§4.11 Ἐπεὶ δὲ τέτταρα αἴτια διώρισται τῶν στοιχείων, τούτων δὲ κατὰ συζυγίας καὶ τὰ στοιχεῖα τέτταρα συμβέβηκεν εἶναι, ὧν τὰ μὲν δύο ποιητικά, τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὰ δὲ δύο παθητικά, τὸ ξηρὸν καὶ τὸ ὑγρόν·
[1] 四つの原因が元素のものとして限定され、これらに基づく対(組み合わせ)によって元素もまた四つになる。 そして、これら(四つの原因)のうち二つは能動的なもの(熱と冷)であり、二つは受動的なもの(乾と湿)である。
ἡ δὲ πίστις τούτων ἐκ τῆς ἐπαγωγῆς·
このことは帰納法によって確証される。
φαίνεται γὰρ ἐν πᾶσιν ἡ μὲν θερμότης καὶ ψυχρότης ὁρίζουσαι καὶ συμφύουσαι καὶ μεταβάλλουσαι τὰ θ᾿ ὁμογενῆ καὶ τὰ μὴ ὁμογενῆ, καὶ ὑγραίνουσαι καὶ ξηραίνουσαι καὶ σκληρύνουσαι καὶ μαλάττουσαι, τὰ δὲ ξηρὰ καὶ ὑγρὰ ὁριζόμενα καὶ τἆλλα τὰ εἰρημένα πάθη πάσχοντα αὐτά τε καθ᾿ αὑτὰ καὶ ὅσα κοινὰ ἐξ ἀμφοῖν σώματα συνέστηκεν·
実際、あらゆるものにおいて熱さと冷たさが、同種のものも非同種のものも限定し、結合し、変化させ、また湿らせ、乾かし、硬くし、柔らかくしているのが見られる。 他方、乾と湿は限定され、それら自身および両者から合成されたすべての共通の物体が、上述のさまざまな受動的変化を被るのである。
ἔτι δ᾿ ἐκ τῶν λόγων δῆλον, οἷς ὁριζόμεθα τὰς φύσεις αὐτῶν·
さらに、それらの本性を我々が定義する際の言葉(定義式)からも明らかである。
τὸ μὲν γὰρ θερμὸν καὶ ψυχρὸν ὡς ποιητικὰ λέγομεν (τὸ γὰρ συγκριτικὸν ὥσπερ ποιητικόν τὶ ἐστι), τὸ δὲ ὑγρὸν καὶ ξηρὸν παθητικόν (τὸ γὰρ εὐόριστον καὶ δυσόριστον τῷ πάσχειν τι λέγεται τὴν φύσιν αὐτῶν)·
なぜなら、熱と冷は能動的なものとして語られ(結合させる働きは一種の能動的な働きだからである)、他方、湿と乾は受動的なものとして語られる(なぜなら、限定されやすいとか限定されにくいとかいうのは、それらの本性が何かを被るということによって語られるからである)。
ὅτι μὲν οὖν τὰ μὲν ποιητικὰ τὰ δὲ παθητικά, φανερόν·
したがって、あるものは能動的であり、他のものは受動的であるということは明らかである。
διωρισμένων δὲ τούτων ληπτέον ἂν εἴη τὰς ἐργασίας αὐτῶν, αἷς ἐργάζονται τὰ ποιητικά, καὶ τῶν παθητικῶν τὰ εἴδη.
これらが定義された上で、能動的なものが働きかける活動(作用)と、受動的なものの諸形態(種類)について理解すべきであろう。
πρῶτον μὲν οὖν καθόλου ἡ ἁπλῆ γένεσις καὶ ἡ φυσικὴ μεταβολὴ τούτων τῶν δυνάμεών ἐστιν ἔργον, καὶ ἡ ἀντικειμένη φθορὰ κατὰ φύσιν.
まず第一に、大枠において、単純な生成と自然な変化はこれらの能力の働きであり、これに対立する自然に即した消滅もまた同様である。
αὗται μὲν οὖν τοῖς τε φυτοῖς ὑπάρχουσι καὶ ζῴοις καὶ τοῖς μέρεσιν αὐτῶν.
これらは植物や動物、およびそれらの部分に属している。
ἔστι δ᾿ ἡ ἁπλῆ καὶ ἡ φυσικὴ γένεσις μεταβολὴ ὑπὸ τούτων τῶν δυνάμεων, ὅταν ἔχωσι λόγον, ἐκ τῆς ὑποκειμένης ὕλης ἐκάστῃ φύσει·
そして、単純な自然の生成とは、これらの能力による変化であり、それらの能力が適正な割合(ロゴス)を持つときに、それぞれの本性の基礎にある基底的な素材から生じる。
αὗται δ᾿ εἰσὶν αἱ εἰρημέναι δυνάμεις παθητικαί.
そして、この素材とは上述の受動的な諸能力である。
γεννῶσι δὲ τὸ θερμὸν καὶ ψυχρὸν κρατοῦντα τῆς ὕλης·
これらは、熱と冷が素材を支配するときに生成を行う。
ὅταν δὲ μὴ κρατῇ, κατὰ μέρος μὲν μόλυνσις καὶ ἀπεψία γίγνεται.
しかし支配しないときには、部分的には未熟や未消化が生じる。
τῇ δ᾿ ἁπλῇ γενέσει ἐναντίον μάλιστα κοινὸν σῆψις·
単純な生成に最も対立する共通の事象は腐敗である。
πᾶσα γὰρ ἡ κατὰ φύσιν φθορὰ εἰς τοῦθ᾿ ὁδός ἐστιν, οἷον γῆρας καὶ αὔανσις.
なぜなら、自然に即したあらゆる消滅は、これ(腐敗)への道だからであり、例えば老齢や乾燥化がそうである。
τέλος δὲ πάντων τῶν ἄλλων τούτων σαπρότης, ἐὰν μή τι βίᾳ φθαρῇ τῶν φύσει συνεστώτων·
そして、自然によって構成されたもののうち、何かが強制的に消滅させられるのでない限り、これらすべての終局は腐敗である。
ἔστιν γὰρ καὶ σάρκα καὶ ὀστοῦν καὶ ὁτιοῦν κατακαῦσαι, ὧν τὸ τέλος τῆς κατὰ φύσιν φθορᾶς σῆψίς ἐστιν.
実際、肉や骨や何であれ燃やし尽くすことは可能であるが、それらの自然に即した消滅の終局は腐敗である。
διὸ ὑγρὰ πρῶτον, εἶτα ξηρὰ τέλος γίγνεται τὰ σηπόμενα·
したがって、腐敗するものは最初は湿ったものになり、最後に乾燥したものになる。
ἐκ τούτων γὰρ ἐγένετο, καὶ ὡρίσθη τῷ ὑγρῷ τὸ ξηρὸν ἐργαζομένων τῶν ποιητικῶν.
なぜなら、これら(湿と乾)から生じたのであり、能動的なものが働きかけることによって、湿によって乾が限定されていたからである。
γίγνεται δ᾿ ἡ φθορὰ ὅταν κρατῇ τοῦ ὁρίζοντος τὸ ὁριζόμενον διὰ τὸ περιέχον.
また、消滅が生じるのは、取り囲む環境のゆえに、限定されるものが限定するものを圧倒するときである。
(οὐ μὴν ἀλλ᾿ ἰδίως γε λέγεται σῆψις ἐπὶ τῶν κατὰ μέρος φθειρομένων, ὅταν χωρισθῇ τῆς φύσεως.
(ただし、腐敗という言葉は、本来の本性から切り離されて部分的に消滅するものに対して、より固有に用いられる。
) διὸ καὶ σήπεται πάντα τἆλλα πλὴν πυρός·
)それゆえ、火を除く他のあらゆるものが腐敗する。
καὶ γὰρ γῆ καὶ ὕδωρ καὶ ἀὴρ σήπεται·
実際、地も水も空気も腐敗する。
πάντα γὰρ ὕλη τῷ πυρί ἐστι ταῦτα.
これらはすべて火にとっての素材だからである。
σῆψις δ᾿ ἐστὶν φθορὰ τῆς ἐν ἑκάστῳ ὑγρῷ οἰκείας καὶ κατὰ φύσιν θερμότητος ὑπ᾿ ἀλλοτρίας θερμότητος·
そして腐敗とは、個々の湿の中にある固有の、かつ自然に即した熱が、他者たる熱(すなわち環境の熱)によって消滅させられることである。
αὕτη δ᾿ ἐστὶν ἡ τοῦ περιέχοντος. ὥστε ἐπεὶ κατ᾿ ἔνδειαν πάσχει θερμοῦ, ἐνδεὲς δὲ ὂν τοιαύτης δυνάμεως ψυχρὸν πᾶν, ἄμφω ἂν αἴτια εἴη, καὶ κοινὸν τὸ πάθος ἡ σῆψις, ψυχρότητός τε οἰκείας καὶ θερμότητος ἀλλοτρίας.
したがって、熱の欠乏によって受動的変化を被るのであるから、そして、そのような能力(熱)を欠いているものはすべて冷であるから、固有の冷たさと他者たる熱さの双方が原因であり、腐敗はその共通の受動状態である。
διὰ τοῦτο γὰρ καὶ ξηρότερα γίγνεται τὰ σηπόμενα πάντα, καὶ τέλος γῆ καὶ κόπρος·
このため、腐敗するものはすべてより乾燥したものになり、最後には土や糞尿になる。
ἐξιόντος γὰρ τοῦ οἰκείου θερμοῦ συνεξατμίζεται τὸ κατὰ φύσιν ὑγρόν, καὶ τὸ σπῶν τὴν ὑγρότητα οὐκ ἔστιν·
なぜなら、固有の熱が抜けていくときに、自然に即した湿も共に蒸発してしまい、湿を引き寄せるものがなくなるからである。
ἐπάγει γὰρ ἕλκουσα ἡ οἰκεία θερμότης.
実際、固有の熱が引き寄せることによって湿を導くのである。
καὶ ἐν τοῖς ψύχεσι δ᾿ ἧττον σήπεται ἢ ἐν ταῖς ἀλέαις (ἐν μὲν γὰρ τῷ χειμῶνι ὀλίγον ἐν τῷ περιέχοντι ἀέρι καὶ ὕδατι τὸ θερμόν, ὥστ᾿ οὐδὲν ἰσχύει, ἐν δὲ τῷ θέρει πλέον)·
また、冷気の中では、暑さの中よりも腐敗しにくい。 (なぜなら、冬には取り囲む空気や水の中の熱が少なく、何ら力を持ち得ないが、夏にはより多くあるからである。
καὶ οὔτε τὸ πεπηγός (μᾶλλον γὰρ ψυχρὸν ἢ ὁ ἀὴρ θερμόν· οὔκουν κρατεῖται, τὸ δὲ κινοῦν κρατεῖ) οὔτε τὸ ζέον ἢ θερμὸν (ἐλάττων γὰρ ἡ ἐν τῷ ἀέρι θερμότης τῆς ἐν τῷ πράγματι, ὥστ᾿ οὐ κρατεῖ οὐδὲ ποιεῖ μεταβολὴν οὐδεμίαν).
)また、凍結したものも腐敗しない(なぜなら、それは空気の熱さよりも冷たいので、圧倒されず、動かすものが圧倒するからである)。 また、沸騰しているものや熱いものも腐敗しない(なぜなら、空気中の熱はその物自体の熱よりも少なく、圧倒することも何ら変化を引き起こすこともないからである)。
ὁμοίως δὲ καὶ τὸ κινούμενον καὶ ῥέον ἧττον σήπεται τοῦ ἀκινητίζοντος·
同様に、動いて流れているものも、静止しているものより腐敗しにくい。
ἀσθενεστέρα γὰρ γίγνεται ἡ ὑπὸ τῆς ἐν τῷ ἀέρι θερμότητος κίνησις τῆς ἐν τῷ πράγματι προϋπαρχούσης, ὥστε οὐδὲν ποιεῖ μεταβάλλειν, ἡ δ᾿ αὐτὴ αἰτία καὶ τοῦ τὸ πολὺ ἧττον τοῦ ὀλίγου σήπεσθαι·
なぜなら、空気の熱による運動は、その物自体にあらかじめ存在する運動よりも弱く、それゆえ変化させるために何もなし得ないからである。 そしてこれと同じ理由から、量が多いものは少ないものよりもはるかに腐敗しにくい。
ἐν γὰρ τῷ πλέονι πλέον ἐστὶν πῦρ οἰκεῖον καὶ ψυχρὸν ἢ ὥστε κρατεῖν τὰς ἐν τῷ περιεστῶτι δυνάμεις.
量が多いものの中には、取り囲む環境の諸能力が圧倒するには多すぎる固有の火(熱)と冷(固有の性質)が存在するからである。
διὸ ἡ θάλαττα κατὰ μέρος μὲν διαιρουμένη ταχὺ σήπεται, ἅπασα δ᾿ οὔ, καὶ τἆλλα ὕδατα ὡσαύτως.
それゆえ、海は部分的に分けられると急速に腐敗するが、全体としては腐敗しない。 他の水についても同様である。
καὶ ζῷα ἐγγίγνεται τοῖς σηπομένοις διὰ τὸ τὴν ἀποκεκριμένην θερμότητα φυσικὴν οὖσαν συνιστάναι τὰ ἐκκριθέντα.
また、腐敗するものの中に生物が発生するのは、分離された熱が自然なものであるがゆえに、排出されたものを結合させるからである。
τί μὲν οὖν ἐστι γένεσις καὶ τί φθορά, εἴρηται.
したがって、生成とは何か、消滅とは何かについては、述べられた。