§3.14.15ἔχει δὲ διαφορὰς πολλάς, 15 καθάπερ ἡ κοιλία, καὶ τοῦτο τὸ μόριον.
15 この部位もまた、胃と同様に多くの差異を持っている。
τοῖς μὲν γὰρ ἀπλοῦν ἐστὶ καὶ ὅμοιον ἀναλυόμενον, τοῖς δʼ ἀνόμοιον·
ある動物においては、それは単純であり、解きほぐしたときにも一様であるが、他の動物においては一様ではない。
ἐνίοις μὲν γὰρ εὐρύτερον τὸ πρὸς τῇ κοιλίᾳ, τὸ δὲ πρὸς τῷ τέλει στενώτερον (διόπερ αἱ κύνες μετὰ πόνου προΐενται τὴν τοιαύτην περίττωσιν), τοῖς δὲ πλείοσιν ἄνωθεν στενώτερον, πρὸς τῷ τέλει δʼ εὐρύτερον.
すなわち、あるものにおいては胃に近い部分がより広く、末端に近い部分がより狭い(それゆえ犬はこのような排泄物を苦労して放出する)。 しかし、大半の動物においては、上の方がより狭く、末端に近い方がより広い。
§3.14.16μείζω δὲ καὶ ἀναδιπλώσεις ἔχοντα πολλὰς 16 τὰ τῶν κερατοφόρων ἐστί, καὶ οἱ ὄγκοι τῆς κοιλίας τούτοις μείζους καὶ τῶν ἐντέρων διὰ τὸ μέγεθος·
16 また、角を持つ動物のそれはより大きく、多くの折り返しを持っており、これらにおいては胃の容量も腸の容量も、その大きさのために、より大きい。
πάντα γὰρ ὡς εἰπεῖν μεγάλα τὰ κερατοφόρα διὰ τὴν κατεργασίαν τὴν τῆς τροφῆς.
なぜなら、いわば角を持つ動物はすべて、食物の処理のために大きいからである。
§3.14.17πᾶσι δὲ τοῖς μὴ εὐθυεντέροις 17 προῖοῦσιν εὐρύτερον γίνεται τὸ μὸριον τοῦτο, καὶ τὸ καλούμενον κόλον ἔχουσι, καὶ τοῦ ἐντέρου τυφλόν τι καὶ ὀγκῶδες, εἶτʼ ἐκ τούτου πάλιν στενώτερον καὶ εἱλιγμένον.
17 そして、直腸を持たないすべての動物においては、進むにつれてこの部位はより広くなり、彼らはいわゆる結腸と、腸の盲状で膨らんだある部分を持っている。 それから、ここから再びより狭く、屈曲したものとなる。
τὸ δὲ μετὰ τοῦτο εὐθὺ πρὸς τὴν ἔξοδον διατείνει τοὺ περιττώματος, καὶ τοῖς μὲν τοῦτο τὸ μόριον, ὁ καλούμενος ἀρχός, κνισώδης ἐστί, τοῖς δʼ ἀπίμελος.
そしてこの後の部分は、排泄物の出口に向かってまっすぐに伸びており、あるものにおいては、この部位、いわゆる直腸は脂肪に富んでおり、他のものにおいては脂肪がない。
§3.14.1818 πάντα δὲ ταύτα μεμηχάνηται τῇ φύσει πρὸς τὰς ἁρμοττούσας ἐργασίας περὶ τὴν τροφὴν καὶ τοῦ γινομένου περιττώματος.
18 これらすべてのことは、自然によって、食物と生じる排泄物に関する適切な作業のために仕組みづけられている。
προϊόντι γὰρ καὶ καταβαίνοντι τῷ περιττώματι εὐρυχωρία γίνεται, καὶ πρὸς τὸ μεταβάλλειν ἱσταμένῳ τοῖς εὐ εὐχιλοτέροις τῶν ζῴων καὶ πλείονος δεομένοις τροφῆς, διὰ τὸ μέγεθος ἢ τὴν θερμότητα τῶν τόπων.
なぜなら、排泄物が進み、下降するにつれて広い空間が生じ、より多くの滋養を必要とするか、あるいはその部位の熱のために、変化のために(食物が)とどまるからである。
εἶτʼ ἐντεῦθεν πάλιν, ὥσπερ ἀπὸ τῆς ἄνω κοιλίας δέχεται στενώτερον ἔντερον, οὕτως ἐκ τοῦ κώλου καὶ τῆς εὐρυχωρίας ἐν τῇ κάτω κοιλίᾳ πάλιν εἰς στενώτερον ἔρχεται καὶ εἰς τὴν ἕλικα τὸ περίττωμα ἐξικμασμένον πάμπαν, ὅπως ταμιεύηται ἡ φύσις καὶ μὴ ἀθρόος ᾖ ἡ ἔξοδος τοῦ περιττώματος.
そしてそこから再び、あたかも上部の胃からより狭い腸が受け取るように、このように、結腸および下腹部の広い空間から、水分が完全に絞り取られた排泄物が再びより狭いところ、そして屈曲部へと入っていく。 これは、自然がそれを管理し、排泄物の排出が一挙に行われないようにするためである。
§3.14.1919 ὅσα μὲν οὖν εἶναι δεῖ τῶν ζῴων σωφρονέστερα πρὸς τὴν τῆς τροφῆς ποίησιν εὐρυχωρίας μὲν οὐκ ἔχει μεγάλας κατὰ τὴν κάτω κοιλίαν, ἕλικας δʼ ἔχει πλείους καὶ οὐκ εὐθυέντερά ἐστιν.
19 それゆえ、食物の摂取に関してより自制心を保つべき動物は、下腹部に大きな広がりを持たず、むしろより多くの屈曲部を持ち、直腸ではない。
ἡ μὲν γὰρ εὐρυχωρία ποιεῖ πλήθους ἐπιθυμίαν, ἡ δʼ εὐθύτης ταχυτῆτα ἐπιθυμίας·
なぜなら、広い空間は量への欲求を生み出し、真っ直ぐさは欲求の素早さを生み出すからである。
διόπερ ὅσα τῶν ζῴων ἢ ἁπλᾶς ἔχει ἢ εὐρυχώρους τὰς ὑποδοχάς, τὰ μὲν εἰς πλῆθος γαστρίμαργα τὰ δʼ εἰς τάχος ἐστίν.
それゆえ、受容器が単純であるか、あるいは広い空間を持っている動物のうち、あるものは量の点において貪欲であり、他のものは頻度の点において貪欲である。
§3.14.2020 ἐπεὶ δʼ ἐν τῇ ἄνω μὲν κοιλίᾳ κατὰ τὴν πρώτην εἴσοδον τῆς τροφῆς νεαρὰν ἀναγκαῖον εἶναι τὴν τροφὴν, κάτω δὲ προῖοῦσαν κοπρώδη καὶ ἐξικμασμένην, ἀναγκαῖον εἶναί τι καὶ τὸ μεταξύ, ἐν μεταβάλλει καὶ οὔτʼ ἔτι πρόσφατος οὕτʼ ἤδη κόπρος.
20 ところで、上部の胃においては、食物の最初の侵入の際には、食物が新鮮であることが必然であり、下部へと進むにつれて、糞のようになり、水分が絞り取られているので、その中間、すなわちそれが変化しつつあり、もはや新鮮でもなく、まだ糞でもないような箇所もまた存在することが必然である。
διὰ τοῦτο πάντα τὰ τοιαῦτα ζῴα τὴν καλουμένην ἔχει νῆστιν καὶ ἐν τῷ μετὰ τὴν κοιλίαν ἐντέρῳ τῷ λεπτῷ·
このため、そのようなすべての動物は、いわゆる空腸を、胃の後の細い腸の中に持っている。
τοῦτο γὰρ μεταξὺ τῆς τʼ ἄνω, ἐν ᾗ τὸ ἄπεπτον, καὶ τῆς κάτω, ἐν ᾗ τὸ ἄχρηστον ἤδη περίττωμα.
なぜなら、これは、未消化物がある上部と、もはや無用な排泄物がある下部の中間だからである。
§3.14.2121 γίνεται δʼ ἐν πᾶσι μέν, δήλη δʼ ἐν τοῖς μείζοσι καὶ νηστεύσασιν ἀλλʼ οὐκ ἐδηδοκόσιν·
21 そしてそれはすべての動物に存在するが、より大型で、食べておらず空腹にしている動物において明らかである。
τότε γὰρ ἤδη μεταίχμιον γίνεται τῶν τόπων ἀμφοτέρων, ἐδηδοκότων δὲ μικρὸς ὁ καιρὸς τῆς μεταβολῆς.
なぜなら、その時にはすでに、両方の部位の境界となるが、食べている動物においては、変化の時間は短いからである。
τοῖς μὲν οὖν θήλεσι γίνεται ὅπου ἂν τύχῃ τοῦ ἄνω ἐντέρου ἡ νῆστις· οἱ δʼ ἄρρενες ἔχουσι πρὸ τοῦ τυφλοῦ καὶ τῆς κάτω κοιλίας.
それゆえ、雌においては、空腸は上部の腸のどこにでも生じるが、雄は盲腸と下腹部の手前にそれを持っている。