§1.1.1Περὶ πᾶσαν θεωρίαν τε καὶ μέθοδον, ὁμοίως 1 ταπεινοτέραν τε καὶ τιμιῶτέραν, δύο φαίνονται τρόποι τῆς ἕξεως εἶναι, ὧν τὴν μὲν ἐπιστήμην τοῦ πράγματος καλῶς ἔχει προσαγορεύειν, τὴν δʼ οἷον παιδείαν τινά.
あらゆる探究や研究方法において、卑俗なものであれ高貴なものであれ同様に1、知的状態には二つのあり方があるように思われる。 その一方をその事物の学問的知識と呼ぶのが正しく、他方をいわば一種の教養と呼ぶのが正しい。
πεπαιδευμένου γάρ ἐστι κατὰ τρόπον τὸ δύνασθαι κρῖναι εὐστόχως τί καλῶς ἢ μὴ καλῶς ἀποδίδωσιν ὁ λέγων.
というのも、語る者が何を適切に、あるいは適切でなく提示しているかを、的確に判断できることこそが、教養ある人にふわさしい特徴だからである。
τοιοῦτον γὰρ δή τινα καὶ τὸν ὅλως πεπαιδευμένον οἰὀμεθʼ εἶναι, καὶ τὸ πεπαιδεῦσθαι τὸ δύνασθαι ποιεῖν τὸ εἰρημένον.
なぜなら、私たちは全面的に教養のある人とはまさにそのような人であると考えており、教養を身につけていることとは、言われたことを行えることだと考えているからである。
πλὴν τοῦτον μὲν περὶ πάντων ὡς εἰπεῖν κριτικόν τινα νομίζομεν εἶναι ἕνα τὸν ἀριθμὸν ὄντα, τὸν δὲ περί τινος φύσεως ἀφωρισμένης·
ただし、前者の人を私たちは、いわばすべてのことについて批判的な判断力を持つ、数においてただ一人の人であるとみなすのに対し、後者の人を特定の限定された自然についてそうであるとみなす。
εἴη γὰρ ἄν τις ἕτερος τὸν αὐτὸν τρόπον τῷ εἰρημένῳ διακείμενος περὶ μόριον.
なぜなら、上述と同じような状態にある別の人が、特定の部分について存在するかもしれないからである。
§1.1.2ὥστε δῆλον ὅτι καὶ τῆς περὶ φύσιν ἱστορίας δεῖ τινὰς 2 ὑπάρχειν ὅρους τοιούτους, πρὸς οὓς ἀναφέρων ἀποδέξεται τὸν τρόπον τῶν δεικνυμένων, χωρὶς τού πῶς ἔχει τἀληθές, εἴτε οὕτως εἴτε ἄλλως.
したがって、自然についての探究においても、証明される方法をそこへと照らして受け入れるような、そのような何らかの基準2が存在しなければならないことは明らかである。 真実がどのようにあるか、そうであるのか、あるいは別であるのかということとは関わりなく。
λέγω δʼ οἷον πότερον δεῖ λαμβάνοντας μίαν ἑκάστην οὐσίαν περὶ ταύτης διορίζειν καθʼ αὑτήν, σἷον περὶ ἀνθρώπου φύσεως ἢ λέοντος ἢ βοὸς ἢ καί τινος ἄλλου καθʼ ἕκαστον προχειριζομένους, ἢ τὰ κοινῇ συμβεβηκότα πᾶσι κατά τι κοινὸν ὑπσθεμένους.
私が言っているのは例えば次のようなことである。 個々の実在を一つずつ取り上げて、それ自体について規定すべきなのか、例えば人間の自然、あるいはライオン、あるいは牛、あるいは他の何かを個別に扱って規定すべきなのか、あるいは、共通の何かに基づいてすべてに共通して付随する属性を前提として規定すべきなのか。
πολλὰ γὰρ ὑπάρχει ταὐτὰ πολλοῖς γένεσιν ἑτέροις οὖσιν ἀλλήλων, οἷον ὕπνος, ἀναπνοὴ, αὔξησις, φθίσις, θάνατος, καὶ πρὸς τούτοις ὅσα τοιαύτα τῶν λειπομένων παθὼν τε καὶ διαθέσεων·
なぜなら、互いに異なる多くの属に、同一の多くのものが存在するからである。 例えば、睡眠、呼吸、成長、衰退、死、そしてこれらに加えて、残された同じような受動的状態や状態がそれである。
ἄδηλον γὰρ καὶ ἀδιόριστόν ἐστι λέγειν νῦν περὶ τούτων.
現在これらについて語ることは、不明瞭であり未規定であるから。
§1.1.33 φανερὸν δʼ ὅτι καὶ κατὰ μέρος μὲν λέγοντες περὶ πολλῶν ἐροῦμεν πολλάκις ταὐτά·
3 しかし、個々の部分について語るなら、多くのものについて同じことを何度も語ることになるのは明らかである。
καὶ γὰρ ἵπποις καὶ κυσὶ καὶ ἀνθρώποις ὑπάρχει τῶν εἰρημένων ἕκαστον, ὥστε ἐὰν καθʼ ἕκαστον τῶν συμβεβηκότων λέγῃ τις, πολλάκις ἀναγκασθήσεται περὶ τῶν αὐτῶν λέγειν, ὅσα ταὐτὰ μὲν ὑπάρχει τοῖς εἴδει διαφέρουσι τῶν ζῴων, αὐτὰ δὲ μηδεμίαν ἔχει διαφοράν.
なぜなら、馬にも犬にも人間にも、上述のことのそれぞれが存在するからであり、したがって、付随する属性のそれぞれについて個別に語るなら、種の異なる動物に同一として存在するものの、それ自体には何の違いもないすべてのものについて、同じことを何度も語ることを余儀なくされるからである。
ἕτερα δʼ ἴσως ἐστὶν οἷς συμβαίνει τὴν μὲν κατηγορίαν ἔχειν τὴν αὐτήν, διαφέρειν δὲ τῇ κατʼ εἶδος διαφορᾷ οἷον ἡ τῶν ζῴων πορεία·
しかし、同じ述語を持ちながらも、種的な差異によって異なるような他の属性もあるだろう。 例えば、動物の移動がそれである。
οὐ γὰρ φαίνεται μία τῷ εἴδει·
なぜなら、それは種において一つであるとは思われないからである。
διαφέρει γὰρ πτῆσις καὶ νεῦσις καὶ βάδισις καὶ ἕρψις.
飛行、泳ぎ、歩行、這うことは異なっているからである。
§1.1.44 διὸ δεῖ μὴ διαλεληθέναι πῶς ἐπισκεπτέον, λέγω δὲ πότερον κοινὴ κατὰ γένος πρῶτον, εἶθʼ ὕστερον περὶ τῶν ἰδίων θεωρητόν, τέον, ἢ καθʼ ἕκαστον εὐθύς.
4 したがって、どのように研究すべきかを見失ってはならない。 つまり、まず属ごとに共通して考察し、その後に固有の事柄について考察すべきなのか、あるいは直ちに個別の事柄について考察すべきなのか。
νῦν γὰρ οὐ διώρισται περὶ αὐτοῦ οὐδέ γε τὸ νῦν ῥηθησόμενον.
なぜなら、現在これについては規定されておらず、今から語られることについても同様だからである。
/ οἷον πότερον καθάπερ οἱ μαθηματικοὶ τὰ περὶ τὴν ἀστρολογίαν δεικνύουσιν, οὕτω δεῖ καὶ τὸν φυσικὸν τὰ φαινὸμενα πρῶτον τὰ περὶ τὰ ζῷα θεωρήσαντα καὶ τὰ μέρη τὰ περὶ ἕκαστον, ἔπειθʼ οὕτω λέγειν τὸ διὰ τί καὶ τὰς αἰτίας, ἢ ἄλλως πως.
例えば、数学者が天文学に関する事柄を証明するように、自然学者もまず動物に関する現象と個々の部分を観察し、その後にその「なぜ」と原因をこのように語るべきなのか、あるいは他の方法によるべきなのか。
/πρὸς δὲ τούτοις, ἐπεὶ πλείους ὁρῶμεν αἰτίας περὶ τὴν γένεσιν τὴν φυσικήν, οἷον τήν θʼ οὗ ἕνεκα καὶ τὴν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, διοριστέον καὶ περὶ τούτων, ποία πρώτη καὶ δευτέρα πέφυκεν.
さらに、自然な生成に関しては複数の原因、例えば「何のために」と「運動の始まりの起点」があるのを見るので、これらについてもどちらが本性上第一であり、第二であるかを規定しなければならない。
§1.1.55 φαίνεται δὲ πρώτη, ἣν λέγομεν ἕνεκά τινος·
5 そして、第一であると思われるのは、私たちが「何かのために」と呼ぶ原因である。
λόγος γὰρ οὗτος, ἀρχὴ δʼ ὁ λόγος ὁμοίως ἔν τε τοῖς κατὰ τέχνην καὶ ἐν τοῖς φύσει συνεστηκόσιν.
なぜなら、これが定義であり、定義は技術によるものにおいても、自然によって構成されたものにおいても同様に原理だからである。
ἢ γὰρ τῇ διανοίᾳ, ἢ τῇ αἰσθήσει ὁρισάμενος ὁ μὲν ἰατρὸς τὴν ὑγίειαν, ὁ δʼ οἰκοδόμος τὴν οἰκίαν, ἀποδιδόασι τοὺς λόγους καὶ τὰς αἰτίας σὗ ποιοῦσιν ἑκά στου, καὶ διότι ποιητέον οὕτως.
なぜなら、医師は思考あるいは感覚によって健康を、建築家は家を規定した上で、自分がつくる個々のものの定義と原因を、そしてなぜこのように作らなければならないのかを提示するからである。
μᾶλλον δʼ ἐστὶ τὸ οὗ ἕνεκα καὶ τὸ καλὸν ἐν τοῖς τῆς φύσεως ἔργοις ἢ ἐν τοῖς τῆς τέχνηε.
そして、「何かのために」と「美」は、技術の作品におけるよりも、自然の作品においていっそう多く存在する。
/ τὸ δʼ ἐξ ἀνάγκης οὐ πᾶσιν ὑπάρχει τοῖς κατὰ φύσιν ὁμοίως, εἰς ὃ πειρῶνται πάντες. σχεδὸν τοὺς λόγους ἀνάγειν, οὐ διελόμενοι ποσαχῶς λέγεται τὸ ἀναγκαῖον.
一方、「必然的なもの」は、自然によるすべてのものに一様に備わっているわけではないが、ほぼすべての人が、必然的なものがいくつの意味で言われるかを区別することなく、自分たちの説明をそこへ還元しようと試みている。