§2.2.31Φιλόξενός τις Μακεδὼν Καρίας σατραπεύων δεηθεὶς χρημάτων Διονύσια ἔφασκε μέλλειν ἄγειν, καὶ χοραγοὺς προέγραψε τῶν Καρῶν τοὺς εὐπορωτάτους καὶ προσέταττεν αὐτοῖς ἃ δεῖ παρασκευάζειν.
一个叫菲洛克塞诺斯的马其顿人在担任卡里亚总督时,因需要资金,便宣称准备举办酒神节,并将卡里亚人中最富有的人登记为歌队主持,命令他们准备所需之物。
ὁρῶν δʼ αὐτοὺς δυσχεραίνοντας, ὑποπέμπων τινὰς ἠρώτα, τί βούλονται δόντες ἀπαλλαγῆναι τῆς λειτουργίας.
他见他们面露难色,便暗中派人去询问他们愿意出多少钱以免除这项公益服务。
οἱ δὲ πολλῷ πλέον ἢ ὅσον ᾤοντο ἀναλώσειν ἔφασαν δώσειν τοῦ μὴ ὀχλεῖσθαι καὶ ἀπὸ τῶν ἰδίων ἀπεῖναι.
他们表示,为了免受打扰并能专注于自己的私事,他们愿意支付比预期开销多得多的钱。
ὁ δὲ παρὰ τούτων λαβὼν ὃ ἐδίδοσαν ἑτέρους κατέγραψεν, ἕως ἔλαβε παρὰ τούτων ἃ ἐβούλετο καὶ προσῆν παρʼ ἑκάστοις.
于是,菲洛克塞诺斯在从这些人那里收下他们给的钱后,又登记了其他人,直到他从所有人那里得到了他想要的一切,并从每个人身上获得了额外的利益。
§2.2.32Εὐαίσης Σύρος Αἰγύπτου σατραπεύων, ἀφίστασθαι μελλόντων τῶν νομαρχῶν ἀπʼ αὐτοῦ αἰσθόμενος, καλέσας αὐτοὺς εἰς τὰ βασίλεια ἐκρέμα ἅπαντας· πρὸς δὲ τοὺς οἰκείους ἐκέλευσε λέγειν ὅτι ἐν φυλακῇ εἰσιν.
叙利亚人埃瓦伊塞斯在担任埃及总督时,察觉到地方长官们企图背叛他,便将他们召入皇宫,全部处以吊刑;并命令对他们的家属宣称他们被关押在监狱里。
ἕκαστος οὖν τῶν οἰκείων ἔπραττον ὑπὲρ ἑκάστου, καὶ χρημάτων ἐξεωνοῦντο τοὺς συνειλημμένους.
于是,家属们各自为被捕的人进行交涉,企图用钱赎回他们。
ὁ δὲ διομολογησάμενος ὑπὲρ ἑκάστου καὶ λαβὼν τὰ ὁμολογηθέντα ἀπέδωκεν ἑκάστοις τὸν νεκρόν.
埃瓦伊塞斯与每家达成了协议,并在收到了商定的款项后,将尸体还给了他们。
§2.2.33Κλεομένης Ἀλεξανδρεὺς Αἰγύπτου σατραπεύων, λιμοῦ γενομένου ἐν μὲν τοῖς ἄλλοις τόποις σφόδρα, ἐν Αἰγύπτῳ δὲ μετρίως, ἀπέκλεισε τὴν ἐξαγωγὴν τοῦ σίτου.
亚历山大里亚人克莱奥梅内斯在担任埃及总督时,在其他地方发生严重饥荒、而埃及较轻时,下令禁止粮食出口。
τῶν δὲ νομαρχῶν φασκόντων οὐ δυνήσεσθαι τοὺς φόρους ἀποδοῦναι τῷ μὴ ἐξάγεσθαι τὸν σῖτον, ἐξαγωγὴν μὲν ἐποίησε, τέλος δὲ πολὺ τῷ σίτῳ ἐπέβαλεν, ὥστε συνέβαινεν αὐτῷ, εἰ μὴ, ἐξαγομένου ὀλίγου πολὺ τέλος λαμβάνειν, αὐτούς τε τοὺς νομάρχας πεπαῦσθαι τῆς προφάσεως.
当地方长官们声称由于粮食无法出口而无法缴纳税款时,他允许了出口,但对粮食课以重税。 其结果是,即使出口不多,只要出口少量,他就能获得巨额税款,而地方长官们自己也失去了借口。
διαπλέοντος δʼ αὐτοῦ τὸν νομόν, οὗ ἐστι θεὸς ὁ κροκόδειλος, ἡρπάσθη τις τῶν παίδων αὐτοῦ.
当他乘船经过以鳄鱼为神的地方时,他的一个侍童被叼走了。
καλέσας οὖν τοὺς ἱερεῖς ἔφη πρότερος ἀδικηθεὶς ἀμύνεσθαι τοὺς κροκοδείλους, καὶ προσέταξε θηρεύειν αὐτούς.
于是,他召集神官们,宣称自己先受到了侵害,因此要向鳄鱼报复,并命令他们去捕杀鳄鱼。
οἱ δὲ ἱερεῖς, ἵνα μὴ ὁ θεὸς αὐτῶν καταφρονηθῇ, συναγαγόντες ὅσον ἠδύναντο χρυσίον ἔδοσαν αὐτῷ καὶ οὕτως ἐπαύσατο.
神官们为了不让他们的神受到轻视,便筹集了尽可能多的金子送给他,他这才作罢。
Ἀλεξάνδρου τοῦ βασιλέως ἐντειλαμένου αὐτῷ οἰκίσαι πόλιν πρὸς τῇ Φάρῳ καὶ τὸ ἐμπόριον τὸ πρότερον ὂν ἐπὶ τοῦ Κανώβου ἐνταῦθα ποιῆσαι, καταπλεύσας εἰς τὸν Κάνωβον πρὸς τοὺς ἱερεῖς καὶ τοὺς κτήματα ἔχοντας ἐκεῖ ἐπὶ τούτῳ ἥκειν ἔφη ὥστε μετοικίσαι αὐτούς.
当国王亚历山大命令他在法罗斯附近建造一座城市,并将以前在卡诺布斯的贸易港移至该处时,他乘船顺流而下前往卡诺布斯,对神官和在当地拥有财产的人说,他来这里的目的是为了让他们迁徙。
οἱ δὲ ἱερεῖς καὶ οἱ κάτοικοι εἰσενέγκαντες χρήματα ἔδωκαν, ἵνʼ ἐᾷ κατὰ χώραν αὐτοῖς τὸ ἐμπόριον.
神官和居民们便捐纳资金送给他,以便让他把贸易港留在原地。
ὁ δὲ λαβὼν τότε μὲν ἀπηλλάγη, εἶτα δὲ καταπλεύσας, ἐπεὶ ἦν εὐτρεπῆ αὐτῷ τὰ πρὸς τὴν οἰκοδομίαν, ᾔτει αὐτοὺς χρήματα ὑπερβαλὼν τῷ πλήθει·
他收下钱后当时便离去了,但后来又乘船前来,当他用于建造的准备工作就绪时,他向他们索要极其巨额的资金。
τοῦτο γὰρ αὑτῷ τὸ διάφορον εἶναι, τὸ αὐτοῦ εἶναι τὸ ἐμπόριον καὶ μὴ ἐκεῖ.
因为他声称,贸易港是在这里还是在那里,对他来说差额就是这笔数目。
ἐπεὶ δʼ οὐκ ἂν ἔφασαν δύνασθαι δοῦναι, μετῴκισεν αὐτούς.
当他们表示无法支付时,他就让他们迁徙了。
ἀποστείλας τέ τινα ἐπʼ ἀγοράσμά τε καὶ αἰσθόμενος ὅτι εὐώνων ἐπιτετύχηκεν, αὐτῷ δὲ μέλλει ἐκτετιμημένα λογίζεσθαι, πρὸς τοὺς συνήθεις τοῦ ἀγοραστοῦ ἔλεγεν ὅτι ἀκηκοὼς εἴη τὰ ἀγοράσματα αὐτὸν ὑπερτίμια ἠγορακέναι· αὐτὸς οὖν οὐ προσέξειν· καὶ ἅμα τὴν ἀβελτερίαν αὐτοῦ ἐλοιδόρει μετʼ ὀργῆς προσποιητοῦ.
此外,他曾派遣某人去采购物品,在得知该人以极低廉的价格购得、却企图向他报高价核算时,他便对那个采购员的熟人们说,自己听说该采购员以过高的价格购买了物品,因此自己绝不接受,并同时伪装愤怒,痛斥他的愚蠢。
οἱ δὲ ταῦτα ἀκούοντες οὐκ ἔφασαν δεῖν πιστεύειν αὐτὸν τοῖς λέγουσί τι κατʼ ἐκείνου, ἕως αὐτὸς παραγενόμενος τὸν λόγον αὐτῷ δῷ.
他们听了这话,便说他不应该相信那些诋毁那人的人,直到那人亲自回来向他作账目报告。
ἀφικομένου δὲ τοῦ ἀγοραστοῦ ἀπήγγειλαν αὐτῷ τὰ παρὰ τοῦ Κλεομένους· ὁ δʼ ἐκείνοις τε βουλόμενος ἐνδείξασθαι καὶ τῷ Κλεομένει, ἀνήνεγκε τὰς τιμὰς ὧνπερ ἦν ἠγορακώς.
当采购员回来后,他们向他转达了克莱奥梅内斯的话;那人为了向他们和克莱奥梅内斯证明清白,便如实申报了购买时的实际价格。
τοῦ τε σίτου πωλουμένου ἐν τῇ χώρᾳ δεκαδράχμου, καλέσας τοὺς ἐργαζομένους ἠρώτα, πόσου βούλονται αὑτῷ ἐργάζεσθαι·
当该地区的粮食以每十德拉克马的价格出售时,他召集从业商人们,询问他们愿意以多少价格为他供货。
οἱ δʼ ἔφασαν ἐλάσσονος ἢ ὅσου ἂν τοῖς ἐμπόροις ἐπώλουν.
他们表示,愿意以比卖给商贩更低的价格出售。
ὁ δʼ ἐκείνους μὲν ἐκέλευσεν αὑτῷ παραδιδόναι ὅσουπερ ἐπώλουν τοῖς ἄλλοις· αὐτὸς δὲ τάξας τριάκοντα καὶ δύο δραχμὰς τοῦ σίτου τιμὴν οὕτως ἐπώλει.
他却命令他们按卖给他人的相同价格交付给他;而他自己则将粮食价格定为三十二德拉克马,并以此价格售出。
τούς τε ἱερεῖς καλέσας ἔφησε πολὺ τὸ ἀνώμαλον ἀνάλωμα ἐν τῇ χώρᾳ γίνεσθαι εἰς τὰ ἱερά· δεῖν οὖν καὶ τῶν ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος καταλυθῆναι.
他还召集神官们,宣称国内神庙的无规律开支过多,因此必须废除一部分神庙和大部分神官。
οἱ δὲ ἱερεῖς καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ τὰ ἱερὰ χρήματα ἐδίδοσαν, οἰόμενοί τε αὐτὸν τῇ ἀληθείᾳ μέλλειν τοῦτο ποιεῖν, καὶ ἕκαστος βουλόμενος τό τε ἱερὸν τὸ αὑτοῦ μείναι κατὰ χώραν καὐτὸς ἱερεύς.
神官们无论是个人还是集体,都纷纷献出神庙的资金,以为他真的打算这么做,而且每个人都希望自己的神庙留在原处,自己也继续担任神官。