Humanitext Reader

アリストテレス · 家政論 §2.2.25-2.2.30

ハブリアスら諸将による軍費調達の策略

13 / 15 箇所 · ギリシア語

要旨

エジプト王や各将軍(ハブリアス、イフィクラテス、コテュス、メントル、メムノン、カリデモス)が、遠征や軍備のために神官の私財、農業生産物、人質、家宅捜索、欺瞞的な布告などを利用して資金や物資を調達した多様な策略が記述される。

§2.2.25Χαβρίας Ἀθηναῖος Ταῲ τῷ Αἰγυπτίων βασιλεῖ ἐκστρατεύοντι καὶ δεομένῳ χρημάτων συνεβούλευε τῶν τε ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος φάναι πρὸς τοὺς ἱερεῖς δεῖν παραλυθῆναι διὰ τὴν δαπάνην.
アテナイのハブリアスは、エジプト王タオスが遠征を行い資金を必要としていたとき、神殿のいくつか、および神官の多数を、費用のために廃止する必要があると神官たちに対して言うようにと勧告した。
ἀκούσαντες δὲ οἱ ἱερεῖς καὶ τὸ ἱερὸν παρʼ αὑτοῖς ἕκαστοι βουλόμενοι εἶναι, καὶ ἴδια αὐτοῖς οἱ ἱερεῖς ἐδίδοσαν χρήματα.
これを聞いた神官たちは、各自自分たちのところに神殿が存続することを望んだので、神官たち自身、私財を彼に与えた。
ἐπεὶ δὲ παρὰ πάντων εἰλήφει, προστάξαι αὐτοῖς ἐκέλευσεν εἰς μὲν τὸ ἱερὸν καὶ εἰς αὑτὸν τῆς δαπάνης ἧς πρότερον ἐποιοῦντο τὸ δέκατον μέρος ποιεῖσθαι, τὰ δὲ λοιπὰ αὑτῷ δανεῖσαι, ἕως ὁ πόλεμος ὁ πρὸς βασιλέα διαλυθῇ.
彼が全員からそれらを受け取ると、ハブリアスは王に、以前行っていた費用の10分の1を神殿に対して、および自分たち自身に対して行うように、そして残りの10分の9を、王との戦争が終結するまで自分に貸し付けるようにと、彼らに命じるよう勧めた。
ἀπʼ οἰκίας δὲ ἑκάστης κελεῦσαι ἅπαντας εἰσενέγκαι τάξαντα ὃ δεῖ, καὶ ἀπὸ τοῦ σώματος ὡσαύτως·
また、すべての者に、各家屋から妥当な額を査定した上で納めるよう命じること、人頭税についても同様にすることを勧めた。
τοῦ σίτου τε πωλουμένου χωρὶς τῆς τιμῆς διδόναι τὸν πωλοῦντα καὶ ὠνούμενον ἀπὸ τῆς ἀρτάβης τὸν ὀβολόν· ἀπό τῶν πλοίων τε καὶ ἐργαστηρίων καὶ τῶν ἄλλην τινὰ ἐργασίαν εχόντων τῆς ἐργασίας μέρος τὸ δέκατον κελεῦσαι ἀποτελεῖν.
また穀物が販売される際には、価格とは別に、売り手と買い手が1アルタベにつき1オボロスを支払うこと、また、船や作業場を所有する者、およびその他の何らかの生業を持つ者たちから、その稼ぎの10分の1を納めるよう命じることを勧めた。
ἐκστρατεύειν δʼ αὐτῷ μέλλοντι ἐκ τῆς χώρας, εἴ τίς τι ἔχει ἄσημον ἀργύριον ἢ χρυσίον, κελεῦσαι ἐνέγκαι πρὸς αὑτόν·
さらに、彼が国から遠征に出発しようとするとき、もし誰かが何らかの刻印のない銀または金を持っているなら、それを自分のところに持参するよう命じることを勧めた。
ἐνεγκάντων δὲ τῶν πλείστων, ἐκέλευσε τούτῳ μὲν ἐκεῖνον χρῆσθαι, τοὺς δὲ δανείσαντας συστῆσαι τοῖς νομάρχαις, ὥστʼ ἐκ τῶν φόρων αὐτοῖς ἀποδοῦναι.
そして大多数の者が持参したとき、彼は王に、これを使用し、資金を貸し付けた人々をノマルケスたちに引き合わせ、税収から彼らに返済させるようにと勧めた。
§2.2.26Ἰφικράτης Ἀθηναῖος, Κότυος συναγαγόντος στρατιώτας, ἐπόρισεν αὐτῷ χρήματα τρόπον τοιοῦτον.
アテナイのイフィクラテスは、コテュスが兵士たちを集めていたとき、次のような方法で彼に資金を調達した。
ἐκέλευσε τῶν ἀνθρώπων ὧν ἦρχε προστάξαι κατασπεῖραι αὐτῷ γῆν τριῶν μεδίμνων·
彼はコテュスに、自分が支配している人々に対して、彼のために3メディムノスの広さの土地に作物をまくようにと命じるよう勧めた。
τούτου δὲ πραχθέντος συνελέγη σίτου πολὺ πλῆθος.
これが実行されると、非常に多くの穀物が集まった。
καταγαγὼν οὖν ἐπὶ τὰ ἐμπόρια ἀπέδοτο, καὶ εὐπόρησε χρημάτων.
そこでコテュスはそれを交易地に運ばせて売却し、十分な資金を得た。
§2.2.27Κότυς Θρᾷξ παρὰ Περινθίων ἐδανείζετο χρήματα εἰς τοὺς στρατιώτας συναγαγεῖν· οἱ δὲ Περίνθιοι οὐκ ἐδίδοσαν αὐτῷ.
トラキア人コテュスは、兵士たちを集めるためにペリントス人から資金を借りようとしたが、ペリントス人は彼に与えなかった。
ἠξίωσεν οὖν αὐτοὺς ἄνδρας γε τῶν πολιτῶν φρουροὺς δοῦναι εἰς χωρία τινά, ἵνα τοῖς ἐκεῖ στρατιώταις νῦν φρουροῦσι σχῇ ἀποχρήσασθαι.
そこで彼は彼らに、市民の中から数名の者を守備兵としていくつかの拠点によこすように要求した。 今そこで守備に就いている兵士たちを他の用途に使うことができるようにするためである。
οἱ δὲ τοῦτο ταχέως ἐποίησαν, οἰόμενοι τῶν χωρίων κύριοι ἔσεσθαι.
彼らは、自分たちがそれらの拠点の支配者になれると考えて、これを素早く実行した。
ὁ δὲ Κότυς τοὺς ἀποσταλέντας εἰς φυλακὴν ποιήσας τὰ χρήματα αὐτοὺς ἐκέλευσεν ἀποστείλαντας, ἃ ἐδανείζετο παρʼ αὐτῶν, κομίσασθαι.
しかしコテュスは、送られてきた者たちを拘留し、彼らに、自分が彼らから借りようとしていた資金を送るよう命じ、そうすれば彼らを連れ戻すことができるとした。
§2.2.28Μέντωρ Ῥόδιος Ἑρμείαν συλλαβὼν καὶ τὰ χωρία αὐτοῦ κατασχὼν τοὺς ἐπιμελητὰς εἴασε κατὰ χώραν τοὺς ὑπὸ τοῦ Ἑρμείου καθεστηκότας.
ロドス人メントルは、ヘルメイアスを捕らえてその領地を占領した際、ヘルメイアスによって任命されていた管理人たちをそのまま留めておいた。
ἐπεὶ δὲ ἐθάρρησάν τε ἅπαντες καί, εἴ τί ποτʼ ἦν αὐτοῖς ἀποκεκρυμμένον ἢ ὑπεκκείμενον, μεθʼ αὑτῶν εἶχον, συλλαβὼν αὐτοὺς πάντα παρείλετο ἃ εἶχον.
彼ら全員が安心し、隠していたものや他所に避難させていたものがあればそれを手元に取り戻したとき、メントルは彼らを捕らえ、彼らが持っていたすべてのものを奪い去った。
§2.2.29Μέμνων Ῥόδιος κυριεύσας Λαμψάκου δεηθεὶς χρημάτων ἐπέγραψε τοῖς πλουσιωτάτοις αὐτῶν πλῆθός τι ἀργυρίου, τούτοις δὲ τὴν κομιδὴν ἔσεσθαι παρὰ τῶν ἄλλων πολιτῶν ἔφησεν·
ロドス人メムノンは、ランプサコスを支配下におき、資金を必要とした際、彼らのうちの最も富裕な者たちに一定額の銀の支払いを割り当て、彼らへの返済は他の市民たちから回収されることになると言った。
ἐπεὶ δὲ οἱ ἄλλοι πολῖται εἰσήνεγκαν, ἐκέλευσε καὶ ταῦτα αὑτῷ δανεῖσαι ἐν χρόνῳ διειπάμενος ἐν ᾧ πάλιν αὐτοῖς ἀποδώσει.
しかし他の市民たちが資金を納めると、彼はその資金をも自分に貸し付けるように命じ、彼らにそれを再び返済する期日を明確に取り決めた。
πάλιν τε δεηθεὶς χρημάτων ἠξίωσεν αὐτοὺς εἰσενέγκαι, κομίσασθαι δὲ ἐκ τῶν προσόδων·
その後、再び資金が必要となり、彼は彼らに資金を納めるよう要求し、公共収入から回収するようにとした。
οἳ δʼ εἰσήνεγκαν ὡς διὰ ταχέων αὐτοῖς ἐσομένης τῆς κομιδῆς·
彼らはすぐに返済がなされると考えて資金を納めた。
ἐπεὶ δὲ καὶ αἱ καταβολαὶ τῶν προσόδων παρῆσαν, ἔφησεν ἐπʼ αὐτῷ χρείαν εἶναι καὶ τούτων, ἐκείνοις δὲ ὕστερον ἀποδώσειν σὺν τόκῳ.
しかし、公共収入の納付時期が来ると、彼は自分にとってそれらの資金も必要であると言い、彼らには後で利子をつけて返済すると言った。
τῶν τε στρατευομένων παρʼ αὐτῷ παρῃρεῖτο τὰς σιταρχίας καὶ τοὺς μισθοὺς ἓξ ἡμερῶν τὸν ἐνιαυτόν, φάσκων ταύταις ταῖς ἡμέραις οὔτε φυλακὴν αὐτοῖς οὐδεμίαν οὔτε πορείαν οὔτε δαπάνην ποιεῖσθαι, τὰς ἐξαιρεσίμους λέγων.
また、自分のところで従軍している兵士たちから、1年のうち6日分の食糧手当と給料を差し引いた。 それらの日には、彼らは守備も行軍もしておらず、何の支出も生じていないと主張したのである。 彼はこれを除外日と呼んでいた。
τόν τε πρὸ τοῦ χρόνον διδοὺς τοῖς στρατιώταις τῇ δευτέρᾳ τῆς νουμηνίας τὴν σιταρχίαν, τῷ μὲν πρώτῳ μηνὶ παρέβη τρεῖς ἡμέρας, τῷ δʼ ἐχομένῳ πέντε.
また、それ以前の時期には、新月の第2日に兵士たちに食糧手当を与えていたが、最初の月には3日遅らせ、次の月には5日遅らせた。
τοῦτον δὲ τὸν τρόπον προῆγεν, ἕως εἰς τὴν τριακάδα ἦλθεν.
彼はこのような方法で遅らせていき、ついに月の30日目に達するまでこれを続けた。
§2.2.30Χαρίδημος Ὠρείτης ἔχων τῆς Αἰολίδος τινὰ χωρία, ἐπιστρατεύοντος ἐπʼ αὐτὸν Ἀρταβάζου χρημάτων ἐδεῖτο εἰς τοὺς στρατιώτας.
オレオス人のカリデモスはアイオリスのいくつかの拠点を支配していたが、アルタバゾスが彼に対して遠征してきたとき、兵士たちのために資金を必要とした。
τὸ μὲν οὖν πρῶτον εἰσέφερον αὐτῷ, εἶτα οὐκέτι ἔφασαν ἔχειν·
そこで住民たちは最初は彼に資金を納めたが、その後、もう手元にないと言い出した。
ὁ δὲ Χαρίδημος, ὃ ᾤετο χωρίον εὐπορώτατον εἶναι, ἐκέλευσεν εἴ τι νόμισμα ἔχουσιν ἤ τι ἄλλο σκεῦος ἀξιόλογον, εἰς ἕτερον χωρίον ἀποστέλλειν, παραπομπὴν δὲ δώσειν·
そこでカリデモスは、最も富裕であると彼が考えていた拠点の住民に対し、もし何らかの貨幣や、その他の価値ある器物を持っているなら、別の拠点へと送り出すようにと命じ、護衛を与えると言った。
ἅμα δὲ καὶ αὐτὸς τοῦτο ποιῶν φανερὸς ἦν.
同時に、彼自身もそうしているのが明らかであった。
πεισθέντων δὲ τῶν ἀνθρώπων, προαγαγὼν αὐτοὺς τῆς πόλεως μικρὸν καὶ ἐρευνήσας ἃ εἶχον, ἔλαβεν ὅσων ἐδεῖτο, ἐκείνους δὲ πάλιν εἰς τὸ χωρίον ἀπῆγεν.
人々がこれに応じると、彼は彼らを街から少し外に進めさせ、彼らが持っていたものを捜索して、自分が必要とするだけの分を取り、彼らを再びその拠点へと連れ戻した。
κήρυγμά τε ποιησάμενος ἐν ταῖς πόλεσιν, ὧν ἦρχε, μηδένα μηδὲν ὅπλον κεκτῆσθαι ἐν τῇ οἰκίᾳ, εἰ δὲ μή, ἀποτείσειν ἀργύριον ὃ ἐπεκήρυξεν, ἠμέλει καὶ οὐδεμίαν ἐπιστροφὴν ἐποιεῖτο.
また、自分が支配していた諸都市において、誰も家に武器を所有してはならない、もし違反すれば布告した額の銀を支払うべきであるという布告を出したが、その後はこれを放置し、何の追及もしなかった。
τῶν δὲ ἀνθρώπων οἰομένων τὸ κήρυγμα μάτην αὐτὸν πεποιῆσθαι, εἶχον ἃ ἔτυχον ἕκαστοι κεκτημένοι κατὰ χώραν.
人々は彼がその布告をいたずらに出したのだと思い込み、各自がたまま所有していたものをそのまま手元に置いていた。
ὁ δʼ ἔρευναν ἐξαίφνης ποιησάμενος τῶν οἰκιῶν, παρʼ οἷς εὗρεν ὅπλον τι, ἐπράττετο τὸ ἐπιτίμιον.
しかし彼は突然、それらの家屋の家宅捜索を行い、武器が見つかった者たちから罰金を徴収した。

語釈・文法注

  1. 1351aτῶν τε ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος — 「神殿のいくつか(τῶν τε ἱερῶν τινα)」と「神官の多数(τῶν ἱερέων τὸ πλῆθος)」が、不定詞「παραλυθῆναι(廃止される、免職される)」の意味上の主語(対格主語)である。名詞「τὸ πλῆθος」は「多数、大部分」を意味し、属格の「τῶν ἱερέων」を伴っている。
  2. 1351aεἰς αὑτὸν — 再帰代名詞「αὑτόν(自己)」は、単数形であるが複数主語「οἱ ἱερεῖς(神官たち)」を各自(ἕκαστος)のレベルで受けており、神官たちが「自分たち自身のために」神殿で支出していた生活費や維持費のことを指す。
  3. 1351bτῶν τε στρατευομένων ... παρῃρεῖτο — 動詞「παραιρέω(奪う、差し引く)」は通常、対格を二つ取る二重対格(人に物を与える/から奪う)の構文となるが、ここでは奪われる対象が属格「τῶν στρατευομένων(従軍している者たちから)」という分離の属格(奪格的属格)で表現され、奪われる物が対格「τὰς σιταρχίας καὶ τοὺς μισθούς」で表現されている。
  4. ¦20¦ὃ ᾤετο χωρίον εὐπορώτατον εἶναι — 先行詞「χωρίον」が関係代名詞「ὃ」の導く関係節内に引き込まれた構造(先行詞の同化)。「εὐπορώτατον εἶναι」は「ᾤετο(彼は〜と考えていた)」に依存する不定詞句であり、「彼が最も富裕であると考えていた拠点」という意味になる。

この箇所を引用する

アリストテレス, 家政論 §2.2.25-2.2.30. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg029.humanitext-grc2:2.2.25-2.2.30

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。