§22.1λέξεως δὲ ἀρετὴ σαφῆ καὶ μὴ ταπεινὴν εἶναι.
文体的优点在于明晰而不流于鄙俗。
§22.2σαφεστάτη μὲν οὖν ἐστιν ἡ ἐκ τῶν κυρίων ὀνομάτων, ἀλλὰ ταπεινή· παράδειγμα δὲ ἡ Κλεοφῶντος ποίησις καὶ ἡ Σθενέλου.
因此,由常用词组成的文体最明晰,但 ¦20慢鄙俗;克勒奥丰和斯塞内洛斯的诗歌就是例子。
§22.3σεμνὴ δὲ καὶ ἐξαλλάττουσα τὸ ἰδιωτικὸν ἡ τοῖς ξενικοῖς κεχρημένη·
另一方面,使用外来词语的文体是庄重而脱俗的。
ξενικὸν δὲ λέγω γλῶτταν καὶ μεταφορὰν καὶ ἐπέκτασιν καὶ πᾶν τὸ παρὰ τὸ κύριον.
我所说的外来词语是指外来词、隐喻、延长词以及一切不同于常用词的词。
§22.4ἀλλ’ ἄν τις ἅπαντα τοιαῦτα ποιήσῃ, ἢ αἴνιγμα ἔσται ἢ βαρβαρισμός· ἂν μὲν οὖν ἐκ μεταφορῶν, αἴνιγμα, ἐὰν δὲ ἐκ γλωττῶν, βαρβαρισμός.
然而,如果有人完全用这类词语进行创作,其结果不是谜语,就是 ¦25 蛮语;如果由隐喻组成,就是谜语;如果由外来词组成,就是蛮语。
§22.5αἰνίγματός τε γὰρ ἰδέα αὕτη ἐστί, τὸ λέγοντα ὑπάρχοντα ἀδύνατα συνάψαι·
因为谜语的特征就在于:在叙述真实事物的同时,将不可能的组合连结在一起。
κατὰ μὲν οὖν τὴν τῶν ἄλλων ὀνομάτων σύνθεσιν οὐχ οἷόν τε τοῦτο ποιῆσαι, κατὰ δὲ τὴν μεταφορῶν ἐνδέχεται, οἷον
ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα,
καὶ τὰ τοιαῦτα.
通过其他词的组合无法做到这一点,但通过隐喻的组合却可以做到,例如: “我看见一个男子用火将青铜 ¦30 粘在另一个男子身上,” 以及诸如此类的诗句。
§22.6τὰ δὲ ἐκ τῶν γλωττῶν βαρβαρισμός.
而完全由外来词组成的则是蛮语。
§22.7δεῖ ἄρα κεκρᾶσθαί πως τούτοις·
因此,这些词语必须以某种方式混合在一起。
τὸ μὲν γὰρ τὸ μὴ ἰδιωτικὸν ποιήσει μηδὲ ταπεινόν, οἷον ἡ γλῶττα καὶ ἡ μεταφορὰ καὶ ὁ κόσμος καὶ τἆλλα τὰ εἰρημένα εἴδη, τὸ δὲ κύριον τὴν σαφήνειαν.
因为一方(外来词语之类)能使语言不流于俗套和卑俗——例如外来词、隐喻、修饰语以及其他提到的 ¦34 种类——,而常用词则能保证明晰性。
§22.8οὐκ ἐλάχιστον δὲ μέρος συμβάλλεται εἰς τὸ σαφὲς τῆς λέξεως καὶ μὴ ἰδιωτικὸν αἱ ἐπεκτάσεις καὶ ἀποκοπαὶ καὶ ἐξαλλαγαὶ τῶν ὀνομάτων·
此外,词的延长、缩短和变体对于文体的明晰与不流于俗套 ¦1 也有着不小的贡献。
διὰ μὲν γὰρ τὸ ἄλλως ἔχειν ἢ ὡς τὸ κύριον παρὰ τὸ εἰωθὸς γιγνόμενον τὸ μὴ ἰδιωτικὸν ποιήσει, διὰ δὲ τὸ κοινωνεῖν τοῦ εἰωθότος τὸ σαφὲς ἔσται.
因为通过与常用形式不同并脱离常规,它们能够使语言不俗;而通过 ¦5 共享常规习惯,它们又能确保明晰。
§22.9ὥστε οὐκ ὀρθῶς ψέγουσιν οἱ ἐπιτιμῶντες τῷ τοιούτῳ τρόπῳ τῆς διαλέκτου καὶ διακωμῳδοῦντες τὸν ποιητήν, οἷον Εὐκλείδης ὁ ἀρχαῖος, ὡς ῥᾴδιον ὂν ποιεῖν εἴ τις δώσει ἐκτείνειν ἐφ’ ὁπόσον βούλεται, ἰαμβοποιήσας ἐν αὐτῇ τῇ λέξει
Ἐπιχάρην εἶδον Μαραθῶνάδε βαδίζοντα,
καὶ
οὐκ † ἂν γεράμενος † τὸν ἐκείνου ἐλλέβορον.
因此,那些指责这类谈吐方式并嘲讽诗人的人是不正确的。 例如,古人尤克里德斯曾说,如果允许人们随意延长词语,那么作诗就很容易了。 他用这种风格创作了一首双音步诗: “我看见埃皮哈雷斯 ¦10 步行前往马拉松,” 以及: “不能……他的藜芦。
§22.10τὸ μὲν οὖν φαίνεσθαί πως χρώμενον τούτῳ τῷ τρόπῳ γελοῖον· τὸ δὲ μέτρον κοινὸν ἁπάντων ἐστὶ τῶν μερῶν·
” 如果让人觉得是以某种方式[极端地]使用这种手法,那自然是可笑的;但是,适度是所有这些成分共同的尺度。
§22.11καὶ γὰρ μεταφοραῖς καὶ γλώτταις καὶ τοῖς ἄλλοις εἴδεσι χρώμενος ἀπρεπῶς καὶ ἐπίτηδες ἐπὶ τὰ γελοῖα τὸ αὐτὸ ἂν ἀπεργάσαιτο.
因为,如果一个人不恰当地、并故意为了达到可笑效果而使用隐喻、外来词和其他种类, ¦15 也会产生同样的结果。
§22.12τὸ δὲ ἁρμόττον ὅσον διαφέρει ἐπὶ τῶν ἐπῶν θεωρείσθω ἐντιθεμένων τῶν ὀνομάτων εἰς τὸ μέτρον.
然而,在叙事诗中,只要将这些词纳入韵律,就能看出适当的使用有多么大的不同。
§22.13καὶ ἐπὶ τῆς γλώττης δὲ καὶ ἐπὶ τῶν μεταφορῶν καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν μετατιθεὶς ἄν τις τὰ κύρια ὀνόματα κατίδοι ὅτι ἀληθῆ λέγομεν·
如果有人把常用词代入到外来词、隐喻以及其他形式中,就会看出我们所说的是真理。
οἷον τὸ αὐτὸ ποιήσαντος ἰαμβεῖον Αἰσχύλου καὶ Εὐριπίδου, ἓν δὲ μόνον ὄνομα μεταθέντος, ἀντὶ κυρίου εἰωθότος γλῶτταν, τὸ μὲν φαίνεται καλὸν τὸ δ’ εὐτελές.
例如,埃斯库罗斯和欧里庇得斯 ¦20 创作了同一行双音步诗,但欧里庇得斯只换了一个词,用外来词代替了常用的习惯词,结果一个显得高雅,另一个则显得平庸。
Αἰσχύλος μὲν γὰρ ἐν τῷ Φιλοκτήτῃ ἐποίησε
"
φαγέδαιναν ἥ μου σάρκας ἐσθίει ποδός,
"
ὁ δὲ ἀντὶ τοῦ ἐσθίει τὸ θοινᾶται μετέθηκεν.
埃斯库罗斯在《菲洛克特特斯》中写道: “侵蚀(esthiei)我脚肉的溃疡,” 而欧里庇得斯则把“侵蚀”换成了“贪食”(thoinatai)。
καὶ
"
νῦν δέ μ’ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἀεικής,
"
εἴ τις λέγοι τὰ κύρια μετατιθεὶς
"
νῦν δέ μ’ ἐὼν μικρός τε καὶ ἀσθενικὸς καὶ ἀειδής·
此外, ¦25 “而今一个矮小(oligos)、无用且丑陋的人,” 如果有人代之以常用词而说: “而今一个瘦小(mikros)、虚弱且难看的人。
"
καὶ
"
δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν,
"
"
δίφρον μοχθηρὸν καταθεὶς μικράν τε τράπεζαν·
” 以及: “放下卑微的凳子和简陋(oligēn)的桌子,” ¦30 “放下破旧的凳子和小(mikran)桌子。
"
καὶ τὸ
ἠιόνες βοόωσιν,
ἠιόνες κράζουσιν.
” 以及: “海岸在咆哮(boōsin),” “海岸在嚎叫(krazousin)。
§22.14ἔτι δὲ Ἀριφράδης τοὺς τραγῳδοὺς ἐκωμῴδει ὅτι ἃ οὐδεὶς ἂν εἴπειεν ἐν τῇ διαλέκτῳ τούτοις χρῶνται, οἷον τὸ δωμάτων ἄπο ἀλλὰ μὴ ἀπὸ δωμάτων, καὶ τὸ σέθεν καὶ τὸ ἐγὼ δέ νιν καὶ τὸ Ἀχιλλέως πέρι ἀλλὰ μὴ περὶ Ἀχιλλέως, καὶ ὅσα ἄλλα τοιαῦτα.
” 此外,阿里弗拉德斯曾嘲笑悲剧诗人,因为他们使用人们在日常谈话中绝不会说的话,例如“自房屋”(dōmatōn apo)而不是“自房屋”(apo dōmatōn),还有“你的”(sethen)、“我他”(egō de nin)以及 ¦1 围绕阿基琉斯(Achilleōs peri)而不是围绕阿基琉斯(peri Achilleōs),以及其他所有诸如此类的话。
§22.15διὰ γὰρ τὸ μὴ εἶναι ἐν τοῖς κυρίοις ποιεῖ τὸ μὴ ἰδιωτικὸν ἐν τῇ λέξει ἅπαντα τὰ τοιαῦτα· ἐκεῖνος δὲ τοῦτο ἠγνόει.
因为所有这些词语都不在常用词之列,这才使得文体脱俗;但他却不懂得这一点。
§22.16ἔστιν δὲ μέγα μὲν τὸ ἑκάστῳ τῶν εἰρημένων πρεπόντως χρῆσθαι, καὶ διπλοῖς ὀνόμασι καὶ γλώτταις, πολὺ δὲ μέγιστον τὸ μεταφορικὸν εἶναι.
能得体地使用前面提到的每一种 ¦5 词语(包括双重词和外来词)固然是一件大事,但最伟大的事情莫过于善于使用隐喻。
§22.17μόνον γὰρ τοῦτο οὔτε παρ’ ἄλλου ἔστι λαβεῖν εὐφυΐας τε σημεῖόν ἐστι·
因为唯有这一项是无法向他人学习的,它是天赋的标志。
τὸ γὰρ εὖ μεταφέρειν τὸ τὸ ὅμοιον θεωρεῖν ἐστιν.
因为善于使用隐喻,就是能够看出相似之处。
§22.18τῶν δ’ ὀνομάτων τὰ μὲν διπλᾶ μάλιστα ἁρμόττει τοῖς διθυράμβοις, αἱ δὲ γλῶτται τοῖς ἡρωικοῖς, αἱ δὲ μεταφοραὶ τοῖς ἰαμβείοις.
在词汇中,双重词最适合酒神赞歌,外来 ¦10 词最适合英雄史诗,而隐喻最适合双音步诗。
§22.19καὶ ἐν μὲν τοῖς ἡρωικοῖς ἅπαντα χρήσιμα τὰ εἰρημένα, ἐν δὲ τοῖς ἰαμβείοις διὰ τὸ ὅτι μάλιστα λέξιν μιμεῖσθαι ταῦτα ἁρμόττει τῶν ὀνομάτων ὅσοις κἂν ἐν λόγοις τις χρήσαιτο·
在英雄史诗中,所有提到的种类都是有用的;而在双音步诗中,因为它们尽可能地模仿口语,所以适合使用人们在谈话中也会使用的词汇。
ἔστι δὲ τὰ τοιαῦτα τὸ κύριον καὶ μεταφορὰ καὶ κόσμος.
这类词汇包括常用词、隐喻和修饰语。
§22.20περὶ μὲν οὖν τραγῳδίας καὶ τῆς ἐν τῷ πράττειν μιμήσεως ἔστω ἡμῖν ἱκανὰ τὰ εἰρημένα.
¦15 那么,关于悲剧以及在行动中模仿的论述,到此应该足够了。