Humanitext Reader

亚里士多德 · 经济学 §2.2.25-2.2.30

哈布里亚斯等诸将筹措军费的谋略

第 13 段,共 15 段 · 希腊语

内容简介

本章节描述了埃及国王及各位将领(哈布里亚斯、伊菲克拉特斯、科提斯、门托尔、门农、哈里德莫斯)为了军事行动和军费筹措,利用神官私产、农产品、人质、搜家及虚假布告等手段筹集资金和物资的各种谋略。

§2.2.25Χαβρίας Ἀθηναῖος Ταῲ τῷ Αἰγυπτίων βασιλεῖ ἐκστρατεύοντι καὶ δεομένῳ χρημάτων συνεβούλευε τῶν τε ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος φάναι πρὸς τοὺς ἱερεῖς δεῖν παραλυθῆναι διὰ τὴν δαπάνην.
雅典人哈布里亚斯在埃及国王塔奥斯正欲出征且需要资金时,建议他向神官们宣称,由于开支的原因,必须暂停一部分神庙和大部分神官的职务。
ἀκούσαντες δὲ οἱ ἱερεῖς καὶ τὸ ἱερὸν παρʼ αὑτοῖς ἕκαστοι βουλόμενοι εἶναι, καὶ ἴδια αὐτοῖς οἱ ἱερεῖς ἐδίδοσαν χρήματα.
神官们听闻此事,且由于每个人都希望自己的神庙得以保留,便主动将各自的私有资金献给了他。
ἐπεὶ δὲ παρὰ πάντων εἰλήφει, προστάξαι αὐτοῖς ἐκέλευσεν εἰς μὲν τὸ ἱερὸν καὶ εἰς αὑτὸν τῆς δαπάνης ἧς πρότερον ἐποιοῦντο τὸ δέκατον μέρος ποιεῖσθαι, τὰ δὲ λοιπὰ αὑτῷ δανεῖσαι, ἕως ὁ πόλεμος ὁ πρὸς βασιλέα διαλυθῇ.
当他从所有人那里收到了这些钱,哈布里亚斯建议他命令神官们,今后在神庙和他们自己身上的开支只保留以前的十分之一,而将其余的部分借给他,直到与波斯国王的战争结束。
ἀπʼ οἰκίας δὲ ἑκάστης κελεῦσαι ἅπαντας εἰσενέγκαι τάξαντα ὃ δεῖ, καὶ ἀπὸ τοῦ σώματος ὡσαύτως· τοῦ σίτου τε πωλουμένου χωρὶς τῆς τιμῆς διδόναι τὸν πωλοῦντα καὶ ὠνούμενον ἀπὸ τῆς ἀρτάβης τὸν ὀβολόν· ἀπό τῶν πλοίων τε καὶ ἐργαστηρίων καὶ τῶν ἄλλην τινὰ ἐργασίαν εχόντων τῆς ἐργασίας μέρος τὸ δέκατον κελεῦσαι ἀποτελεῖν.
他还建议命令所有人根据査定的适当数额从每户人家交纳税款,人头税亦是如此;在粮食出售时,除售价外,买卖双方须按每阿耳塔贝支付一奥博尔;并命令拥有船只、作坊及从事其他任何行业的人交纳其收入的十分之一。
ἐκστρατεύειν δʼ αὐτῷ μέλλοντι ἐκ τῆς χώρας, εἴ τίς τι ἔχει ἄσημον ἀργύριον ἢ χρυσίον, κελεῦσαι ἐνέγκαι πρὸς αὑτόν· ἐνεγκάντων δὲ τῶν πλείστων, ἐκέλευσε τούτῳ μὲν ἐκεῖνον χρῆσθαι, τοὺς δὲ δανείσαντας συστῆσαι τοῖς νομάρχαις, ὥστʼ ἐκ τῶν φόρων αὐτοῖς ἀποδοῦναι.
在国王即将出征境外时,如果有人持有任何未铸造的银或金,哈布里亚斯建议命令他们将其送到国王这里;在大多数人送来之后,他建议国王使用这些资金,并将借出者引荐给地方长官,以便从税收中偿还他们。
§2.2.26Ἰφικράτης Ἀθηναῖος, Κότυος συναγαγόντος στρατιώτας, ἐπόρισεν αὐτῷ χρήματα τρόπον τοιοῦτον.
雅典人伊菲克拉特斯在科提斯募集士兵时,用以下方法为他筹集了资金。
ἐκέλευσε τῶν ἀνθρώπων ὧν ἦρχε προστάξαι κατασπεῖραι αὐτῷ γῆν τριῶν μεδίμνων· τούτου δὲ πραχθέντος συνελέγη σίτου πολὺ πλῆθος.
他建议科提斯命令他所统治的人民为他播种三麦地姆诺面积的土地;此事完成后,收集了大量的粮食。
καταγαγὼν οὖν ἐπὶ τὰ ἐμπόρια ἀπέδοτο, καὶ εὐπόρησε χρημάτων.
于是,科提斯将粮食运到交易市场卖掉,从而获得了充足的资金。
§2.2.27Κότυς Θρᾷξ παρὰ Περινθίων ἐδανείζετο χρήματα εἰς τοὺς στρατιώτας συναγαγεῖν· οἱ δὲ Περίνθιοι οὐκ ἐδίδοσαν αὐτῷ.
色雷斯人科提斯试图向佩林托斯人借钱来募集士兵,但佩林托斯人没有给他。
ἠξίωσεν οὖν αὐτοὺς ἄνδρας γε τῶν πολιτῶν φρουροὺς δοῦναι εἰς χωρία τινά, ἵνα τοῖς ἐκεῖ στρατιώταις νῦν φρουροῦσι σχῇ ἀποχρήσασθαι.
因此,他请求他们派一些公民作为守备兵去某些地方,以便他能够腾出目前在那些地方把守的士兵用于其他用途。
οἱ δὲ τοῦτο ταχέως ἐποίησαν, οἰόμενοι τῶν χωρίων κύριοι ἔσεσθαι.
他们迅速照办了,以为自己将成为这些地方的主人。
ὁ δὲ Κότυς τοὺς ἀποσταλέντας εἰς φυλακὴν ποιήσας τὰ χρήματα αὐτοὺς ἐκέλευσεν ἀποστείλαντας, ἃ ἐδανείζετο παρʼ αὐτῶν, κομίσασθαι.
但科提斯将送来的人拘留起来,并命令佩林托斯人送来他想向他们借的资金,以赎回这些人。
§2.2.28Μέντωρ Ῥόδιος Ἑρμείαν συλλαβὼν καὶ τὰ χωρία αὐτοῦ κατασχὼν τοὺς ἐπιμελητὰς εἴασε κατὰ χώραν τοὺς ὑπὸ τοῦ Ἑρμείου καθεστηκότας.
罗德岛人门托尔在逮捕了赫米亚斯并占领了他的领地后,让赫米亚斯所任命的管理者们留任原职。
ἐπεὶ δὲ ἐθάρρησάν τε ἅπαντες καί, εἴ τί ποτʼ ἦν αὐτοῖς ἀποκεκρυμμένον ἢ ὑπεκκείμενον, μεθʼ αὑτῶν εἶχον, συλλαβὼν αὐτοὺς πάντα παρείλετο ἃ εἶχον.
当所有人都放下戒备,并将所有隐藏或存放在外的东西都收回身边时,门托尔将他们逮捕,并夺走了他们拥有的一切。
§2.2.29Μέμνων Ῥόδιος κυριεύσας Λαμψάκου δεηθεὶς χρημάτων ἐπέγραψε τοῖς πλουσιωτάτοις αὐτῶν πλῆθός τι ἀργυρίου, τούτοις δὲ τὴν κομιδὴν ἔσεσθαι παρὰ τῶν ἄλλων πολιτῶν ἔφησεν· ἐπεὶ δὲ οἱ ἄλλοι πολῖται εἰσήνεγκαν, ἐκέλευσε καὶ ταῦτα αὑτῷ δανεῖσαι ἐν χρόνῳ διειπάμενος ἐν ᾧ πάλιν αὐτοῖς ἀποδώσει.
罗德岛人门农在控制了兰普萨科斯后,因需要资金,向他们当中最富有的人派征了一定数量的银币,并说他们可以从其他公民那里收回这笔钱;但当其他公民缴纳后,他又命令富人将这笔资金也借给他,并明确约定了再次偿还他们的时间。
πάλιν τε δεηθεὶς χρημάτων ἠξίωσεν αὐτοὺς εἰσενέγκαι, κομίσασθαι δὲ ἐκ τῶν προσόδων· οἳ δʼ εἰσήνεγκαν ὡς διὰ ταχέων αὐτοῖς ἐσομένης τῆς κομιδῆς· ἐπεὶ δὲ καὶ αἱ καταβολαὶ τῶν προσόδων παρῆσαν, ἔφησεν ἐπʼ αὐτῷ χρείαν εἶναι καὶ τούτων, ἐκείνοις δὲ ὕστερον ἀποδώσειν σὺν τόκῳ.
此后,他再次需要资金,要求他们缴纳,并从公共收入中收回;他们缴纳了,以为很快就能收回;但当公共收入的缴纳期临近时,他说自己也需要这些资金,并说以后会连同利息一起偿还他们。
τῶν τε στρατευομένων παρʼ αὐτῷ παρῃρεῖτο τὰς σιταρχίας καὶ τοὺς μισθοὺς ἓξ ἡμερῶν τὸν ἐνιαυτόν, φάσκων ταύταις ταῖς ἡμέραις οὔτε φυλακὴν αὐτοῖς οὐδεμίαν οὔτε πορείαν οὔτε δαπάνην ποιεῖσθαι, τὰς ἐξαιρεσίμους λέγων.
他还从在他手下服役的士兵那里,扣除了每年六天的伙食津贴和军饷,声称在这些日子里他们既没有站岗,也没有行军,更没有任何开支,并称这些日子为扣除日。
τόν τε πρὸ τοῦ χρόνον διδοὺς τοῖς στρατιώταις τῇ δευτέρᾳ τῆς νουμηνίας τὴν σιταρχίαν, τῷ μὲν πρώτῳ μηνὶ παρέβη τρεῖς ἡμέρας, τῷ δʼ ἐχομένῳ πέντε.
以前,他总是在新月第二天向士兵发放伙食津贴,但第一个月他推迟了三天,第二个月推迟了五天。
τοῦτον δὲ τὸν τρόπον προῆγεν, ἕως εἰς τὴν τριακάδα ἦλθεν.
他用这种方式逐渐推迟,直到最终推迟到了第三十天。
§2.2.30Χαρίδημος Ὠρείτης ἔχων τῆς Αἰολίδος τινὰ χωρία, ἐπιστρατεύοντος ἐπʼ αὐτὸν Ἀρταβάζου χρημάτων ἐδεῖτο εἰς τοὺς στρατιώτας.
奥雷乌斯人哈里德莫斯占领了埃奥利斯的某些地方,当阿尔塔巴佐斯向他进军时,他需要资金来支付士兵。
τὸ μὲν οὖν πρῶτον εἰσέφερον αὐτῷ, εἶτα οὐκέτι ἔφασαν ἔχειν·
起初,人们确实向他缴纳了资金,但随后他们声称再也没有了。
ὁ δὲ Χαρίδημος, ὃ ᾤετο χωρίον εὐπορώτατον εἶναι, ἐκέλευσεν εἴ τι νόμισμα ἔχουσιν ἤ τι ἄλλο σκεῦος ἀξιόλογον, εἰς ἕτερον χωρίον ἀποστέλλειν, παραπομπὴν δὲ δώσειν· ἅμα δὲ καὶ αὐτὸς τοῦτο ποιῶν φανερὸς ἦν.
于是,哈里德莫斯命令他认为最富有的那个地方的居民,如果他们有任何货币或其他有价值的器物,就送到另一个地方去,并说会提供护送;同时,他自己也显然在这样做。
πεισθέντων δὲ τῶν ἀνθρώπων, προαγαγὼν αὐτοὺς τῆς πόλεως μικρὸν καὶ ἐρευνήσας ἃ εἶχον, ἔλαβεν ὅσων ἐδεῖτο, ἐκείνους δὲ πάλιν εἰς τὸ χωρίον ἀπῆγεν.
人们信以为真后,他将他们带到城外不远处,搜查了他们携带的物品,拿走了自己需要的部分,然后又把他们带回了那个地方。
κήρυγμά τε ποιησάμενος ἐν ταῖς πόλεσιν, ὧν ἦρχε, μηδένα μηδὲν ὅπλον κεκτῆσθαι ἐν τῇ οἰκίᾳ, εἰ δὲ μή, ἀποτείσειν ἀργύριον ὃ ἐπεκήρυξεν, ἠμέλει καὶ οὐδεμίαν ἐπιστροφὴν ἐποιεῖτο.
他还在他统治的城市里发出布告,任何人不得在家里拥有任何武器,否则须缴纳他所宣布数额的银币,但他对此并未在意,也没有进行搜查。
τῶν δὲ ἀνθρώπων οἰομένων τὸ κήρυγμα μάτην αὐτὸν πεποιῆσθαι, εἶχον ἃ ἔτυχον ἕκαστοι κεκτημένοι κατὰ χώραν.
人们以为他只是虚张声势,便各自在原处保留着偶然拥有的武器。
ὁ δʼ ἔρευναν ἐξαίφνης ποιησάμενος τῶν οἰκιῶν, παρʼ οἷς εὗρεν ὅπλον τι, ἐπράττετο τὸ ἐπιτίμιον.
然而,他突然对房屋进行了搜查,并在发现武器的人那里征收了罚金。

词汇与语法注释

  1. 1351aτῶν τε ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος — “一些神庙(τῶν τε ἱερῶν τινα)”和“大多数神官(τῶν ἱερέων τὸ πλῆθος)”共同作被动不定式“παραλυθῆναι(被废除/免职)”的対格主语。名词“τὸ πλῆθος”意为“多数、大部分”,后接属格“τῶν ἱερέων”。
  2. 1351aεἰς αὑτὸν — 单数反身代词“αὑτόν(自己)”指代复数主语“οἱ ἱερεῖς(神官们)”(此处按个体“每个神官”来看待),指神官们以前为他们自己或其自身维持在神殿中所做的支出,而非指代国王。
  3. 1351bτῶν τε στρατευομένων ... παρῃρεῖτο — 动词“παραιρέω(夺取、扣除)”通常接表示人和物的双宾格,但在此处,被夺取对象的人由属格“τῶν στρατευομένων(服役者)”表示,起分离属格(夺格性属格)的作用,而被夺取的物则由宾格“τὰς σιταρχίας καὶ τοὺς μισθούς”表示。
  4. ¦20¦ὃ ᾤετο χωρίον εὐπορώτατον εἶναι — 这是一个先行词混入关系从句(attraction of antecedent)的结构,名词“χωρίον”被拉入关系代词“ὃ”引导的从句中。不定式短语“εὐπορώ... εἶναι”依附于动词“ᾤετο”,意为“他认为最富裕的(那个)地方”。

引用这一段

亚里士多德, 经济学 §2.2.25-2.2.30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg029.humanitext-grc2:2.2.25-2.2.30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。