§2.2.21Μενδαῖοι δὲ τὰ μὲν ἀπὸ λιμένων καὶ τῶν ἄλλων τελῶν αὐτοῖς προσπορευόμενα ἐχρῶντο εἰς διοίκησιν τῆς πόλεως, τὰ δὲ ἀπὸ τῆς γῆς καὶ οἰκιῶν τέλη οὐκ ἔπραττον, ἀλλʼ ἀνέγραφον τοὺς ἔχοντας·
メンデ人は、港湾やその他の関税から自分たちに入ってくる収入を都市の管理のために使用していたが、土地や家屋に対する税は徴収せず、それらを所有している人々を登録しておくだけにしていた。
ὁπότε δὲ δεηθεῖεν χρημάτων, ἀπεδίδοσαν οι ὀφείλοντες·
そして、彼らが資金を必要とするときはいつでも、債務者たちがそれを支払った。
ἐκέρδαινον οὖν τὸν παρεληλυθότα χρόνον ἀτόκοις τοῖς χρήμασιν ἀποκεχρημένοι.
したがって、彼らは過去の期間、その資金を無利子で使用したことで利益を得ていた。
πολεμοῦντες τὲ πρὸς Ὀλυνθίους καὶ δεόμενοι χρημάτων, ὄντων αὐτοῖς ἀνδραπόδων, ἐψηφίσαντο καταλειπομένων ἑνὶ ἑκάστῳ θήλεος καὶ ἄρρενος τὰ ἄλλα ἀποδόσθαι τῇ πόλει, ὡς ἐκδανεῖσαι τοὺς ἰδιώτας χρήματα.
また、オリュントス人と戦争をしていて資金を必要とした際、彼らは奴隷を所有していたので、各人に雌と雄の奴隷が一人ずつ残されるようにした上で、残りの奴隷を都市に売却し、それによって個人が国家に資金を貸し付けることになるようにすることを議決した。
§2.2.22Καλλίστρατος ἐν Μακεδονίᾳ πωλουμένου τοῦ ἐλλιμενίου ὡς ἐπὶ τὸ πολὺ εἴκοσι ταλάντων, ἐποίησεν εὑρεῖν τὸ διπλάσιον·
カリストラトスは、マケドニアにおいて、港湾税の徴税権がたいてい20タラントンで売却されていたとき、その2倍の額をもたらすようにした。
κατιδὼν γὰρ ὠνουμένους τοὺς εὐπορωτέρους ἀεὶ διὰ τὸ δεῖν ταλαντιαίους καθιστάναι τοὺς ἐγγύους τῶν εἴκοσι ταλάντων, προεκήρυξεν ὠνεῖσθαι τὸν βουλόμενον καὶ τοὺς ἐγγύους καθιστάναι τοῦ τρίτου μέρους καὶ καθʼ ὁπόσον ἕκαστος δύνηται πείθειν.
なぜなら、20タラントンの入札に対して全額に責任を負う保証人を立てる必要があったため、常に非常に富裕な者たちだけがそれを買い取っているのを見て、彼は望む者は誰でも購入できるようにし、保証人は(入札額の)3分の1について立てればよいとし、また各自が納得させることができる限りの額についても保証人を立ててよいと布告したからである。
§2.2.23Τιμόθεος Ἀθηναῖος πολεμῶν πρὸς Ὀλυνθίους καὶ ἀπορούμενος ἀργυρίου, κόψας χαλκὸν διεδίδου τοῖς στρατιώταις.
アテナイのティモテオスは、オリュントス人と戦争をしていて銀に窮したとき、銅貨を鋳造して兵士たちに配った。
ἀγανακτούντων δὲ τῶν στρατιωτῶν ἔφη αὐτοῖς τοὺς ἐμπόρους τε καὶ ἀγοραίους ἅπαντα ὡσαύτως πωλήσειν.
兵士たちが憤慨すると、彼は、商人や小売商人たちもすべてのものを同様に(その銅貨で)彼らに売るだろうと言った。
τοῖς δʼ ἐμπόροις προεῖπεν, ὃν ἄν τις λάβῃ χαλκόν, τούτου πάλιν ἀγοράζειν τά τʼ ἐκ τῆς χώρας ὤνια καὶ τὰ ἐκ τῶν λειῶν ἀγόμενα·
そして商人たちには、各自が受け取る銅貨で、その地から売りに出される物や戦利品から持ち込まれる物を(自分から)再び買い戻すことができるとあらかじめ告げた。
ὃς δʼ ἂν περιλειφθῇ αὐτοῖς χαλκός, πρὸς αὐτὸν ἀναφέροντας ἀργύριον λαμβάνειν.
そして、彼らの手元に残った銅貨については、自分のところに持参すれば銀を受け取ることができるとした。
περὶ Κέρκυραν δὲ πολεμῶν καὶ ἀπόρως διακείμενος καὶ τῶν στρατιωτῶν αἰτούντων τοὺς μισθοὺς καὶ ἀπειθούντων αὐτῷ καὶ πρὸς τοὺς ὑπεναντίους φασκόντων ἀποπορεύεσθαι, ἐκκλησίαν συναγαγὼν ἔφησεν οὐ δύνασθαι διὰ τοὺς χειμῶνας παραγενέσθαι αὑτῷ ἀργύριον, ἐπεὶ τοσαύτην εἶναι περὶ αὑτὸν εὐπορίαν, ὥστε τὴν προδεδομένην τριμήνου σιταρχίαν δωρεὰν αὐτοῖς διδόναι·
また、コルキュラ周辺で戦争をしていて困窮した状態にあり、兵士たちが給料を要求して彼に従わず、敵の方へ去ると言い出したとき、彼は集会を招集し、冬の嵐のために自分のもとに銀が届かないのだと言い、しかし自分のところには非常に豊富な資金があるので、すでに支給された3ヶ月分の食糧手当を彼らに無料で与えよう、と語った。
οἱ δὲ ὑπολαβόντες οὐκ ἄν ποτε προέσθαι τοσαῦτα χρήματα τὸν Τιμόθεον αὐτοῖς, εἰ μὴ τῇ ἀληθείᾳ προσδόκιμα ἦν τὰ χρήματα πρὸς αὐτόν, ἡσυχίαν εἶχον ὑπὲρ τῶν μισθῶν ἕως ἐκεῖνος διῳκήσατο ἃ ἐβούλετο.
兵士たちは、もし本当に資金が彼のもとに届く見込みがないのであれば、ティモテオスがこれほど多額の資金を自分たちに惜しみなく与えるはずがないと考え、彼が望むことを処理し終えるまで、給料については騒がずに静かにしていた。
Σάμον δὲ πολιορκῶν τοὺς καρποὺς καὶ τὰ ἐπὶ τῶν ἀγρῶν ἀπεδίδοτο αὐτοῖς τοῖς Σαμίοις, ὥστε εὐπόρησε χρημάτων εἰς μισθοὺς τοῖς στρατιώταις.
また、サモスを包囲していたとき、彼は収穫物や畑にあるものをサモス人自身に売り払い、その結果、兵士たちの給料のための資金を十分に得た。
τῶν τε ἐπιτηδείων ἐπεὶ σπάνις ἦν ἐν τῷ στρατοπέδῳ διὰ τοὺς ἀφικνουμένους, ἀπηγόρευσε μὴ πωλεῖν σῖτον ἀληλεσμένον μηδὲ μέτρον ἔλασσον ἢ μέδιμνον, μηδὲ τῶν ὑγρῶν μηθὲν ἔλαττον ἢ μετρητήν.
また、陣営にやって来る人々のために食糧が不足したとき、彼は挽いた穀物を販売すること、また1メディムノス未満の量で販売すること、さらに液体のものを1メトレテス未満の量で販売することを禁止した。
οἱ μὲν οὖν ταξίαρχοί τε καὶ λοχαγοὶ ἀγοράζοντες ἀθρόα διεδίδοσαν τοῖς στρατιώταις, οἱ δὲ εἰσαφικνούμενοι ἦγον αὑτοῖς τὰ ἐπιτήδεια· ὁπότε δὲ ἀπαλλάττοιντο, εἴ τι περίλοιπον εἴη αὐτοῖς, ἐπώλουν.
そこで、歩兵隊長や百人隊長たちが一括して購入して兵士たちに分配し、一方、陣営にやって来る者たちは自分たちのために食糧を持参し、立ち去る際、もし何かしら残ったものがあればそれを売却した。
ὥστε συνέβαινεν εὐπορεῖσθαι τοὺς στρατιώτας τῶν ἐπιτηδείων.
その結果、兵士たちは食糧に事欠かないようになった。
§2.2.24Διδάλης Πέρσης ἔχων στρατιώτας τὰ μὲν καθʼ ἡμέραν πορίζειν ἐδύνατο ἐκ τῆς πολεμίας αὐτοῖς, νόμισμα δὲ οὐκ ἔχων διδόναι, ἀπαιτούμενος δέ, χρόνου γενομένου οὗ ὤφειλε, τεχνάζει τοιόνδε.
ペルシア人ディダレスは兵士を率いていたが、日々の食糧は敵地から彼らのために調達することができたものの、与える貨幣がなく、支払うべき期日が来て給料を要求されたとき、次のような計略をめぐらせた。
ἐκκλησίαν συναγαγὼν ἔφη οὐκ ἀπορεῖσθαι χρημάτων, ἀλλʼ εἶναι αὑτῷ ἐν χωρίῳ τινί, λέγων ἐν ᾧ εἴη.
彼は集会を招集し、自分は資金に窮しているのではなく、ある場所に資金があるのだと言って、それがどの場所であるかを告げた。
καὶ ἀναζεύξας ἐβάδιζεν ἐπʼ αὐτό·
そして、陣を引き払ってその場所へと進んだ。
εἶτα, ὡς ἐγγὺς τοῦ χωρίου ἐγένετο, προελθὼν εἰς αὐτὸ ἔλαβεν ἐκ τῶν ἐνόντων ἱερῶν ὅσος ἐνῆν κοῖλος ἄργυρος·
それから、その場所の近くに達したとき、彼はそこに入り、そこにあった神殿から、そこにあったすべての銀の器を取り出した。
εἶτʼ ἐπισκευάσας τὰς ἡμιόνους ὡς ἀγούσας ἀργύριον παραφαινούσας τε ταῦτα ἐβάδιζεν.
そして、それらの器を少し見せながら、あたかも銀を運んでいるかのようにラバたちに積んで進んだ。
ἰδόντες δὲ οἱ στρατιῶται καὶ νομίσαντες ἅπαντα εἶναι ἄργυρον τὰ ἀγόμενα, ἐθάρρησαν ὡς κομιούμενοι τὸν μισθόν.
兵士たちはこれを見て、運ばれているものすべてが銀であると思い込み、給料を受け取ることができると確信して元気づいた。
ὁ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἐλθόντας ἐπισημήνασθαι·
しかし彼は、アミソスに到着してから刻印を打たなければならないと言った。
ἦν δʼ εἰς τὴν Ἀμισὸν ὁδὸς πολλῶν τε ἡμερῶν καὶ χειμέριος·
アミソスへの道は多くの日にちを要し、また冬の道であった。
τὸν δὴ χρόνον τοῦτον ἀπεχρᾶτο τῷ στρατοπέδῳ τὰ ἐπιτήδεια μόνον διδούς.
そこで、彼はこの期間、兵士たちに食糧だけを与えて彼らを従わせ続けた。
τούς τε τεχνίτας τοὺς ἐν τῷ στρατοπέδῳ αὐτὸς εἶχε καὶ τοὺς καπήλους τοὺς μεταβαλλομένους τι· ἄλλῳ δὲ οὐκ ἦν οὐθενὶ οὐθὲν τούτων ποιεῖν.
また、彼は陣営内の職人たちや、品物を転売する小売商人たちを自分で囲い込み、他の者には誰一人としてこれらの商売をすることを許さなかった。