§3.22 περὶ δὲ ἅλω καὶ ἴριδος, τὶ τε ἑκάτερον καὶ διὰ τίνʼ αἰτίαν γίγνεται, λέγωμεν, καὶ περὶ παρηλίων καὶ ῤάβδων·
2 暈と虹について、それぞれがいかなるものであり、いかなる原因で生じるのか、また幻日と光棒についても語ることにしよう。
καὶ γὰρ ταῦτα γίγνεται πάντα διὰ τὰς αὐτὰς αἰτίας ἀλλήλοις.
というのも、これらすべては互いに同じ原因によって生じるからである。
πρῶτον δὲ δεῖ λαβεῖν τὰ πάθη καὶ τὰ συμβαίνοντα περὶ ἕκαστον αὐτῶν.
まず、これら各々について生じる現象や事実を把握しなければならない。
τῆς μὲν οὖν ἅλω φαίνεται πολλάκις κύκλος ὅλος, καὶ γίγνεται περὶ ἥλιον καὶ σελήνην καὶ περὶ τὰ λαμπρὰ τῶν ἄστρων, ἔτι δʼ οὐδὲν ἧττον νυκτὸς ἢ ἡμέρας καὶ περὶ μεσημβρίαν ἢ δείλην· ἔωθεν δʼ ἐλαττονάκις καὶ περὶ δύσιν.
まず、暈については、しばしば完全な円として現れ、太陽や月、また明るい恒星の周囲に生じる。 さらに、昼と同様に夜にも、また正午や夕方にも生じるが、明け方や日没時には生じることがより稀である。
τῆς δʼ ἴριδος οὐδέποτε γίγνεται κύκλος οὐδὲ μεῖζον ἡμικυκλίου τμῆμα·
一方、虹については、決して完全な円が生じることはなく、半円より大きな弓形が生じることもない。
καὶ δύνοντος μὲν καὶ ἀνατέλλοντος ἐλαχίστου μὲν κύκλου, μεγίστη δʼ ἡ ἁψίς, αἰρομένου δὲ μᾶλλον κύκλου μὲν μείζονος, ἐλάττων δʼ ἡ ἁψίς·
太陽が沈むときや昇るときには、円としては最小であるが、その弧は最大となり、太陽がより高く昇るにつれて、円としてはより大きくなるが、その弧はより小さくなる。
καὶ μετὰ μὲν τὴν μετοπωρινὴν ἰσημερίαν, ἐν ταῖς βραχυτέραις ἡμέραις, πᾶσαν ὥραν γίγνεται τῆς ἡμέρας, ἐν δὲ ταῖς θεριναῖς οὐ γίγνεται περὶ μεσημβρίαν.
また、秋分以降の、より昼の短い日々においては、一日のうちのどの時間でも生じるが、夏の日々においては、正午頃には生じない。
οὐδὲ δὴ δυοῖν πλείους ἴριδες οὐ γίγνονται ἅμα.
また、二つより多くの虹が同時に生じることも決してない。
τούτων δὲ τρίχρως μὲν ἐκατέρα, καὶ τὰ χρώματα ταὐτὰ καὶ ἴσα τὸν ἀριθμὸν ἔχουσιν ἀλλήλαις, ἀμυδρότερα δʼ ἐν τῇ ἐκτὸς καὶ ἐξ ἐναντίας κείμενα κατὰ τὴν θέσιν·
これらの虹はいずれも三色からなり、それらの色は同じであり、数においても互いに等しいが、外側の虹においては色がより不鮮明であり、その配置において反対に位置している。
ἡ μὲν γὰρ ἐντὸς τὴν πρώτην ἔχει περιφέρειαν τὴν μεγίστην φοινικίαν, ἡ δʼ ἔξωθεν τὴν ἐλαχίστην μὲν ἐγγύτατα δὲ πρὸς ταύτην, καὶ τὰς ἄλλας ἀνάλογον.
なぜなら、内側の虹は、その最初で最大の円周として赤色を有しているが、外側の虹は、最も小さく、かつこの円周に最も近い部分に有しており、他の色も比例的な関係にあるからである。
ἔστι δὲ τὰ χρώμματα ταῦτα ἅπερ μόνα σχεδὸν οὐ δύνανται ποιεῖν οἱ γραφεῖς·
これらの色は、画家たちが作り出すことがほとんど不可能な、ほぼ唯一の色である。
ἔνια γὰρ αὐτοὶ κεραννύουσι, τὸ δὲ φοινικοῦν καὶ πράσινον καὶ ἁλουργὸν οὐ γίγνεται κεραννύμενον·
というのも、彼らはいくつかの色を自分で混ぜて作るが、赤色、緑色、紫色を混ぜ合わせて作ることはできないからであり、そして虹はこれらの色を持っているからである。
ἡ δὲ ἶρις ταῦτʼ ἔχει τὰ χρώματα. τὸ δὲ μεταξὺ τοῦ φοινικοῦ καὶ πρασίνου φαίνεται πολλάκις ξανθόν.
ただし、赤色と緑色の間はしばしば黄色に見える。
παρήλιοι δὲ καὶ ῥάβδοι γίγνονται ἐκ πλαγίας αἰεὶ καὶ οὔτʼ ἄνωθεν οὔτε πρὸς τῆς γῆς οὔτʼ ἐξ ἐναντίας, οὐδὲ δὴ νύκτωρ, ἀλλʼ ἀεὶ περὶ τὸν ἥλιον, ἔτι δὲ ἢ αἰρομένου ἢ καταφερομένου·
一方、幻日と光棒は常に側面に生じ、上方にも、地に向かう方向にも、反対側にも生じることはなく、夜間に生じることも決してない。 ただ常に太陽の周囲に生じ、さらに太陽が昇っているか、あるいは沈みかけているときに生じる。
τὰ πλεῖστα δὲ πρὸς δυσμάς·
そのほとんどは日没の方向においてである。
μεσουρανοῦντος δὲ σπάνιον εἴ τι γέγονεν, οἶον ἐν βοσπόρῳ ποτὲ συνέπεσε·
太陽が南中しているときに生じることは極めて稀であり、例えばかつてボスポロスで起きたようなことがそれである。
διʼ ὅλης γὰρ τῆς ἡμέρας συνανασχόντες δύο παρήλιοι διετέλεσαν μέχρι δυσμῶν.
そこでは、丸一日中、二つの幻日が太陽と共に昇り、日没まで持続したのである。
τὰ μὲν οὖν περὶ ἕκαστον αὐτῶν συμβαίνοντα ταῦτʼ ἐστίν·
したがって、それらの各々について生じる事実は以上の通りである。
τὸ δʼ αἴτιον τούτων ἀπάντων ταὐτὸ·
これらすべての原因は同じである。
πάντα γὰρ ἀνάκλασις ταῦτʼ ἐστί, διαφέρουσι δὲ τοῖς τρόποις καὶ ἀφʼ ὧν, καὶ ὡς συμβαίνει γίγνεσθαι τὴν ἀνάκλασιν πρὸς τὸν ἥλιον ἢ πρὸς ἄλλο τι τῶν λαμπρῶν.
なぜなら、これらはすべて反射だからであり、ただその現れ方や、何から反射するか、また、太陽や他の明るい天体に対してどのように反射が生じるかによって異なっているからである。
καὶ μεθʼ ἡμέραν μὲν ἶρις γίγνεται, νύκτωρ δʼ ἀπὸ σελήνης, ὡς μὲν οἱ ἀρχαῖοι ᾤοντο, οὐκ ἐγίγνετο τοῦτο δʼ ἔπαθον διὰ τὸ σπάνιον·
そして、虹は昼間に生じるが、夜間には月によって生じる。 古代の人々が考えていたように生じないということはない。
ἐλάνθανε γὰρ αὐτούς·
彼らがそう思い込んだのは、それが稀であったためであり、彼らがそれを見落としていたからである。
γίγνεται μὲν γάρ, ὀλιγάκις δὲ γίγνεται.
実際、生じるのではあるが、滅多に生じない。
τὸ δʼ αἴτιον ὅτι τʼ ἐν τῷ σκότει λανθάνει τὰ χρώματα, καὶ ἄλλα πολλὰ δεῖ συμπεσεῖν, καὶ ταῦτα πάντα ἐν ἡμέρᾳ μιῇ τοῦ μηνός·
その原因は、暗闇の中では色が隠されて見えなくなること、また、多くの他の条件が重ならなければならないこと、そしてそれらの条件がすべて月に一日のうちで一致しなければならないことである。
ἐν τῇ πανσελήνῳ γὰρ γενέσθαι ἀνάγκη τὸ μέλλον ἔσεσθαι, καὶ τότε ἀνατελλούσης ἢ δυνούσης·
というのも、夜の虹が生じるためには、満月でなければならず、しかも月が昇るか沈むかしているときでなければならないからである。
διόπερ ἐν ἔτεσιν ὑπὲρ τὰ πεντήκοντα δὶς ἐνετύχομεν μόνον.
それゆえ、私たちは五十数年の間に二度しか遭遇しなかったのである。
ὅτι μὲν οὖν ἡ ὄψις ἀνακλᾶται, ὥσπερ καὶ ἀφʼ ὕδατος, οὕτω καὶ ἀπὸ ἀέρος καὶ πάντων τῶν ἐχόντων τὴν ἐπιφάνειαν λείαν, ἐκ τῶν περὶ τὴν ὄψιν δεικνυμένων δεῖ λαμβάνειν τὴν πίστιν, καὶ διότι τῶν ἐνόπτρων ἐν ἐνίοις μὲν καὶ τὰ σχήματα ἐμφαίνεται, ἐν ἐνίοις δὲ τὰ χρώματα μόνον·
さて、視線が反射されることは、水から反射されるのと同様に、空気や滑らかな表面を持つすべてのものからも反射されるのであるが、この確証は、視覚に関する証明から得るべきである。 また、鏡のうち、あるものでは形も現れるが、別の物では色だけしか現れないということからも同様である。
τοιαῦτα δʼ ἐστὶν ὅσα μικρὰ τῶν ἐνόπτρων, καὶ μηδεμίαν αἰσθητὴν ἔχει διαίρεσιν·
そのような鏡とは、鏡のうち極めて小さく、感覚可能な分割を一切持たないものである。
ἐν γὰρ τούτοις τὸ μὲν σχῆμα ἀδύνατον ἐμφαίνεσθαι (δόξει γὰρ εἶναι διαιρετόν· πᾶν γὰρ σχῆμα ἅμα δοκεῖ σχῆμά τʼ εἶναι καὶ διαίρεσιν ἔχειν), ἐπεὶ δʼ ἐμφαίνεσθαί τι ἀναγκαῖον, τοῦτο δὲ ἀδύνατον, λείπεται τὸ χρῶμα μόνον ἐμφαίνεσθαι.
なぜなら、これらにおいては、形が現れることは不可能だからであり(というのも、形は分割可能であると思われるからであり、すべての形は形であると同時に、分割をも持っていると思われるからである)、何かが現れることは必然であるが、形が現れることは不可能である以上、色だけが現れることになるからである。
τὸ δὲ χρῶμα ὁτὲ μὲν λαμπρὸν φαίνεται τῶν λαμπρῶν, ὁτὲ δέ, ἢ τῷ μείγνυσθαι τῷ τοῦ ἐνόπτρου ἢ διὰ τὴν ἀσθένειαν τῆς ὄψεως, ἄλλου χρώματος ἐμποιεῖ φαντασίαν.
そして、その色は、明るい対象の明るい色として現れることもあれば、時には鏡の性質と混ざり合うため、あるいは視線の弱さのために、別の色の表象を生じさせることもある。
ἔστω δὲ περὶ τούτων ἡμῖν τεθεωρημένον ἐν τοῖς περὶ τὰς αἰσθήσεις δεικνυμένοις· διὸ τὰ μὲν λέγωμεν, τοῖς δ᾿ ὡς ὑπάρχουσι χρησώμεθα αὐτῶν.
これらについては、感覚に関する証明の中で考察がなされたものとしよう。 それゆえ、あることは語ることにし、他のことは前提として用いることにしよう。