§2.2.21Μενδαῖοι δὲ τὰ μὲν ἀπὸ λιμένων καὶ τῶν ἄλλων τελῶν αὐτοῖς προσπορευόμενα ἐχρῶντο εἰς διοίκησιν τῆς πόλεως, τὰ δὲ ἀπὸ τῆς γῆς καὶ οἰκιῶν τέλη οὐκ ἔπραττον, ἀλλʼ ἀνέγραφον τοὺς ἔχοντας· ὁπότε δὲ δεηθεῖεν χρημάτων, ἀπεδίδοσαν οι ὀφείλοντες·
孟德人将从港口及其他关税中获得的收入用于城市管理,但他们不征收土地和房屋的税款,而只是登记那些拥有者;每当他们需要资金时,欠税者就予以缴纳。
ἐκέρδαινον οὖν τὸν παρεληλυθότα χρόνον ἀτόκοις τοῖς χρήμασιν ἀποκεχρημένοι.
因此,他们因在过去的时间里无息使用这些资金而获利。
πολεμοῦντες τὲ πρὸς Ὀλυνθίους καὶ δεόμενοι χρημάτων, ὄντων αὐτοῖς ἀνδραπόδων, ἐψηφίσαντο καταλειπομένων ἑνὶ ἑκάστῳ θήλεος καὶ ἄρρενος τὰ ἄλλα ἀποδόσθαι τῇ πόλει, ὡς ἐκδανεῖσαι τοὺς ἰδιώτας χρήματα.
当他们与奥林索斯人作战并需要资金时,由于他们拥有奴隶,便议决在给每个人留下一雌一雄奴隶的基础上,将其他的奴隶卖给城市,以便私人将资金贷给城市。
§2.2.22Καλλίστρατος ἐν Μακεδονίᾳ πωλουμένου τοῦ ἐλλιμενίου ὡς ἐπὶ τὸ πολὺ εἴκοσι ταλάντων, ἐποίησεν εὑρεῖν τὸ διπλάσιον·
卡利斯特拉托斯在马其顿,当港口税通常以二十塔兰特售出时,使该税卖出了双倍的价格。
κατιδὼν γὰρ ὠνουμένους τοὺς εὐπορωτέρους ἀεὶ διὰ τὸ δεῖν ταλαντιαίους καθιστάναι τοὺς ἐγγύους τῶν εἴκοσι ταλάντων, προεκήρυξεν ὠνεῖσθαι τὸν βουλόμενον καὶ τοὺς ἐγγύους καθιστάναι τοῦ τρίτου μέρους καὶ καθʼ ὁπόσον ἕκαστος δύνηται πείθειν.
因为他注意到,总是更富有的人购买它,是因为必须为整整二十塔兰特提供保证人,于是他发出宣告,凡愿意者皆可购买,并且只需为三分之一的部分提供保证人,以及根据每个人所能说服的额度提供保证。
§2.2.23Τιμόθεος Ἀθηναῖος πολεμῶν πρὸς Ὀλυνθίους καὶ ἀπορούμενος ἀργυρίου, κόψας χαλκὸν διεδίδου τοῖς στρατιώταις.
雅典人提摩太在与奥林索斯人作战且缺乏白银时,铸造了铜币分发给士兵。
ἀγανακτούντων δὲ τῶν στρατιωτῶν ἔφη αὐτοῖς τοὺς ἐμπόρους τε καὶ ἀγοραίους ἅπαντα ὡσαύτως πωλήσειν.
在士兵们表示愤慨时,他告诉他们,商人和零售商也会同样把所有东西卖给他们。
τοῖς δʼ ἐμπόροις προεῖπεν, ὃν ἄν τις λάβῃ χαλκόν, τούτου πάλιν ἀγοράζειν τά τʼ ἐκ τῆς χώρας ὤνια καὶ τὰ ἐκ τῶν λειῶν ἀγόμενα· ὃς δʼ ἂν περιλειφθῇ αὐτοῖς χαλκός, πρὸς αὐτὸν ἀναφέροντας ἀργύριον λαμβάνειν.
他预先告诉商人,任何人收到铜币,都可以用它再次购买该地区的待售商品和带回来的战利品;至于留在他们手中的铜币,他们可以送回他那里并换取白银。
περὶ Κέρκυραν δὲ πολεμῶν καὶ ἀπόρως διακείμενος καὶ τῶν στρατιωτῶν αἰτούντων τοὺς μισθοὺς καὶ ἀπειθούντων αὐτῷ καὶ πρὸς τοὺς ὑπεναντίους φασκόντων ἀποπορεύεσθαι, ἐκκλησίαν συναγαγὼν ἔφησεν οὐ δύνασθαι διὰ τοὺς χειμῶνας παραγενέσθαι αὑτῷ ἀργύριον, ἐπεὶ τοσαύτην εἶναι περὶ αὑτὸν εὐπορίαν, ὥστε τὴν προδεδομένην τριμήνου σιταρχίαν δωρεὰν αὐτοῖς διδόναι· οἱ δὲ ὑπολαβόντες οὐκ ἄν ποτε προέσθαι τοσαῦτα χρήματα τὸν Τιμόθεον αὐτοῖς, εἰ μὴ τῇ ἀληθείᾳ προσδόκιμα ἦν τὰ χρήματα πρὸς αὐτόν, ἡσυχίαν εἶχον ὑπὲρ τῶν μισθῶν ἕως ἐκεῖνος διῳκήσατο ἃ ἐβούλετο.
当他在科尔库拉附近作战且陷入困境,而士兵们要求发饷、不服从他并声称要投奔敌方时,他召集了大会,声称由于冬季风暴,白银无法送达他手中,但由于他身边的财富如此充裕,以至于他将免费赠送他们此前已发放的三个月伙食津贴;士兵们以为,如果提摩太确实没有预期会收到资金,他绝不会白白送给他们这么大一笔钱,于是对军饷保持沉默,直到他处理完他所希望的事情。
Σάμον δὲ πολιορκῶν τοὺς καρποὺς καὶ τὰ ἐπὶ τῶν ἀγρῶν ἀπεδίδοτο αὐτοῖς τοῖς Σαμίοις, ὥστε εὐπόρησε χρημάτων εἰς μισθοὺς τοῖς στρατιώταις.
在包围萨摩斯时,他把庄稼和地里的产物卖回给萨摩斯人自己,从而获得了充足的资金来支付士兵的军饷。
τῶν τε ἐπιτηδείων ἐπεὶ σπάνις ἦν ἐν τῷ στρατοπέδῳ διὰ τοὺς ἀφικνουμένους, ἀπηγόρευσε μὴ πωλεῖν σῖτον ἀληλεσμένον μηδὲ μέτρον ἔλασσον ἢ μέδιμνον, μηδὲ τῶν ὑγρῶν μηθὲν ἔλαττον ἢ μετρητήν.
由于阵营中因外来人员而出现粮食短缺,他禁止出售磨好的谷物,也禁止出售少于一麦地姆诺的谷物,或少于一米特雷特的液体。
οἱ μὲν οὖν ταξίαρχοί τε καὶ λοχαγοὶ ἀγοράζοντες ἀθρόα διεδίδοσαν τοῖς στρατιώταις, οἱ δὲ εἰσαφικνούμενοι ἦγον αὑτοῖς τὰ ἐπιτήδεια· ὁπότε δὲ ἀπαλλάττοιντο, εἴ τι περίλοιπον εἴη αὐτοῖς, ἐπώλουν.
因此,步兵队长和百人队长成批购买并分发给士兵,而外来者则自己带粮食,当他们离开时,如果有任何剩余,就予以出售。
ὥστε συνέβαινεν εὐπορεῖσθαι τοὺς στρατιώτας τῶν ἐπιτηδείων.
结果是士兵们得到了充足的粮食供应。
§2.2.24Διδάλης Πέρσης ἔχων στρατιώτας τὰ μὲν καθʼ ἡμέραν πορίζειν ἐδύνατο ἐκ τῆς πολεμίας αὐτοῖς, νόμισμα δὲ οὐκ ἔχων διδόναι, ἀπαιτούμενος δέ, χρόνου γενομένου οὗ ὤφειλε, τεχνάζει τοιόνδε.
波斯人迪达莱斯率领着士兵,虽然能从敌方领土为他们筹集每日所需的物资,但由于没有货币可以支付,且在欠债期满被要求发饷时,他策划了如下计谋。
ἐκκλησίαν συναγαγὼν ἔφη οὐκ ἀπορεῖσθαι χρημάτων, ἀλλʼ εἶναι αὑτῷ ἐν χωρίῳ τινί, λέγων ἐν ᾧ εἴη.
他召集大会,声称自己并不缺钱,而是在某个地方有钱,并说出了该地方在哪里。
καὶ ἀναζεύξας ἐβάδιζεν ἐπʼ αὐτό· εἶτα, ὡς ἐγγὺς τοῦ χωρίου ἐγένετο, προελθὼν εἰς αὐτὸ ἔλαβεν ἐκ τῶν ἐνόντων ἱερῶν ὅσος ἐνῆν κοῖλος ἄργυρος· εἶτʼ ἐπισκευάσας τὰς ἡμιόνους ὡς ἀγούσας ἀργύριον παραφαινούσας τε ταῦτα ἐβάδιζεν.
他拔营向该地进发;随后,当接近该地时,他提前进入其中,从那里的神庙中拿走了所有能找到的空心银器;然后他把骡子装扮成运送银币的样子,并将这些银器稍微露在外面,继续前行。
ἰδόντες δὲ οἱ στρατιῶται καὶ νομίσαντες ἅπαντα εἶναι ἄργυρον τὰ ἀγόμενα, ἐθάρρησαν ὡς κομιούμενοι τὸν μισθόν.
士兵们看到后,以为运送的全是银币,便鼓起勇气,相信能拿到军饷。
ὁ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἐλθόντας ἐπισημήνασθαι· ἦν δʼ εἰς τὴν Ἀμισὸν ὁδὸς πολλῶν τε ἡμερῶν καὶ χειμέριος· τὸν δὴ χρόνον τοῦτον ἀπεχρᾶτο τῷ στρατοπέδῳ τὰ ἐπιτήδεια μόνον διδούς.
但他却说,必须到阿米索斯才能打上印记;而前往阿米索斯的路途既需要许多天,又是寒冬;因此在这一时期,他只给军队提供粮食,从而继续使役他们。
τούς τε τεχνίτας τοὺς ἐν τῷ στρατοπέδῳ αὐτὸς εἶχε καὶ τοὺς καπήλους τοὺς μεταβαλλομένους τι· ἄλλῳ δὲ οὐκ ἦν οὐθενὶ οὐθὲν τούτων ποιεῖν.
他还把阵营中的工匠和转卖物品的零售商置于自己的控制之下;不允许其他任何人做这些事情。