§22.1λέξεως δὲ ἀρετὴ σαφῆ καὶ μὴ ταπεινὴν εἶναι.
文体の徳(優れた点)とは、明瞭であり、かつ卑俗でないことである。
§22.2σαφεστάτη μὲν οὖν ἐστιν ἡ ἐκ τῶν κυρίων ὀνομάτων, ἀλλὰ ταπεινή·
したがって、最も明瞭なのは通常語から成る文体であるが、それは卑俗である。
παράδειγμα δὲ ἡ Κλεοφῶντος ποίησις καὶ ἡ Σθενέλου.
その例としては、クレオポンの詩やステネロスの詩がある。
§22.3σεμνὴ δὲ καὶ ἐξαλλάττουσα τὸ ἰδιωτικὸν ἡ τοῖς ξενικοῖς κεχρημένη·
一方、日常的な表現から脱して荘重なのは、不慣れな言葉を用いているものである。
ξενικὸν δὲ λέγω γλῶτταν καὶ μεταφορὰν καὶ ἐπέκτασιν καὶ πᾶν τὸ παρὰ τὸ κύριον.
私が不慣れな言葉と呼ぶのは、外来語、比喩、引き伸ばされた語、および通常語以外のすべてである。
§22.4ἀλλ’ ἄν τις ἅπαντα τοιαῦτα ποιήσῃ, ἢ αἴνιγμα ἔσται ἢ βαρβαρισμός·
しかし、もし誰かがそのような言葉だけで全体を作るならば、謎か、あるいは野蛮語になるだろう。
ἂν μὲν οὖν ἐκ μεταφορῶν, αἴνιγμα, ἐὰν δὲ ἐκ γλωττῶν, βαρβαρισμός.
すなわち、比喩から成るなら謎であり、外来語から成るなら野蛮語である。
§22.5αἰνίγματός τε γὰρ ἰδέα αὕτη ἐστί, τὸ λέγοντα ὑπάρχοντα ἀδύνατα συνάψαι·
なぜなら、謎の本質とは、現実に存在することを語りながら、不可能な組み合わせを結合することだからである。
κατὰ μὲν οὖν τὴν τῶν ἄλλων ὀνομάτων σύνθεσιν οὐχ οἷόν τε τοῦτο ποιῆσαι, κατὰ δὲ τὴν μεταφορῶν ἐνδέχεται, οἷον
ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα,
καὶ τὰ τοιαῦτα.
他の語の構成によってはこれを行うことはできないが、比喩の構成によれば可能である。 例えば、「私はある男が、火によって青銅を別の男の上に密着させるのを見た」のような類である。
§22.6τὰ δὲ ἐκ τῶν γλωττῶν βαρβαρισμός.
また、外来語から成るものは野蛮語である。
§22.7δεῖ ἄρα κεκρᾶσθαί πως τούτοις·
したがって、これらは何らかの方法で混ざり合っていなければならない。
τὸ μὲν γὰρ τὸ μὴ ἰδιωτικὸν ποιήσει μηδὲ ταπεινόν, οἷον ἡ γλῶττα καὶ ἡ μεταφορὰ καὶ ὁ κόσμος καὶ τἆλλα τὰ εἰρημένα εἴδη, τὸ δὲ κύριον τὴν σαφήνειαν.
なぜなら、一方(不慣れな言葉の類)は日常的でなく卑俗でもないものにするだろう――例えば、外来語、比喩、修飾語、および先に述べた他の種類の語などである――。 他方、通常語は明瞭さをもたらすだろう。
§22.8οὐκ ἐλάχιστον δὲ μέρος συμβάλλεται εἰς τὸ σαφὲς τῆς λέξεως καὶ μὴ ἰδιωτικὸν αἱ ἐπεκτάσεις καὶ ἀποκοπαὶ καὶ ἐξαλλαγαὶ τῶν ὀνομάτων·
また、引き伸ばされた語、短縮された語、変形された語は、文体の明瞭さと非日常さに決して小さくない貢献をする。
διὰ μὲν γὰρ τὸ ἄλλως ἔχειν ἢ ὡς τὸ κύριον παρὰ τὸ εἰωθὸς γιγνόμενον τὸ μὴ ἰδιωτικὸν ποιήσει, διὰ δὲ τὸ κοινωνεῖν τοῦ εἰωθότος τὸ σαφὲς ἔσται.
なぜなら、通常語とは異なるあり方をして日常的な慣用から外れることによって、それは非日常的なものにする一方で、日常的な慣用を分かち合っていることによって、明瞭さをもたらすからである。
§22.9ὥστε οὐκ ὀρθῶς ψέγουσιν οἱ ἐπιτιμῶντες τῷ τοιούτῳ τρόπῳ τῆς διαλέκτου καὶ διακωμῳδοῦντες τὸν ποιητήν, οἷον Εὐκλείδης ὁ ἀρχαῖος, ὡς ῥᾴδιον ὂν ποιεῖν εἴ τις δώσει ἐκτείνειν ἐφ’ ὁπόσον βούλεται, ἰαμβοποιήσας ἐν αὐτῇ τῇ λέξει
Ἐπιχάρην εἶδον Μαραθῶνάδε βαδίζοντα,
καὶ
οὐκ † ἂν γεράμενος † τὸν ἐκείνου ἐλλέβορον. §22.10τὸ μὲν οὖν φαίνεσθαί πως χρώμενον τούτῳ τῷ τρόπῳ γελοῖον·
したがって、このような語り口を非難し、詩人を嘲笑する者たちは正しくない。 例えば、古のエウクレイデスは、語を引き伸ばすことを望み通りに許すなら詩を作るのは容易であると主張し、まさにそのような語り口を用いてアイアンボス詩を次のように作った。 「私はエピカレスがマラトンへ歩いていくのを見た」および「彼のヘレボルスを……」このように、何らかの形で[極端な]使い方をしていることが目立ってしまうのは滑稽である。
τὸ δὲ μέτρον κοινὸν ἁπάντων ἐστὶ τῶν μερῶν·
しかし、適度はあらゆる要素において共通の尺度である。
§22.11καὶ γὰρ μεταφοραῖς καὶ γλώτταις καὶ τοῖς ἄλλοις εἴδεσι χρώμενος ἀπρεπῶς καὶ ἐπίτηδες ἐπὶ τὰ γελοῖα τὸ αὐτὸ ἂν ἀπεργάσαιτο.
なぜなら、比喩や外来語やその他の種類を不適切に、かつ滑稽さを狙ってわざと用いる者も、同様の[滑稽な]効果をもたらすだろうからである。
§22.12τὸ δὲ ἁρμόττον ὅσον διαφέρει ἐπὶ τῶν ἐπῶν θεωρείσθω ἐντιθεμένων τῶν ὀνομάτων εἰς τὸ μέτρον.
しかし、ふさわしい用い方がどれほど異なるかは、叙事詩において[これらの通常でない]語を韻律に組み込んでみることで観察されるべきである。
§22.13καὶ ἐπὶ τῆς γλώττης δὲ καὶ ἐπὶ τῶν μεταφορῶν καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν μετατιθεὶς ἄν τις τὰ κύρια ὀνόματα κατίδοι ὅτι ἀληθῆ λέγομεν·
外来語についても、比喩についても、他の形式についても、通常語に置き換えてみれば、我々の言うことが真実であることが分かるだろう。
οἷον τὸ αὐτὸ ποιήσαντος ἰαμβεῖον Αἰσχύλου καὶ Εὐριπίδου, ἓν δὲ μόνον ὄνομα μεταθέντος, ἀντὶ κυρίου εἰωθότος γλῶτταν, τὸ μὲν φαίνεται καλὸν τὸ δ’ εὐτελές.
例えば、アイスキュロスとエウリピデスが同じアイアンボス詩の一行を作り、ただ一つの語だけを、通常の使い慣れた語の代わりに外来語に置き換えたところ、一方は美しく見え、他方は貧弱に見える。
Αἰσχύλος μὲν γὰρ ἐν τῷ Φιλοκτήτῃ ἐποίησε
"
φαγέδαιναν ἥ μου σάρκας ἐσθίει ποδός,
"
ὁ δὲ ἀντὶ τοῦ ἐσθίει τὸ θοινᾶται μετέθηκεν.
アイスキュロスは『フィロクテテス』において、「私の足の肉を喰らう(ἐσθίει)潰瘍」と書いたが、エウリピデスは「喰らう」の代わりに「貪り食う(θοινᾶται)」に置き換えた。
καὶ
"
νῦν δέ μ’ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἀεικής,
"
εἴ τις λέγοι τὰ κύρια μετατιθεὶς
"
νῦν δέ μ’ ἐὼν μικρός τε καὶ ἀσθενικὸς καὶ ἀειδής· "
καὶ
"
δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν,
"
"
δίφρον μοχθηρὸν καταθεὶς μικράν τε τράπεζαν· "
καὶ τὸ
ἠιόνες βοόωσιν,
ἠιόνες κράζουσιν.
また、「今は、私を、小さく(ὀλίγος)、取るに足らず、見苦しい者が」に対して、通常語に置き換えて、「今は、私を、小柄で(μικρός)、弱々しく、醜い者が」と言ってみるならば、また、「見窄らしい椅子と貧弱な(ὀλίγην)食卓を置き」に対し、「粗末な椅子と小さな(μικράν)食卓を置き」とするならば、また、「岸辺が叫ぶ(βοόωσιν)」に対して、「岸辺が喚く(κράζουσιν)」とするならば、同様である。
§22.14ἔτι δὲ Ἀριφράδης τοὺς τραγῳδοὺς ἐκωμῴδει ὅτι ἃ οὐδεὶς ἂν εἴπειεν ἐν τῇ διαλέκτῳ τούτοις χρῶνται, οἷον τὸ δωμάτων ἄπο ἀλλὰ μὴ ἀπὸ δωμάτων, καὶ τὸ σέθεν καὶ τὸ ἐγὼ δέ νιν καὶ τὸ Ἀχιλλέως πέρι ἀλλὰ μὴ περὶ Ἀχιλλέως, καὶ ὅσα ἄλλα τοιαῦτα.
さらに、アリプラデスは悲劇作家たちを嘲笑して、日常の会話では誰も言わないような表現を用いていると難じた。 例えば、「家々から(δωμάτων ἄπο)」であって「アポ・ドーマツォーン(ἀπὸ δωμάτων)」ではないもの、あるいは「汝の(σέθεν)」や「我は彼を(ἐγὼ δέ νιν)」、「アキレウスについて(Ἀχιλλέως πέρι)」であって「ペリ・アキレウース(περὶ Ἀχιλλέως)」ではないもの、その他これに類するすべてである。
§22.15διὰ γὰρ τὸ μὴ εἶναι ἐν τοῖς κυρίοις ποιεῖ τὸ μὴ ἰδιωτικὸν ἐν τῇ λέξει ἅπαντα τὰ τοιαῦτα·
なぜなら、これらすべての表現は、通常語の中に存在しないということそのものによって、文体において日常的でない性質を生み出すからである。
ἐκεῖνος δὲ τοῦτο ἠγνόει.
しかし、彼はこのことを理解していなかった。
§22.16ἔστιν δὲ μέγα μὲν τὸ ἑκάστῳ τῶν εἰρημένων πρεπόντως χρῆσθαι, καὶ διπλοῖς ὀνόμασι καὶ γλώτταις, πολὺ δὲ μέγιστον τὸ μεταφορικὸν εἶναι.
述べられたもののそれぞれを適切に用いること、すなわち複合語や外来語を適切に用いることは優れたことであるが、はるかに最も重要なのは、比喩に長けていることである。
§22.17μόνον γὰρ τοῦτο οὔτε παρ’ ἄλλου ἔστι λαβεῖν εὐφυΐας τε σημεῖόν ἐστι·
これだけは他者から学ぶことができず、天賦の才能の証だからである。
τὸ γὰρ εὖ μεταφέρειν τὸ τὸ ὅμοιον θεωρεῖν ἐστιν.
なぜなら、優れた比喩を作るということは、類似性を見通すことだからである。
§22.18τῶν δ’ ὀνομάτων τὰ μὲν διπλᾶ μάλιστα ἁρμόττει τοῖς διθυράμβοις, αἱ δὲ γλῶτται τοῖς ἡρωικοῖς, αἱ δὲ μεταφοραὶ τοῖς ἰαμβείοις.
語のうち、複合語はジテュランボスに最も適しており、外来語は叙事詩に、比喩はアイアンボス詩に適している。
§22.19καὶ ἐν μὲν τοῖς ἡρωικοῖς ἅπαντα χρήσιμα τὰ εἰρημένα, ἐν δὲ τοῖς ἰαμβείοις διὰ τὸ ὅτι μάλιστα λέξιν μιμεῖσθαι ταῦτα ἁρμόττει τῶν ὀνομάτων ὅσοις κἂν ἐν λόγοις τις χρήσαιτο·
そして、叙事詩においては述べられたものすべてが有用であるが、アイアンボス詩においては、それが可能な限り日常の話し言葉を模倣するものであるがゆえに、散文においても用いられるような語が適している。
ἔστι δὲ τὰ τοιαῦτα τὸ κύριον καὶ μεταφορὰ καὶ κόσμος.
そのような語とは、通常語、比喩、修飾語である。
§22.20περὶ μὲν οὖν τραγῳδίας καὶ τῆς ἐν τῷ πράττειν μιμήσεως ἔστω ἡμῖν ἱκανὰ τὰ εἰρημένα.
さて、悲劇、および行動を通じた模倣については、これまでに述べたことで十分としよう。