§2.4Λέγεται δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον τῶν αἰτίων, καὶ πολλὰ καὶ εἶναι καὶ γίγνεσθαι διὰ τύχην καὶ διὰ τὸ αὐτόματον·
運と偶然もまた原因の中に数えられ、多くのものが運や偶然によって存在し、また生成すると言われる。
τίνα οὖν τρόπον ἐν τούτοις ἐστὶ τοῖς αἰτίοις ἡ τύχη καὶ τὸ αὐτόματον, καὶ πότερον τὸ αὐτὸ ἡ τύχη καὶ τὸ αὐτόματον ἢ ἕτερον, καὶ ὅλως τί ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ἐπισκεπτέον.
それゆえ、いかなる仕方で運と偶然がこれら原因の中にあるのか、そして、運と偶然は同じものなのか、それとも異なるものなのか、そして総じて運と偶然とは何であるのかを、検討しなければならない。
ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ ἀποροῦσιν·
というのも、ある人々はそれらが存在するかどうかさえ疑問に思っているからである。
οὐδὲν γὰρ δὴ γίγνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναί τι αἴτιον ὡρισμένον ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίγνεσθαι ἢ τύχης, οἷον τοῦ ἐλθεῖν ἀπὸ τύχης εἰς τὴν ἀγοράν, καὶ καταλαβεῖν ὃν ἐβούλετο μὲν οὐκ ᾤετο δέ, αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα·
なぜなら、彼らは、運から生じるものは何一つなく、私たちが偶然あるいは運から生じると言うすべてについて、何か限定された原因があると主張するからである。 例えば、ある人が運によって市場に行き、会いたかったが会うとは思っていなかった人に偶然出会った場合、その原因は[市場に]行って買い物をしたいと望んだことである。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης λεγομένων ἀεί τι εἶναι λαβεῖν τὸ αἶτιον, ἀλλʼ οὐ τύ.
同様に、運から生じると言われる他のすべてのことについても、常に何らかの原因を捉えることができるのであって、運を[原因として捉えること]はできない。
χην, ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ἄτοπον ἂν φανείη ὡς ἀληθῶς, καὶ ἀπορήσειν ἄν τις διὰ τί ποτʼ οὐδεὶς τῶν ἀρχαίων σοφῶν τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς λέγων περὶ τύχης οὐδὲν διώρισεν, ἀλλʼ ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδʼ ἐκεῖνοι εἶναι ἀπὸ τύχης.
なぜなら、もし運が何らかのものであるならば、それは本当に奇妙に思われるであろうし、また、なぜ古代の賢者たちのうち、生成と消滅に関する原因を語りながら、運について何も規定しなかった人が一人もいなかったのか、疑問に思うであろう。 しかし、どうやら彼らもまた、運によって生じるものは何もないと考えていたようである。
ἀλλὰ καὶ τοῦτο θαυμαστόν·
だが、このこともまた驚くべきことである。
πολλὰ γὰρ καὶ γίγνεται καὶ ἔστιν ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου, ἃ οὐκ ἀγνοοῦντες ὅτι ἔστιν ἐπανενεγκεῖν ἕκαστον ἐπί τι αἴτιον τῶν γιγνομένων, καθάπερ ὁ παλαιὸς λόγος εἶπεν ὁ ἀναιρῶν τὴν τύχην, ὅμως τούτων τὰ μὲν εἶναί φασι πάντες ἀπὸ τύχης τὰ δʼ οὐκ ἀπὸ τύχης·
というのも、多くのものが運や偶然から生じ、また存在しているからであり、生じることのそれぞれを何らかの原因に帰することができるということを知りつつも(運を否定した古い議論が言ったように)、それにもかかわらず、人々は皆、これら[の事柄]のうち、あるものは運から生じ、他は運から生じないと言うからである。
διὸ καὶ ἁμῶς γέ πως ἦν ποιητέον αὐτοῖς μνείαν.
したがって、彼らも、どうにかしてこれに言及すべきであったのだ。
ἀλλὰ μὴν οὐδʼ ἐκείνων γέ τι ᾤοντο εἶναι τὴν τύχην, οἷον φιλίαν ἢ νεῖκος ἢ νοῦν ἢ πῦρ ἢ ἄλλο γέ τι τῶν τοιούτων.
とはいえ、彼らもまた、例えば愛や闘争、知性、火、あるいはその他そうしたもののいずれかを運であると考えていたわけではない。
ἄτοπον οὖν εἶτε μὴ ὑπελάμβανον εἶναι εἴτε οἰόμενοι παρέλειπον, καὶ ταῦτʼ ἐνίοτε χρώμενοι, ὥσπερ Ἐμπεδοκλῆς οὐκ ἀεὶ τὸν ἀέρα ἀνωτάτω ἀποκρίνεσθαί φησιν, ἀλλʼ ὅπως ἂν τύχῃ.
それゆえ、彼らが[運が]存在しないと考えていたにせよ、あるいは存在すると考えつつも省略したにせよ、それは奇妙なことである。 しかも彼らは時折それを用いているのである。 例えば、エンペドクレスは、空気が常に最上部に分離されるのではなく、たまたまそのようになるのだと言う。
λέγει γοῦν ἐν τῇ κοσμοποιίᾳ ὡς “οὕτω συνέκυρσε θέων τοτέ, πολλάκι δʼ ἄλλως”·
実際、彼は宇宙形成論の中でこう語っている。 「そのようにして[空気は]ある時には走って衝突し、多くの場合には他の仕方で衝突した」と。
καὶ τὰ μόρια τῶν ζῴων ἀπὸ τύχης γενέσθαι τὰ πλεῖστά φησιν.
また、動物の諸部分の大部分も運から生じたと彼は言う。
εἰσὶ δέ τινες
οἳ καὶ τοὐρανοῦ τοῦδε καὶ τῶν κόσμων πάντων αἰτιῶνται τὸ αὐτόματον·
また、この天やあらゆる宇宙の原因を偶然に帰する人々もいる。
ἀπὸ ταὐτομάτου γὰρ γενέσθαι τὴν δίνην καὶ τὴν κίνησιν τὴν διακρίνασαν καὶ καταστήσασαν εἰς ταύτην τὴν τάξιν τὸ πᾶν.
というのも、[万物を]分離し、この秩序へと宇宙全体を据え置いた渦巻きと運動は、偶然から生じたというからである。
καὶ μάλα τοῦτό γε αὐτὸ θαυμάσαι ἄξιον·
そして、まさにこのこと自体が、極めて驚くべきことである。
λέγοντες γὰρ τὰ μὲν ζῷα καὶ τὰ φυτὰ ἀπὸ τύχης μήτε εἶναι μήτε γίγνεσθαι, ἀλλʼ ἤτοι φύσιν ἢ νοῦν ἤ τι τοιοῦτον ἕτερον εἶνα τὸ αἴτιον (οὐ γὰρ ὅ τι ἔτυχεν ἐκ τοῦ σπέρματος ἑκάστου γίγνεται, ἀλλʼ ἐκ μὲν τοῦ τοιουδὶ ἐλαία ἐκ δὲ τοῦ τοιουδὶ ἄνθρωπος), τὸν δʼ οὐρανὸν καὶ τὰ θειότατα τῶν φανερῶν ἀπὸ τοῦ αὐτομάτου γενέσθαι, τοιαύτην δʼ αἰτίαν μηδεμίαν εἶναι οἵαν τῶν ζῴων καὶ τῶν φυτῶν.
なぜなら彼らは、動物や植物は運によって存在するのでも生じるのでもなく、自然か知性かあるいは他のそのような何かが原因であると言いながら(というのも、それぞれの種子からたまたま何かが生じるのではなく、このような種子からはオリーブが、あのような種子からは人間が生じるからである)、天や、目に見えるもののうちで最も神聖なものどもは偶然から生じたのであり、動物や植物に見られるような原因は[そこには]全く存在しないと言うからである。
καίτοι εἰ οὕτως ἔχει, τοῦτʼ αὐτὸ ἄξιον ἐπιστάσεως, καὶ καλῶς ἔχει λεχθῆναί τι περὶ αὐτοῦ.
しかしながら、もしそうであるならば、このこと自体が注目に値するものであり、それについて何か語られるのが適切である。
πρὸς γὰρ τῷ καὶ ἄλλως ἄτοπον εἶναι τὸ λεγόμενον, ἔτι ἀτοπώτερον τὸ λέγειν ταῦτα ὁρῶντας ἐν μὲν τῷ οὐρανῷ οὐδὲν ἀπὸ ταὐτομάτου γιγνόμενον, ἐν δὲ τοῖς οὐκ ἀπὸ τύχης πολλὰ συμβαίνοντα ἀπὸ τύχης·
なぜなら、主張されていること自体が他の点でも奇妙であることに加えて、天においては偶然によって生じるものが何もないのを目にしながら、また、運によるのではないものの中では多くのものが運によって生じているのを目にしながら、このようなことを言うのは、なおさら奇妙だからである。
καίτοι εἰκός γε ἦν τοὐναντίον γίγνεσθαι.
しかし、本来ならばその逆になるのが自然だったはずである。
εἰσὶ δέ τινες οἶς δοκεῖ εἶναι μὲν
αἰτία ἡ τύχη, ἄδηλος δὲ ἀνθρωπίνῃ διανοίᾳ ὡς θεῖόν τι οὖσα καὶ δαιμονιώτερον.
また、運は原因ではあるが、何か神聖でより霊的なものであるために、人間の思考にとっては不可知であると考える人々もいる。
ὥστε σκεπτέον καὶ τί ἑκάτερον, καὶ εἰ ταὐτὸν ἢ ἕτερον τό τε αὐτόματον καὶ ἡ τύχη, καὶ πῶς εἰς τὰ διωρισμένα αἴτια ἐμπίπτουσιν.
したがって、それぞれが何であるか、また偶然と運が同じものなのか異なるものなのか、そしてそれらが規定された原因の中にどのように分類されるのかを、検討しなければならない。