§2.2.20Διονύσιος Συρακούσιος βουλόμενος χρήματα συναγαγεῖν, ἐκκλησίαν ποιήσας ἔφησεν ἑωρακέναι τὴν Δήμητραν, καὶ κελεύειν τὸν τῶν γυναικῶν κόσμον εἰς τὸ ἱερὸν ἀποκομίζειν.
\nシラクサのディオニュシオスは、資金を集めようとして、民会を招集し、自分はデーメーテール女神を見たと語り、女性たちの装飾品を神殿に持参するよう女神が命じていると言った。
αὐτὸς μὲν οὖν τῶν παρʼ αὑτῷ γυναικῶν τὸν κόσμον τοῦτο πεποιηκέναι· ἠξίου δὲ καὶ τοὺς ἄλλους, μή τι μήνιμα παρὰ τῆς θεοῦ γένηται·
そして、自分自身としては、身内の女性たちの装飾品についてすでにこのことを行ったと言い、他の人々に対しても、女神からの怒りが下らないよう、同様にすることを要求した。
τὸν δὲ μὴ τοῦτο ποιήσαντα ἔνοχον ἔφησεν ἱεροσυλίας ἔσεσθαι.
そして、これを行わない者は神殿冒涜の罪に問われることになるだろうと言った。
ἀνενεγκάντων δὲ πάντων ἃ εἶχον διά τε τὴν θεὸν καὶ διʼ ἐκεῖνον, θύσας τῇ θεῷ τὸν κόσμον ἀπηνέγκατο ὡς παρὰ τῆς θεοῦ δεδανεισμένος.
人々が女神のため、また彼のために持っていたすべてのものを持参すると、彼は女神に犠牲を捧げた後、その装飾品を、まるで女神から借り受けたかのようにして持ち去った。
προελθόντος δὲ χρόνου καὶ τῶν γυναικῶν πάλιν φορουσῶν, ἐκέλευσε τὴν βουλομένην χρυσοφορεῖν τάγμα τι ἀνατιθέναι ἐν τῷ ἱερῷ.
時が経過して、女性たちが再び装飾品を身につけるようになると、彼は、金を身につけることを望む女性は、一定の額を神殿に奉納するよう命じた。
τριηρεῖς τε ναυπηγεῖσθαι μέλλων ᾔδει ὅτι δεήσοιτο χρημάτων.
\nまた、三段櫂船を建造しようとした際、彼は資金が必要になることを知っていた。
ἐκκλησίαν οὖν συναγαγὼν ἔφη πόλιν αὑτῷ τινα προδίδοσθαι, εἰς ἣν δεῖσθαι χρημάτων, ἠξίου τε αὑτῷ τοὺς πολίτας εἰσενέγκαι δύο στατῆρας ἕκαστον·
そこで民会を招集し、ある都市が自分に対して内通しようとしており、そのために資金が必要であると言い、市民たちに一人あたり2スタテールを寄付することを要求した。
οἳ δʼ εἰσήνεγκαν.
彼らはそれを支払った。
διαλιπὼν δὲ δύο ἢ τρεῖς ἡμέρας, ὡς διημαρτηκὼς τῆς πράξεως, ἐπαινέσας αὐτοὺς ἀπέδωκεν ἑκάστῳ ὃ εἰσήνεγκαν.
2、3日置いてから、その計画が失敗に終わったかのように装い、彼らを称賛して、それぞれが寄付したものを返還した。
ποιήσας δὲ τοῦτο ἀνεκτήσατο τοὺς πολίτας.
これを行うことで、彼は市民たちの信頼を勝ち取った。
εἶτα πάλιν οἰόμενοι ἀπολήψεσθαι εἰσήνεγκαν· ὃ δὲ λαβὼν εἶχεν εἰς τὴν ναυπηγίαν.
その後、市民たちは再び返還されるだろうと考えて寄付したが、彼はこれを受け取ると、船の建造のために確保した。
οὐκ εὐπορῶν δὲ ἀργυρίου νόμισμα ἔκοψε καττιτέρου, καὶ συναγαγὼν ἐκκλησίαν πολλὰ τοῦ κεκομμένου νομίσματος ὑπερεῖπεν·
\nまた、銀が不足していたため、彼は錫の貨幣を鋳造した。 そして民会を招集して、その鋳造された貨幣を大いに称賛した。
οἳ δὲ ἐψηφίσαντο καὶ μὴ βουλόμενοι ἕκαστος ὃ ἂν εἵλετο ἔχειν ὡς ἀργυροῦν ἀλλὰ μὴ καττιτέρινον.
市民たちは、望まないまでも、各人が受け取るものを錫としてではなく銀として受け入れることを議決した。
πάλιν τε δεηθεὶς χρημάτων ἠξίου τοὺς πολίτας εἰσενεγκεῖν αὑτῷ· οἳ δʼ οὐκ ἔφασαν ἔχειν.
\n 再び資金が必要になると、彼は市民たちに自分に寄付するよう要求したが、彼らは金がないと言った。
ἐξενέγκας οὖν τὰ σκεύη τὰ παρʼ αὑτοῦ ἐπώλει, ὡς δὴ διʼ ἀπορίαν τοῦτο ποιῶν·
そこで、彼は自分の家から什器を持ち出して売却し、あたかも困窮しているからそうしているかのように見せた。
ἀγοραζόντων δὲ Συρακουσίων ἀπεγράφετο τί ἕκαστος ἀγοράσειεν·
シラクサ人がそれを購入する際、彼は各人が何を購入したかを記録させた。
ἐπεὶ δὲ τὴν τιμὴν κατέβαλον, ἐκέλευσε τὸ σκεῦος ἀναφέρειν ἕκαστον ὃ ἠγόρασεν.
彼らが代金を支払うと、彼は各人に、自分が購入した什器を持参するよう命じた。
τῶν τε πολιτῶν διὰ τὰς εἰσφορὰς οὐ τρεφόντων βοσκήματα, εἶπεν ὅτι ἱκανὰ ἦν αὑτῷ πρὸς τοσοῦτον· τοὺς οὖν νῦν τι κτησαμένους ἀτελεῖς ἔσεσθαι.
\nまた、市民たちが直接税のために家畜を飼育しなくなったので、彼はこれまでの税収で十分であるから、今後家畜を手に入れる者は免税にすると言った。
πολλῶν δὲ ταχὺ κτησαμένων πολλὰ βοσκήματα, ὡς ἀτελῆ ἑξόντων, ἐπεὶ καιρὸν ᾤετο εἶναι, τιμήσασθαι κελεύσας ἐπέβαλε τέλος.
多くの人々が免税で所有できると考えて、すぐに多くの家畜を手に入れると、適当な時期が来たと判断した彼は、登録を命じて税を課した。
οἱ οὖν πολῖται ἀγανακτήσαντες ἐπὶ τῷ ἐξηπατῆσθαι, σφάζοντες ἐπώλουν.
市民たちは騙されたことに憤慨し、家畜を屠殺して売り払った。
ὡς δὲ πρὸς τοῦτο ἔταξε σφάζεσθαι ὅσα δεῖ τῆς ἡμέρας, οἱ δὲ πάλιν ἱερόθυτα ἐποίουν·
これに対して、彼が1日に屠殺してよい量を制限すると、人々は今度は家畜を神への供物として屠殺するようになった。
ὁ δὲ ἀπεῖπε θῆλυ μὴ θύειν.
そこで、彼は牝の家畜を犠牲に捧げることを禁止した。
πάλιν τε δεηθεὶς χρημάτων ἐκέλευσεν ἀπογράψασθαι πρὸς αὑτὸν ὅσοι οἶκοί εἰσιν ὀρφανικοί.
\n再び資金が必要になると、彼は孤児のいる世帯をすべて自分に申告するよう命じた。
ἀπογραψαμένων δὲ ἄλλων τὰ τούτων χρήματα ἀπεχρᾶτο, ἕως ἕκαστος εἰς ἡλικίαν ἔλθοι.
申告がなされると、彼は彼らの財産を、各人が成人に達するまで自分のために使用した。
Ῥήγιόν τε καταλαβών, ἐκκλησίαν συναγαγὼν εἶπε διότι δικαίως μὲν ἂν ἐξανδραποδισθεῖεν ὑπʼ αὐτοῦ, νῦν μέντοι τὰ εἰς τὸν πόλεμον ἀνηλωμένα χρήματα κομισάμενος καὶ ὑπὲρ ἑκάστου σώματος τρεῖς μνᾶς ἀφήσειν αὐτούς.
\nまた、レギオンを占領すると、民会を招集し、彼らは当然奴隷に売られるべきであるが、しかし今、戦争のために費やされた資金を回収し、一人につき3ムナを支払うならば、彼らを解放しようと言った。
οἱ δὲ Ῥηγῖνοι ὅσα ποτʼ ἦν αὐτοῖς ἀποκεκρυμμένα ἐμφανῆ ἐποίουν καὶ οἱ ἄποροι παρὰ τῶν εὐπορωτέρων καὶ παρὰ τῶν ξένων δανειζόμενοι ἐπόρισαν ἃ ἐκέλευσε χρήματα.
レギオンの人々は隠していた財産をすべて明るみに出し、貧しい者も富裕な者や外国人から借金をして、彼が命じた資金を調達した。
λαβὼν δὲ ταῦτα παρʼ αὐτῶν τά τε σώματα πάντα οὐδὲν ἧττον ἀπέδοτο τά τε σκεύη, ἃ τότε ἦν ἀποκεκρυμμένα, ἐμφανῆ ἅπαντα ἔλαβε.
彼らからこれを受け取ると、彼はそれでもなお全員を奴隷として売却し、さらに、彼らがそのとき隠していたために明るみに出た什器をすべて没収した。
δανεισάμενός τε παρὰ τῶν πολιτῶν χρήματα ἐπʼ ἀποδόσει, ὡς ἀπῄτουν αὐτόν, ἐκέλευσεν ἀναφέρειν ὅσον ἔχει τις ἀργύριον πρὸς αὐτόν· εἰ δὲ μή, θάνατον ἔταξε τὸ ἐπιτίμιον.
\nまた、市民たちから返済の約束で資金を借り入れたが、彼らが返済を要求すると、彼は各人が持っている銀貨をすべて自分のところに持参するよう命じ、従わない場合は死刑に処すると定めた。
ἀνενεχθέντος δὲ τοῦ ἀργυρίου, ἐπικόψας χαρακτῆρα ἐξέδωκε τὴν δραχμὴν δύο δυναμένην δραχμὰς καὶ τό τε ὀφειλόμενον πρότερον ἀνήνεγκαν πρὸς αὐτόν.
銀が持参されると、彼は新たな刻印を押して、1ドラクマが2ドラクマの価値を持つものとして発行し、かつて彼に対して負っていた債務を彼のもとに納めさせた。
εἰς Τυρρηνίαν τε πλεύσας ναυσὶν ἑκατόν, ἔλαβεν ἐκ τοῦ τῆς Λευκοθέας ἱεροῦ χρυσίον τε καὶ ἀργύριον πολὺ καὶ τὸν ἄλλον κόσμον οὐκ ὀλίγον.
\nまた、100隻の船でトゥレニアへと航海し、レウコテアの神殿から多くの金銀と、少なからぬ装飾品を奪った。
εἰδὼς δὲ ὅτι καὶ οἱ ναῦται πολλὰ ἔχουσι, κήρυγμα ἐποιήσατο τὰ ἡμίσεα ὧν ἔχει ἕκαστος ἀναφέρειν πρὸς αὑτόν, τὰ δʼ ἡμίσεα ἔχειν τὸν λαβόντα· τῷ δὲ μὴ ἀνενέγκαντι θάνατον ἔταξε τὸ ἐπιτίμιον.
水兵たちも多くのものを手に入れたことを知っていたので、各自が持っているものの半分を自分のところに持参し、残りの半分は手に入れた者が保持してよい、持参しない者には死刑を科す、という布告を出した。
ὑπολαβόντες δὲ οἱ ναῦται ἀνενεγκόντες τὰ ἡμίσεα τὰ κατάλοιπα ἔχειν, ἀδεῶς ἀνήνεγκαν·
水兵たちは、半分を持参すれば残りの半分を保持できると考え、安心して持参した。
ὃ δʼ ἐπείπερ ἐκεῖνα ἔλαβεν, ἐκέλευσε πάλιν τὰ ἡμίσεα ἀναφέρειν.
だが彼はそれらを受け取ると、再び半分を持参するよう命じた。