§2.2.31Φιλόξενός τις Μακεδὼν Καρίας σατραπεύων δεηθεὶς χρημάτων Διονύσια ἔφασκε μέλλειν ἄγειν, καὶ χοραγοὺς προέγραψε τῶν Καρῶν τοὺς εὐπορωτάτους καὶ προσέταττεν αὐτοῖς ἃ δεῖ παρασκευάζειν.
マケドニア人のフィロクセノスという男がカリアのサトラップを務めていたとき、資金を必要とし、ディオニュシア祭を執り行う予定であると主張した。 そしてカリア人のうち最も富裕な者たちをコレゴスに登録し、準備すべきものを彼らに命じた。
ὁρῶν δʼ αὐτοὺς δυσχεραίνοντας, ὑποπέμπων τινὰς ἠρώτα, τί βούλονται δόντες ἀπαλλαγῆναι τῆς λειτουργίας.
彼らがこれを嫌がっているのを見て、彼は密かに使者を送って、いくら支払えばその奉仕活動(レイトゥルギア)から免除されたいか、と尋ねた。
οἱ δὲ πολλῷ πλέον ἢ ὅσον ᾤοντο ἀναλώσειν ἔφασαν δώσειν τοῦ μὴ ὀχλεῖσθαι καὶ ἀπὸ τῶν ἰδίων ἀπεῖναι.
彼らは、煩わされないように、また自分の私事から離れずに済むようにするために、自分たちが支出するだろうと考えていた額よりもはるかに多い額を支払うと言い出した。
ὁ δὲ παρὰ τούτων λαβὼν ὃ ἐδίδοσαν ἑτέρους κατέγραψεν, ἕως ἔλαβε παρὰ τούτων ἃ ἐβούλετο καὶ προσῆν παρʼ ἑκάστοις.
そこで彼は彼らからその提供されたものを受け取ると、他の者たちを登録し、こうして彼らから望むものを手に入れ、各自から利益を得るまでこれを続けた。
§2.2.32Εὐαίσης Σύρος Αἰγύπτου σατραπεύων, ἀφίστασθαι μελλόντων τῶν νομαρχῶν ἀπʼ αὐτοῦ αἰσθόμενος, καλέσας αὐτοὺς εἰς τὰ βασίλεια ἐκρέμα ἅπαντας·
シリア人のエウアイセスがエジプトのサトラップを務めていたとき、地方長官たちが自分から離反しようとしていることに気づき、彼らを宮殿に呼び寄せて全員を吊るし首にした。
πρὸς δὲ τοὺς οἰκείους ἐκέλευσε λέγειν ὅτι ἐν φυλακῇ εἰσιν.
そして、彼らの親族に対しては、彼らが拘留されていると言うように命じた。
ἕκαστος οὖν τῶν οἰκείων ἔπραττον ὑπὲρ ἑκάστου, καὶ χρημάτων ἐξεωνοῦντο τοὺς συνειλημμένους.
そこで親族たちは各自、本人のために交渉し、捕らえられた人々を金で買い戻そうとした。
ὁ δὲ διομολογησάμενος ὑπὲρ ἑκάστου καὶ λαβὼν τὰ ὁμολογηθέντα ἀπέδωκεν ἑκάστοις τὸν νεκρόν.
彼は各自について身代金を合意し、その合意された額を受け取ると、各自に死体を返還した。
§2.2.33Κλεομένης Ἀλεξανδρεὺς Αἰγύπτου σατραπεύων, λιμοῦ γενομένου ἐν μὲν τοῖς ἄλλοις τόποις σφόδρα, ἐν Αἰγύπτῳ δὲ μετρίως, ἀπέκλεισε τὴν ἐξαγωγὴν τοῦ σίτου.
アレクサンドリア人のクレオメネスがエジプトのサトラップを務めていたとき、他の地方では深刻な飢饉が起こり、エジプトでは比較的軽微であったが、穀物の輸出を禁止した。
τῶν δὲ νομαρχῶν φασκόντων οὐ δυνήσεσθαι τοὺς φόρους ἀποδοῦναι τῷ μὴ ἐξάγεσθαι τὸν σῖτον, ἐξαγωγὴν μὲν ἐποίησε, τέλος δὲ πολὺ τῷ σίτῳ ἐπέβαλεν, ὥστε συνέβαινεν αὐτῷ, εἰ μὴ, ἐξαγομένου ὀλίγου πολὺ τέλος λαμβάνειν, αὐτούς τε τοὺς νομάρχας πεπαῦσθαι τῆς προφάσεως.
地方長官たちが、穀物が輸出されないために税金を納めることができないと主張すると、彼は輸出を許可したが、穀物に高額の関税を課した。 その結果、たとえ多く輸出されなくとも、輸出がわずかであっても多額の税が彼に入ることになり、地方長官たち自身も口実を失うことになった。
διαπλέοντος δʼ αὐτοῦ τὸν νομόν, οὗ ἐστι θεὸς ὁ κροκόδειλος, ἡρπάσθη τις τῶν παίδων αὐτοῦ.
彼がワニを神とするノモスを船で通りかかったとき、彼の召使いの一人がさらわれた。
καλέσας οὖν τοὺς ἱερεῖς ἔφη πρότερος ἀδικηθεὶς ἀμύνεσθαι τοὺς κροκοδείλους, καὶ προσέταξε θηρεύειν αὐτούς.
そこで彼は神官たちを呼び出し、自分が先に害を被ったのだからワニたちに報復すると言い、彼らにワニを退治するよう命じた。
οἱ δὲ ἱερεῖς, ἵνα μὴ ὁ θεὸς αὐτῶν καταφρονηθῇ, συναγαγόντες ὅσον ἠδύναντο χρυσίον ἔδοσαν αὐτῷ καὶ οὕτως ἐπαύσατο.
しかし神官たちは、自分たちの神が軽んじられないように、集められる限りの金を集めて彼に与え、これによって彼は退治をやめた。
Ἀλεξάνδρου τοῦ βασιλέως ἐντειλαμένου αὐτῷ οἰκίσαι πόλιν πρὸς τῇ Φάρῳ καὶ τὸ ἐμπόριον τὸ πρότερον ὂν ἐπὶ τοῦ Κανώβου ἐνταῦθα ποιῆσαι, καταπλεύσας εἰς τὸν Κάνωβον πρὸς τοὺς ἱερεῖς καὶ τοὺς κτήματα ἔχοντας ἐκεῖ ἐπὶ τούτῳ ἥκειν ἔφη ὥστε μετοικίσαι αὐτούς.
アレクサンドロス王が彼に、ファロスの近くに都市を建設し、以前カノボスにあった交易港をそこに移転するようにと命じたとき、彼はカノボスに船で赴き、神官たちやそこに財産を持つ者たちに対し、自分は彼らを移住させるためにここに来たのだと言った。
οἱ δὲ ἱερεῖς καὶ οἱ κάτοικοι εἰσενέγκαντες χρήματα ἔδωκαν, ἵνʼ ἐᾷ κατὰ χώραν αὐτοῖς τὸ ἐμπόριον.
神官たちと住民は資金を出し合って彼に与え、交易港をそのまま彼らの場所にとどめておくようにとした。
ὁ δὲ λαβὼν τότε μὲν ἀπηλλάγη, εἶτα δὲ καταπλεύσας, ἐπεὶ ἦν εὐτρεπῆ αὐτῷ τὰ πρὸς τὴν οἰκοδομίαν, ᾔτει αὐτοὺς χρήματα ὑπερβαλὼν τῷ πλήθει·
彼はそれを受け取ってその場は立ち去ったが、その後再び船でやって来て、建設の準備が整うと、桁外れに巨額の資金を彼らに要求した。
τοῦτο γὰρ αὑτῷ τὸ διάφορον εἶναι, τὸ αὐτοῦ εἶναι τὸ ἐμπόριον καὶ μὴ ἐκεῖ.
なぜなら、交易港がここにあるか、それともあそこにあるかでは、これだけの額の差が自分にとって生じるからだ、と主張したのである。
ἐπεὶ δʼ οὐκ ἂν ἔφασαν δύνασθαι δοῦναι, μετῴκισεν αὐτούς.
彼らがその額を支払うことはできないと言うと、彼は彼らを移住させた。
ἀποστείλας τέ τινα ἐπʼ ἀγοράσμά τε καὶ αἰσθόμενος ὅτι εὐώνων ἐπιτετύχηκεν, αὐτῷ δὲ μέλλει ἐκτετιμημένα λογίζεσθαι, πρὸς τοὺς συνήθεις τοῦ ἀγοραστοῦ ἔλεγεν ὅτι ἀκηκοὼς εἴη τὰ ἀγοράσματα αὐτὸν ὑπερτίμια ἠγορακέναι·
また、彼はある者を買い出しに派遣したが、その者が安価で手に入れることに成功したことを知り、しかも彼に対しては高値で見積もって報告しようとしていることを察知し、その買い出し人の知人たちに対して、彼がその品物を途もない高値で買い付けたという噂を聞いた、と言った。
αὐτὸς οὖν οὐ προσέξειν· καὶ ἅμα τὴν ἀβελτερίαν αὐτοῦ ἐλοιδόρει μετʼ ὀργῆς προσποιητοῦ.
それゆえ自分はこれに応じるつもりはなく、同時に偽りの怒りを見せながら、その買い出し人の愚かさを非難した。
οἱ δὲ ταῦτα ἀκούοντες οὐκ ἔφασαν δεῖν πιστεύειν αὐτὸν τοῖς λέγουσί τι κατʼ ἐκείνου, ἕως αὐτὸς παραγενόμενος τὸν λόγον αὐτῷ δῷ.
これを聞いた人々は、本人が戻ってきて釈明の会計報告をするまでは、彼について悪口を言う者たちを信じるべきではないと言った。
ἀφικομένου δὲ τοῦ ἀγοραστοῦ ἀπήγγειλαν αὐτῷ τὰ παρὰ τοῦ Κλεομένους·
その買い出し人が戻ってくると、彼らは彼にクレオメネスから聞いた話を伝えた。
ὁ δʼ ἐκείνοις τε βουλόμενος ἐνδείξασθαι καὶ τῷ Κλεομένει, ἀνήνεγκε τὰς τιμὰς ὧνπερ ἦν ἠγορακώς.
すると彼は、知人たちに対しても、またクレオメネスに対しても(身の潔白を)証明しようとして、実際に買い付けたそのままの価格を報告した。
τοῦ τε σίτου πωλουμένου ἐν τῇ χώρᾳ δεκαδράχμου, καλέσας τοὺς ἐργαζομένους ἠρώτα, πόσου βούλονται αὑτῷ ἐργάζεσθαι·
また、その地方で穀物が10ドラクマで販売されていたとき、商人たちを呼び出して、自分のためにいくらで取引をしたいかと尋ねた。
οἱ δʼ ἔφασαν ἐλάσσονος ἢ ὅσου ἂν τοῖς ἐμπόροις ἐπώλουν.
彼らは、一般の商人に売るよりも安い価格で売ると言った。
ὁ δʼ ἐκείνους μὲν ἐκέλευσεν αὑτῷ παραδιδόναι ὅσουπερ ἐπώλουν τοῖς ἄλλοις·
すると彼は、彼らに対して、他の人々に売っているのと同じ価格で自分に引き渡すようにと命じた。
αὐτὸς δὲ τάξας τριάκοντα καὶ δύο δραχμὰς τοῦ σίτου τιμὴν οὕτως ἐπώλει.
そして自分自身は、穀物の価格を32 ドラクマに設定して販売した。
τούς τε ἱερεῖς καλέσας ἔφησε πολὺ τὸ ἀνώμαλον ἀνάλωμα ἐν τῇ χώρᾳ γίνεσθαι εἰς τὰ ἱερά·
また、神官たちを呼び出し、国内で神殿に費やされている不規則な出費があまりにも多すぎると言った。
δεῖν οὖν καὶ τῶν ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος καταλυθῆναι.
それゆえ、いくつかの神殿と神官の多数を廃止しなければならない、と。
οἱ δὲ ἱερεῖς καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ τὰ ἱερὰ χρήματα ἐδίδοσαν, οἰόμενοί τε αὐτὸν τῇ ἀληθείᾳ μέλλειν τοῦτο ποιεῖν, καὶ ἕκαστος βουλόμενος τό τε ἱερὸν τὸ αὑτοῦ μείναι κατὰ χώραν καὐτὸς ἱερεύς.
そこで神官たちは、各自個人としても共同体としても、神殿の資金を提供した。 彼が本当にこれを実行するつもりなのだと思い込み、また各自、自分たちの神殿がそのまま存続し、自分自身も神官であり続けることを望んだからである。