Humanitext Reader

亚里士多德 · 气象学 §3.3

晕的圆形成因几何证明与天气征兆

第 45 段,共 68 段 · 希腊语

内容简介

通过几何模型证明了晕的形状为何是圆形。同时,解释了晕的凝结、分裂及消退等物理状态所指示的天气征兆(雨、风、晴天)的内在机制。

§3.33 πρῶτον δὲ περὶ τῆς ἅλω τοῦ σχήματος εἴπωμεν, διότι τε κύκλος γίγνεται, καὶ διότι περὶ τὸν ἥλιον ἢ τὴν σελήνην, ὁμοίως δὲ καὶ περί τι τῶν ἄλλων ἄστρων· ὁ γὰρ αὐτὸς ἐπὶ πάντων ἀρμόδσει λόγος.
3 首先,我们来谈谈晕的形状,既为什么它产生为圆形,又为什么产生在太阳或月亮周围,同样也产生在其他恒星周围;因为相同的解释将适用于所有情况。
γίγνεται μὲν οὖν ἡ ἀνάκλασις τῆς ὄψεως συνισταμένου τοῦ ἀέρος καὶ τῆς ἀτμίδος εἰς νέφος, ἐὰν ὁμαλὴς καὶ μικρομερὴς συνισταμένη τύχῃ.
现在,视线的反射产生于当空气和蒸气凝结成云时,如果这凝结的物质恰好是均匀且由微小粒子组成的。
διὸ καὶ σημεῖον ἡ μὲν σύστασις ὕδατός ἐστιν, αἱ μέντοι διασπάσεις ἢ μαράνσεις, αὗται μὲν εὐδιῶν, αἱ δὲ διασπάσεις πνεύματος.
因此,这种凝结确实是水的征兆,然而[晕的]分裂或消退:后者确实是晴天的征兆,而分裂则是风的征兆。
ἐὰν μὲν γὰρ μήτε καταμαρανθῇ μήτε διασπασθῇ, ἀλλʼ ἐαθῇ τὴν φύσιν ἀπολαμβάνειν τὴν αὑτῆς, ὕδατος εἰκότως σημεῖόν ἐστι· δηλοῖ γὰρ ἤδη γίγνεσθαι τοιαύτην τὴν σύστασιν, ἐξ ἧς τὸ συνεχὲς λαμβανούσης τῆς πυκνώσεως ἀναγκαῖον εἰς ὕδωρ ἐλθεῖν· διὸ καὶ μέλαιναι γίγνονται τὴν χρόαν αὗται μάλιστα τῶν ἄλλων.
因为如果它既不消退也不分裂,而是被允许恢复其自身的本性,这自然是水的征兆;因为这表明这种凝结已经开始发生,由于浓密化获得连续性,它必然会转化为水;因此,这些[产生晕的]云在颜色上尤其比其他任何云都更黑。
ὅταν δὲ διασπασθῇ, πνεύματος σημεῖον· ἡ γὰρ διαίρεσις ὑπὸ πνεύματος γέγονεν· ἤδη μὲν ὄντος, οὔπω δὲ παρόντος.
但当它分裂时,则是风的征兆;因为分裂是由风造成的,这风已经存在但尚未到来。
σημεῖον δὲ τούτου διότι ἐντεῦθεν γίγνεται ὁ ἄνεμος, ὅθεν ἂν ἡ κυρία γίγνηται διάσπασις.
这一点的征兆是,风起于主要分裂发生的那个方向。
ἀπομαραινομένη δὲ εὐδίας· εἰ γὰρ μὴ ἔχει πως οὕτως ὁ ἀὴρ ὥστε κρατεῖν τοῦ ἐναπολαμβανομένου θερμοῦ μηδʼ ἔρχεσθαι εἰς πύκνωσιν ὑδατώδη, δῆλον ὡς οὔπω ἡ ἀτμὶς ἀποκέκριται τῆς ἀναθυμιάσεως [ἀπὸ] τῆς ξηρᾶς καὶ πυρώδους· τοῦτο δὲ εὐδίας αἴτιον.
而当它消退时,则是晴天的征兆;因为如果空气的状态不能克服其中所包含的热量,也不走向水性的浓密化,显然蒸气还没有从干燥且多火的呼气中分离出来;而这就是晴天的原因。
πῶς μὲν οὖν ἔχοντος τοῦ ἀέρος γίγνεται ἡ ἀνάκλασις, εἴρηται.
因此,空气处于何种状态时产生反射,已经说明了。
ἀνακλᾶται δʼ ἀπὸ τῆς συνισταμένης ἀχλύος περὶ τὸν ἥλιον ἢ τὴν σελήνην ἡ ὄψις· διὸ οὐκ ἐξ ἐναντίας ὥσπερ ἶρις φαίνεται.
而视线是从太阳或月亮周围凝结的雾气中反射出来的;因此它不像彩虹那样显现在相反的一侧。
πάντοθεν δὲ ὁμοίως ἀνακλωμένης ἀναγκαῖον κύκλον εἶναι ἢ κύκλου μέρος· ἀπὸ γὰρ τοῦ αὐτοῦ σημείοιυ πρὸς τὸ αὐτὸ σημεῖον αἱ ἴσαι κλασθήσονται ἐπὶ κύκλου γραμμῆς ἀεί.
既然是从各个方向以同样的方式反射,它必然是一个圆或圆的一部分;因为从同一点到同一点,相等的线将总是折弯在圆的线上。
ἔστω γὰρ ἀπὸ τοῦ σημείου ἐφʼ τὸ Α πρὸς τὸ Β κεκλασμένη κλασμένη ἥ τε τὸ ΑΓΒ καὶ ἡ τὸ ΑΖΒ καὶ ἡ τὸ AΔ Β· ἴσαι δὲ αὗταί τε αἱ ΑΓ ΑΖ ΑΔ ἀλλήλαις, καὶ αἱ πρὸς τὸ Β ἀλλήλαις, οἷον αἱ ΓΒ ΖΒ ΔΒ· καὶ ἐπεζεύχθω ἡ ΑΕΒ, ὥστε τὰ τρίγωνα ἴσα·
因为假设从点A到点B折弯的线有AΓB、AZB和AΔB;并且这些线AΓ、AZ、AΔ彼此相等,而向着B的线,即ΓB、ZB、ΔB也彼此相等;并且连结AEB,使得这些三角形相等;因为它们在相等[共同]的AEB上。
καὶ γὰρ ἐπʼ ἴσης τῆς ΑΕΒ. ἢχθωσαν δὴ κἀθετοι ἐπὶ τὴν ΑΕΒ ἐκ τῶν γωνιῶν, ἀπὸ μὲν τῆς Γ ἡ τὸ ΓΕ, ἀπὸ δὲ τῆς Ζ ἡ τὸ ΖΕ, ἀπὸ δὲ τῆς Δ ἡ τὸ ΔΕ. ἴσαι δὴ αὗται·
那么从各角向AEB作垂线:从Γ作ΓE,从Z作ZE,从Δ作ΔE。
ἐν ἴσοις γὰρ τριγώνοις καὶ ἐν ἐνὶ ἐπιπέδῳ πᾶσαι· πρὸς ὀρθὰς γὰρ πᾶσαι τῇ ΑΕΒ, καὶ ἐφʼ ἓν σημεῖον τὸ Ε συνάπτουσι.
这些垂线是相等的;因为它们都在相等的三角形中,且都在一个平面上;因为它们都与AEB成直角,且交于同一点E。
κύκλος ἄρα ἔσται ἡ γραφομένη, κέντρον δὲ τὸ Ε. ἔστι δὴ τὸ μὲν Β ὁ ἥλιος, τὸ δὲ Α ἡ ὄφις, ἡ δὲ περὶ τὸ ΓΖΔ περιφέρεια τὸ νέφος ἀφʼ οὗ ἀνακλᾶται ἡ ὄψις πρὸς τὸν ἥλιον.
因此,所描绘的线将是一个圆,其圆心为E。 现在, B是太阳,A是视线,而ΓZΔ周围的圆周则是视线反射向太阳的云。
δεῖ δὲ νοεῖν συνεχῇ τὰ ἔνοπτρα· ἀλλὰ διὰ μικρότητα ἕκαστον μὲν ἀόρατον, τὸ δʼ ἐξ ἁπάντων ἓν εἶναι δοκεῖ διὰ τὸ ἐφεξῆς.
但我们必须把这些镜子设想为连续的;但由于微小,每一个确实是看不见的,但由所有这些组成的整体由于连续而显得是一个。
φαίνεται δὲ τὸ μὲν λευκόν, ὁ ἥλιος, κύκλῳ συνεχῶς ἐν ἑκάστῳ φαινόμενος τῶν ἐνόπτρων, καὶ μηδεμίαν ἔχων αἰσθητὴν διαίρεσιν, πρὸς δὲ τῇ γῇ μᾶλλον διὰ τὸ νηνεμώτερον εἶναι· πνεύματος γὰρ ὄντος οὐκ εἶναι στάσιν φανερόν.
而白色,即太阳,在每个镜子中连续地显现为圆形,且没有任何感觉上的分割,这在靠近地面时更为明显,因为那里风较小;因为有风时显然没有稳定性。
παρὰ δὲ τοῦτο μέλαινα ἡ ἐχομένη περιφέρεια, διὰ τὴν ἐκείνης λευκότητα δοκοῦσα εἶναι μελαντέρα.
而在这[白色圆]之外,相邻的圆周是黑色的,由于那白色的缘故而显得更黑。
πλεονάκις δὲ γίγνονται αἱ ἅλῳ περὶ τὴν σελήνην διὰ τὸ τὸν ἥλιον θερμότερον ὄντα θᾶττον διαλύειν τὰς συστάσεις τοῦ ἀέρος.
此外,晕更常在月亮周围产生,因为太阳更热,能更快地溶解空气的凝结。
περὶ δὲ τοὺς ἀστέρας γίγνονται μὲν διὰ τὰς αὐτὰς αἰτίας, οὐ σημειώδεις δʼ ὁμοίως, ὅτι μικρὰς πάμπαν ἐπιδηλοῦσι τὰς συστάσεις καὶ οὔπω γονίμους.
而在恒星周围,它们产生虽由于相同的缘故,但并不同样具有征兆性,因为它们显现出的凝结极小,且尚未能孕育[雨水]。

词汇与语法注释

  1. p.100αὗται μὲν εὐδιῶν, αἱ δὲ διασπάσεις πνεύματος — 指示代名词 αὗται 指代前文两个名词(διασπάσεις 和 μαράνσεις)中的后者 μαράνσεις(消退)。语境中省略了动词和“征兆(σημεῖον)”,应补充解释为:“后者[消退]是晴天的[征兆],而分裂则是风的[征兆]”。
  2. 373aἀπὸ γὰρ τοῦ αὐτοῦ σημείου πρὸς τὸ αὐτὸ σημεῖον αἱ ἴσαι κλασθήσονται ἐπὶ κύκλου γραμμῆς ἀεί. — 此句解释了在从视点(点A)反射到光源(点B)的光线中,若从A出发的距离相等(AΓ=AZ=AΔ)且到B的距离也相等(ΓB=ZB=ΔB),则这些反射点(Γ,Z,Δ)所形成的轨迹必定在圆周(κύκλου γραμμή)上。主语 αἱ ἴσαι 指代“这些相等的[折弯的]线”。
  3. 373aὥστε τὰ τρίγωνα ἴσα· καὶ γὰρ ἐπʼ ἴσης τῆς ΑΕΒ. — 连词 ὥστε 引导结果从句,表明由于三边各自相等,三角形 AΓB、AZB、AΔB 是全等(ἴσα)的。其后 γάρ 从句中的 ἐπʼ ἴσης τῆς ΑΕΒ 意为它们在共同且相等的线段 AEB 上。

引用这一段

亚里士多德, 气象学 §3.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:3.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。