指韵律本身的组合,而“歌曲创作”则是指其效果完全显而易见的东西。
§6.7ἐπεὶ δὲ πράξεώς ἐστι μίμησις, πράττεται δὲ ὑπὸ τινῶν πραττόντων, οὓς ἀνάγκη ποιούς τινας εἶναι κατά τε τὸ ἦθος καὶ τὴν διάνοιαν (διὰ γὰρ τούτων καὶ τὰς πράξεις εἶναί φαμεν ποιάς τινας, καὶ κατὰ ταύτας καὶ τυγχάνουσι καὶ ἀποτυγχάνουσι πάντες), §6.8ἔστιν δὲ τῆς μὲν πράξεως ὁ μῦθος ἡ μίμησις, λέγω γὰρ μῦθον τοῦτον τὴν σύνθεσιν τῶν πραγμάτων, τὰ δὲ ἤθη, καθ’ ὃ ποιούς τινας εἶναί φαμεν τοὺς πράττοντας, διάνοιαν δέ, ἐν ὅσοις λέγοντες ἀποδεικνύασίν τι ἢ καὶ ἀποφαίνονται γνώμην— §6.9ἀνάγκη οὖν πάσης τῆς τραγῳδίας μέρη εἶναι ἕξ, καθ’ ὃ ποιά τις ἐστὶν ἡ τραγῳδία· ταῦτα δ’ ἐστὶ μῦθος καὶ ἤθη καὶ λέξις καὶ διάνοια καὶ ὄψις καὶ μελοποιία.
既然悲剧是对行动的模仿,而行动是由某些行动着的人进行的,这些人必然在性格和思想两方面都具有某种特定的品质(因为正是通过这些,我们才说行动也具有某种特定的品质,并且所有人的成功或失败也都取决于这些),而对行动的模仿就是情节——我所说的“情节”是指各种事件的安排——而“性格”则是我们据以判定行动者具有某种品质的依据,“思想”则是指他们在说话时用以论证某事或表达观点的所有表现—— 因此,每一部悲剧都必然有六个组成部分,悲剧正是据此具有某种品质的;这些部分就是情节、性格、言语表达、思想、视觉效果和歌曲创作。
§6.10οἷς μὲν γὰρ μιμοῦνται, δύο μέρη ἐστίν, ὡς δὲ μιμοῦνται, ἕν, ἃ δὲ μιμοῦνται, τρία, καὶ παρὰ ταῦτα οὐδέν.
因为他们用以模仿的媒介有两个部分,模仿的方式有一个部分,而模仿的对象有三个部分,除此以外别无他物。
§6.11τούτοις μὲν οὖν † οὐκ ὀλίγοι αὐτῶν † ὡς εἰπεῖν κέχρηνται τοῖς εἴδεσιν· καὶ γὰρ † ὄψις ἔχει πᾶν † καὶ ἦθος καὶ μῦθον καὶ λέξιν καὶ μέλος καὶ διάνοιαν ὡσαύτως.
因此,可以说他们中不少人都使用过这些成分;因为每部悲剧同样都具有视觉效果、性格、情节、言语表达、歌曲和思想。
§6.12μέγιστον δὲ τούτων ἐστὶν ἡ τῶν πραγμάτων σύστασις.
而在这些部分中,最重要的是事件的安排(即情节)。
ἡ γὰρ τραγῳδία μίμησίς ἐστιν οὐκ ἀνθρώπων ἀλλὰ πράξεων καὶ βίου·
因为悲剧所模仿的不是人,而是行动和生活。