Humanitext Reader

アリストテレス · 動物の諸部分について §3.5.7-3.5.13

細血管から肉への変化と血管の交差による結合

48 / 84 箇所 · ギリシア語

要旨

極度に痩せた動物や枯れた葉の観察から、細血管が肉へと変化する生理的プロセスを論じ、発汗や出血のメカニズム、さらに大血管と大動脈の交差による身体の結合関係を説明し、心臓と血管の議論を締めくくる。

§3.5.7γίνεται δὲ κατάὅηλον ἐν 7 τοῖς μάλιστα καταλελεπτυσμένοις·
7 そしてこのことは、極度に痩せ細ったものにおいて極めて明白になる。
οὐθὲν γὰρ ἄλλο φαίνεται παρὰ τὰς φλέβας, καθάπερ ἐπὶ τῶν ἀμπελίνων τε καὶ συκίνων φύλλων καὶ ὅσ’ ἅλλα τοιαύτα καὶ γὰρ τούτων αὐαινομένων φλέβες λείπονται μόνον.
なぜなら、ブドウやイチジクの葉、その他そのようなものの葉におけるのと同様に、血管(葉脈)以外には何も見えなくなるからである。 実際、これらが枯れるときには、血管(葉脈)だけが残される。
§3.5.8τούτων δʼ αἴτιον ὅτι τὸ αἷμα καὶ τὸ ἀνάλογον τούτῳ 8 δυνάμει σῶμα καὶ σὰρξ ἢ τὸ ἀνάλογόν ἐστιν·
8 これらの原因は、血液およびそれに対応するものが、潜在的には身体であり肉、あるいはそれに対応するものだからである。
καθάπερ οὖν ἐν ταῖς ὀχετείαις αί μέγισται τῶν τάέφρων διαμένουσιν, αἱ δʼ ἐλάχισται πρῶται καὶ ταχέως ὑπὸ τῆς ἰλύος ἀφανίζονται, πάλιν δʼ ἐκλειπούσης φανεραὶ γίνονται, τὸν αὐτὸν τρὸπον καὶ τῶν φλεβῶν αἱ μὲν μέγισται διαμένουσιν, αἱ δʼ ἐλάχισται γίνονται σάρκες ἐνεργείᾳ, δυνάμει δʼ είσὶν οὐδὲν ἧσσον φλέβες.
ちょうど灌漑水路において、溝のうち最大級のものは存続し、最小のものは最初に、かつ速やかに泥によって見えなくなるが、泥が引くと再び明らかになるのと同様に、血管においても、最大級のものは存続するが、最小のものは現実活動においては肉となり、潜在的には依然として血管なのである。
διὸ καὶ σωζομένων τῶν σαρκῶν καθʼ ὁτιοῦν αἷμα ῥεῖ διαιρουμένωνʼ καίτοι ἄνευ μὲν φλεβὸς οὐκ ἔστιν αἷμα, φλέβιον δʼ οὐδὲν δῆλον, ὤσπερ οὐδʼ ἐν τοῖς ὀχετοῖς αἱ τάφροι πρὶν τὴν ἰλύν ἐξαιρεθ ὴναι.
それゆえ、肉がどのように保存されていようとも、切り開かれれば血液が流れるのである。 しかしながら、血管なしには血液は存在せず、細血管はまったく見えない。 それはちょうど、水路において泥が取り除かれるまでは溝が見えないのと同様である。
§3.5.99 ἐκ μειξόνων δʼ είς ἐλάσσους αἱ φλέβες ἀεὶ προέρχονται ἕως τοῦ γενέσθαι τοὺς πόρους ἐλάσσους τῆς τοὺ αἵματος παχύτητος·
9 そして血管は、通路が血液の粘性よりも小さくなるまで、常に大きいものから小さいものへと進んでいく。
διʼ ὧν τῷ μὲν αἵματι δίοδος οὐκ ἔστι, τῷ δὲ περιττήματι τῆς ὑγρἀς ἰκμάδος, ὅν καλοῦμεν ίὅρῶτα, καὶ τοῦτο διαθερμανθέντος τού σὸματος καὶ τῶν φλεβίων ἀναστομωθέντων.
それらの通路を通って血液が通ることはできないが、我々が汗と呼ぶ湿った湿気の残余物は通ることができ、これもまた身体が温められ、細血管の口が開いたときに起こる。
§3.5.1010 ἦδη δέ τισιν ίδρῶσαι συνέβη αἱματώδει περιττώόματι διὰ καχεξίαν, τοῦ μὲν σώματος ῥυάδος καὶ μανοῦ γενομένου, τοῦ δʼ αἵματος ἐξυγρανθέντος διʼ ἀπεψίαν, ἀδυνατούσης τῆς ἐν τοῖς φλεβίοις θερμὸτητος πέσσειν διʼ ὀλιγότητα.
10 すでに一部の人々において、不健康な状態のために、血液質の分泌物を汗として流すことが起こっている。 それは、身体が流動的で多孔質になり、血液が消化不良のために液状化し、細血管内の熱が過少であるために熟成させることができないからである。
εἴρηται γὰρ ὅτι πἀν τὸ κοινὸν γῆς καὶ ὕὅατος παχύνεται πεσσόμενον, ἡ δὲ τροφὴ καὶ τὸ αἷμα μικτὸν ἐξ ἀμφοῖν.
なぜなら、地と水が混ざり合ったものはすべて、熟成されると濃くなると言われており、食物と血液は双方の混合物だからである。
ἀδυνατεῖ δὲ πέσσειν ἡ θερμότης οὑ μόνον διὰ τὴν αὑτῆς ὀλιγότητα ἀλλὰ καὶ διὰ πλῆθος καὶ ὑπερταύτην βολὴν τῆς εἰσφερομένης τροφῆς·
しかし、熱が熟成させることができないのは、それ自体の過少さのためだけでなく、運び込まれる食物の多さと過剰のためでもある。
γίνεται δὲ πρὸς ὀλίγη.
それに対して熱が過少になるからである。
ἡ δʼ ὑπερβολὴ δισσἡ· καὶ γὰρ τῷ ποσῷ καὶ τῷ ποιῷ·
この過剰には二種類あり、量においてと質においてである。
οὐ γὰρ πἀν ὁμοίως εὔπεπτον.
すべてが同様に消化しやすいわけではないからである。
§3.5.1111 ῥεῖ δὲ μάλιστα τὸ αἷμα κατὰ τοὺς εὐρυχωρεστάτους τῶν πὸρων·
11 血液は最も広い通路を通って最もよく流れる。
διόπερ ἐκ τῶν μυκτήρων καὶ τῶν οὔλων καὶ τῆς ἕδρας, ἐνίοτε δὲ καὶ ἐκ τού στόματος αἱμορροΐδες ἄπονοι γίνονται, καὶ οὐχ ὡσπερ ἐκ τὴςα ρτηρίας μετὰ βίας.
それゆえ、鼻孔や歯茎、肛門、ときには口からも痛みのない出血が起こず、気管から激しく出るのとは異なる。
§3.5.1212 διεστῶσαι δʼ ἅνωσθεν ἢ τε μεγάλη φλὲψ καὶ ἡ ἀορτή, κάτω δʼ ἐναλλάσσουσαι συνέχουσι τὸ σῶμα.
12 大血管と大動脈は、上方では互いに離れているが、下方では互いに交差して身体を維持している。
προϊοῦσαι γὰρ σχίζονται κατὰ τὴν διφυίαν τῶν κύόλων, καὶ ἡ μὲν ἐκ τού ἔμπροσθεν εἰς τοὔπισθεν προέρχεται, ἡ δ᾿ ἐκ τοῦ ὄπισθεν εἰς τοὔμπροσθεν, καὶ συμβάλλουσιν εἰς ἓν·
それらは進むにつれて四肢の二分に従って分かれ、前方のものは後方へと進み、後方のものは前方へと進んで、一つに合流する。
ὥσπερ γὰρ ἐν τοῖς πλεκομένοις ἐγγίνεται τὸ συνεχὲς μἀλλον, οὕτω καὶ διὰ τῆς τῶν φλεβῶν ἐναλλάξεως συνδεῖται τῶν σωμάτων τὰ πρόσθια τοῖς ὄπισθεν.
ちょうど、編み物においてより強い連続性が生まれるのと同様に、血管の交差によっても、身体の前面と後面が結びつけられているのである。
ὁμοίως δὶ καὶ ἀπὸ τῆς καρδίας ἐν τοῖς ἄνω τόποις συμβαίνει.
これと同様のことが、心臓から上方の部位でも起こっている。
§3.5.13τὸ δὲ μετʼ 13 ἀκριβείας ὡς ἔχουσιν αἱ φλέβες πρὸς ἀλλήλας, ἔκ τε τῶν ἀνατομῶν δεῖ θεωρεῖν καὶ ἐκ τῆς ζωικῆς ἱστορίας.
13 血管が互いにどのように位置しているかについての詳細な正確さは、解剖と『動物誌』から考察されねばならない。
καὶ περὶ μὲν φλεβῶν καὶ καρδίας εἰρήσθω, περὶ δὲ τῶν ἅλλων σπλάγχνων σκεπτέον κατὰ τὴν αὐτὴν μέθοδον.
血管と心臓についてはこれくらいに語っておくこととし、残りの内臓については、同じ方法に従って考察することにしよう。

語釈・文法注

  1. §3.5.7ἐν τοῖς μάλιστα καταλελεπτυσμένοις — 被修飾語(動物や体)が省略されており、中性複数あるいは男性複数の形容詞が「極度に痩せ細った生物(または個体)」を指す名詞句として機能している。
  2. §3.5.8δυνάμει δʼ εἰσὶν οὐδὲν ἧσσον φλέβες — ここでの `δυνάμει`(潜在的には)は前の `ἐνεργείᾳ`(現実活動においては)と対比されている。最小の血管が現実には肉と同化しているように見えても、本質的(潜在的)には血管としての性質を失っていないことを説明するアリストテレス哲学の核心的概念区分である。
  3. §3.5.10γίνεται δὲ πρὸς ὀλίγη — 前置詞 `πρός` が副詞的に用いられており、「それに対して(比較して)」の意味を持つ。食物の過剰な流入に対して、熱の量が相対的に少なくなってしまう(`πρὸς [τὸ πλῆθος τῆς τροφῆς] ὀλίγη`)という関係を示す。
  4. §3.5.12διεστῶσαι δʼ ἄνωθεν... κάτω δʼ ἐναλλάσσουσαι — 主格主節分詞 `διεστῶσαι` と `ἐναλλάσσουσαι` は、文の主語である `ἥ τε μεγάλη φλέψ καὶ ἡ ἀορτή`(大血管と大動脈)に一致している。動詞 `συνέχουσι` にかかる分詞構文であり、身体の上部と下部での位置的対比を示している。

この箇所を引用する

アリストテレス, 動物の諸部分について §3.5.7-3.5.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:3.5.7-3.5.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。