§3.33 πρῶτον δὲ περὶ τῆς ἅλω τοῦ σχήματος εἴπωμεν, διότι τε κύκλος γίγνεται, καὶ διότι περὶ τὸν ἥλιον ἢ τὴν σελήνην, ὁμοίως δὲ καὶ περί τι τῶν ἄλλων ἄστρων·
3 まず第一に、暈の形状について、なぜそれが円として生じるのか、またなぜ太陽や月の周囲に、同様に他の星々の周囲にも生じるのかを語ろう。
ὁ γὰρ αὐτὸς ἐπὶ πάντων ἀρμόδσει λόγος.
というのも、同じ説明がすべての場合に適合するからである。
γίγνεται μὲν οὖν ἡ ἀνάκλασις τῆς ὄψεως συνισταμένου τοῦ ἀέρος καὶ τῆς ἀτμίδος εἰς νέφος, ἐὰν ὁμαλὴς καὶ μικρομερὴς συνισταμένη τύχῃ.
さて、視線の反射が生じるのは、空気と蒸気が凝結して雲になるときであり、もしその凝結するものが均質で微細な粒子からなる場合である。
διὸ καὶ σημεῖον ἡ μὲν σύστασις ὕδατός ἐστιν, αἱ μέντοι διασπάσεις ἢ μαράνσεις, αὗται μὲν εὐδιῶν, αἱ δὲ διασπάσεις πνεύματος.
それゆえにまた、この凝結は雨の兆候であり、他方、[暈の]分裂や消滅については、消滅は晴天の、分裂は風の兆候である。
ἐὰν μὲν γὰρ μήτε καταμαρανθῇ μήτε διασπασθῇ, ἀλλʼ ἐαθῇ τὴν φύσιν ἀπολαμβάνειν τὴν αὑτῆς, ὕδατος εἰκότως σημεῖόν ἐστι·
なぜなら、もしそれが消滅もせず、分裂もせず、その本来の性質を全うさせられるならば、それは当然ながら雨の兆候である。
δηλοῖ γὰρ ἤδη γίγνεσθαι τοιαύτην τὴν σύστασιν, ἐξ ἧς τὸ συνεχὲς λαμβανούσης τῆς πυκνώσεως ἀναγκαῖον εἰς ὕδωρ ἐλθεῖν·
というのも、その凝結がすでにそのような状態になりつつあることを示しているからであり、その凝結が連続的な濃密化を得ることで、必然的に水へと至るからである。
διὸ καὶ μέλαιναι γίγνονται τὴν χρόαν αὗται μάλιστα τῶν ἄλλων.
それゆえまた、これら[暈の生じている]雲は、他のいかなるものよりもその色が最も黒くなるのである。
ὅταν δὲ διασπασθῇ, πνεύματος σημεῖον·
しかし、それが分裂するときは、風の兆候である。
ἡ γὰρ διαίρεσις ὑπὸ πνεύματος γέγονεν· ἤδη μὲν ὄντος, οὔπω δὲ παρόντος.
なぜなら、その分割は風によって生じたからであり、その風はすでに存在しているが、まだ[当地に]到来していないのである。
σημεῖον δὲ τούτου διότι ἐντεῦθεν γίγνεται ὁ ἄνεμος, ὅθεν ἂν ἡ κυρία γίγνηται διάσπασις.
そしてこのことの兆候は、風が、主要な分裂の生じたその方向から吹いてくることである。
ἀπομαραινομένη δὲ εὐδίας·
一方、消滅しつつあるときは、晴天の兆候である。
εἰ γὰρ μὴ ἔχει πως οὕτως ὁ ἀὴρ ὥστε κρατεῖν τοῦ ἐναπολαμβανομένου θερμοῦ μηδʼ ἔρχεσθαι εἰς πύκνωσιν ὑδατώδη, δῆλον ὡς οὔπω ἡ ἀτμὶς ἀποκέκριται τῆς ἀναθυμιάσεως [ἀπὸ] τῆς ξηρᾶς καὶ πυρώδους·
なぜなら、もし空気が、その中に取り込まれている熱を圧倒するような状態になく、また水的な濃密化へと至らないのであれば、蒸気が、乾燥して燃えるような立ち上り(呼気)からまだ分離していないことは明らかだからである。
τοῦτο δὲ εὐδίας αἴτιον.
そしてこれが晴天の原因なのである。
πῶς μὲν οὖν ἔχοντος τοῦ ἀέρος γίγνεται ἡ ἀνάκλασις, εἴρηται.
したがって、空気がいかなる状態にあるときに反射が生じるかは語られた。
ἀνακλᾶται δʼ ἀπὸ τῆς συνισταμένης ἀχλύος περὶ τὸν ἥλιον ἢ τὴν σελήνην ἡ ὄψις·
視線は、太陽や月の周囲に凝結しつつある霧から反射される。
διὸ οὐκ ἐξ ἐναντίας ὥσπερ ἶρις φαίνεται.
それゆえ、[暈は]虹のように反対側に現れることはない。
πάντοθεν δὲ ὁμοίως ἀνακλωμένης ἀναγκαῖον κύκλον εἶναι ἢ κύκλου μέρος·
そして、あらゆる方向から一様に反射されるとき、それは必然的に円または円の一部となる。
ἀπὸ γὰρ τοῦ αὐτοῦ σημείοιυ πρὸς τὸ αὐτὸ σημεῖον αἱ ἴσαι κλασθήσονται ἐπὶ κύκλου γραμμῆς ἀεί.
なぜなら、同一の点から同一の点へと[反射されるとき]、等しい諸線は常に円の線上で屈折する(折れ曲がる)からである。
ἔστω γὰρ ἀπὸ τοῦ σημείου ἐφʼ τὸ Α πρὸς τὸ Β κεκλασμένη κλασμένη ἥ τε τὸ ΑΓΒ καὶ ἡ τὸ ΑΖΒ καὶ ἡ τὸ AΔ Β·
たとえば、点Aから点Bへと屈折した線として、AΓB、AZB、AΔBがあるとする。
ἴσαι δὲ αὗταί τε αἱ ΑΓ ΑΖ ΑΔ ἀλλήλαις, καὶ αἱ πρὸς τὸ Β ἀλλήλαις, οἷον αἱ ΓΒ ΖΒ ΔΒ·
そして、これらの線AΓ、AZ、AΔは互いに等しく、またBに向かう線、すなわちΓB、ZB、ΔBも互いに等しいとする。
καὶ ἐπεζεύχθω ἡ ΑΕΒ, ὥστε τὰ τρίγωνα ἴσα·
そして、 AEBが結ばれるとする。 その結果、それらの三角形は等しくなる。
καὶ γὰρ ἐπʼ ἴσης τῆς ΑΕΒ. ἢχθωσαν δὴ κἀθετοι ἐπὶ τὴν ΑΕΒ ἐκ τῶν γωνιῶν, ἀπὸ μὲν τῆς Γ ἡ τὸ ΓΕ, ἀπὸ δὲ τῆς Ζ ἡ τὸ ΖΕ, ἀπὸ δὲ τῆς Δ ἡ τὸ ΔΕ. ἴσαι δὴ αὗται·
なぜなら、それらは等しい[共通の]辺AEBの上にあるからである。 さて、各角からAEBに対して垂線が下ろされるとする。 すなわち、ΓからはΓE、ZからはZE、ΔからはΔEが下ろされる。 すると、これら[の垂線]は等しい。
ἐν ἴσοις γὰρ τριγώνοις καὶ ἐν ἐνὶ ἐπιπέδῳ πᾶσαι·
なぜなら、それらは等しい三角形の中にあり、すべて一つの平面上にあるからである。
πρὸς ὀρθὰς γὰρ πᾶσαι τῇ ΑΕΒ, καὶ ἐφʼ ἓν σημεῖον τὸ Ε συνάπτουσι.
というのも、それらはすべてAEBに対して直角であり、一つの点Eにおいて交わるからである。
κύκλος ἄρα ἔσται ἡ γραφομένη, κέντρον δὲ τὸ Ε. ἔστι δὴ τὸ μὲν Β ὁ ἥλιος, τὸ δὲ Α ἡ ὄφις, ἡ δὲ περὶ τὸ ΓΖΔ περιφέρεια τὸ νέφος ἀφʼ οὗ ἀνακλᾶται ἡ ὄψις πρὸς τὸν ἥλιον.
したがって、[Γ, Ζ, Δによって]描かれる線は円となり、その中心はEとなる。 ここで、 Bは太陽であり、Aは視線であり、ΓZΔの周りの円周は、そこから視線が太陽へと反射される雲である。
δεῖ δὲ νοεῖν συνεχῇ τὰ ἔνοπτρα·
ただし、これら多数の鏡は連続していると考えるべきである。
ἀλλὰ διὰ μικρότητα ἕκαστον μὲν ἀόρατον, τὸ δʼ ἐξ ἁπάντων ἓν εἶναι δοκεῖ διὰ τὸ ἐφεξῆς.
しかし、個々のものは極めて小さいために目に見えないが、それらすべてからなるものは、連続しているために、一つであるように思われるのである。
φαίνεται δὲ τὸ μὲν λευκόν, ὁ ἥλιος, κύκλῳ συνεχῶς ἐν ἑκάστῳ φαινόμενος τῶν ἐνόπτρων, καὶ μηδεμίαν ἔχων αἰσθητὴν διαίρεσιν, πρὸς δὲ τῇ γῇ μᾶλλον διὰ τὸ νηνεμώτερον εἶναι·
そして、白いもの、すなわち太陽が、個々の鏡の中に円状に連続して現れ、いかなる感覚的な分割も持たないように見える。 これは地の近くにおいてより顕著であるが、それは風がより穏やかだからである。
πνεύματος γὰρ ὄντος οὐκ εἶναι στάσιν φανερόν.
というのも、風があるときには、安定が存在しないことは明らかだからである。
παρὰ δὲ τοῦτο μέλαινα ἡ ἐχομένη περιφέρεια, διὰ τὴν ἐκείνης λευκότητα δοκοῦσα εἶναι μελαντέρα.
これに隣接する円周が黒いのは、その[太陽の]白さのために、より黒く見えるからである。
πλεονάκις δὲ γίγνονται αἱ ἅλῳ περὶ τὴν σελήνην διὰ τὸ τὸν ἥλιον θερμότερον ὄντα θᾶττον διαλύειν τὰς συστάσεις τοῦ ἀέρος.
また、暈が月の周囲により頻繁に生じるのは、太陽の方がより熱いために、空気の凝結をより速やかに溶解させるからである。
περὶ δὲ τοὺς ἀστέρας γίγνονται μὲν διὰ τὰς αὐτὰς αἰτίας, οὐ σημειώδεις δʼ ὁμοίως, ὅτι μικρὰς πάμπαν ἐπιδηλοῦσι τὰς συστάσεις καὶ οὔπω γονίμους.
星々の周囲においても、同様の原因によって生じるが、同様に兆候とはならない。 なぜなら、それらが示す凝結は極めて小さく、まだ雨などをもたらす力がないからである。