§3.22 περὶ δὲ ἅλω καὶ ἴριδος, τὶ τε ἑκάτερον καὶ διὰ τίνʼ αἰτίαν γίγνεται, λέγωμεν, καὶ περὶ παρηλίων καὶ ῤάβδων· καὶ γὰρ ταῦτα γίγνεται πάντα διὰ τὰς αὐτὰς αἰτίας ἀλλήλοις.
2 我们来谈谈晕和彩虹,它们各自是什么,以及由于什么原因产生,还有幻日和光棒;因为所有这些现象都是由于彼此相同的原因此产生的。
πρῶτον δὲ δεῖ λαβεῖν τὰ πάθη καὶ τὰ συμβαίνοντα περὶ ἕκαστον αὐτῶν.
首先,我们必须把握关于它们各自的现象和发生的事实。
τῆς μὲν οὖν ἅλω φαίνεται πολλάκις κύκλος ὅλος, καὶ γίγνεται περὶ ἥλιον καὶ σελήνην καὶ περὶ τὰ λαμπρὰ τῶν ἄστρων, ἔτι δʼ οὐδὲν ἧττον νυκτὸς ἢ ἡμέρας καὶ περὶ μεσημβρίαν ἢ δείλην· ἔωθεν δʼ ἐλαττονάκις καὶ περὶ δύσιν.
首先,关于晕,经常显现为完整的圆,产生在太阳、月亮以及明亮的恒星周围,而且,夜间产生并不比白天少,也产生在正午或傍晚;但在黎明时分和日落时分较少产生。
τῆς δʼ ἴριδος οὐδέποτε γίγνεται κύκλος οὐδὲ μεῖζον ἡμικυκλίου τμῆμα· καὶ δύνοντος μὲν καὶ ἀνατέλλοντος ἐλαχίστου μὲν κύκλου, μεγίστη δʼ ἡ ἁψίς, αἰρομένου δὲ μᾶλλον κύκλου μὲν μείζονος, ἐλάττων δʼ ἡ ἁψίς· καὶ μετὰ μὲν τὴν μετοπωρινὴν ἰσημερίαν, ἐν ταῖς βραχυτέραις ἡμέραις, πᾶσαν ὥραν γίγνεται τῆς ἡμέρας, ἐν δὲ ταῖς θεριναῖς οὐ γίγνεται περὶ μεσημβρίαν.
而关于彩虹,则绝不产生完整的圆,也不产生大于半圆的弧;当太阳下沉和升起时,其圆最小,但其拱弧最大,而当太阳升得更高时,其圆更大,但拱弧更小;并且在秋分之后,在白昼较短的日子里,它产生在白天的任何时间,但在夏季的日子里,它不在正午时分产生。
οὐδὲ δὴ δυοῖν πλείους ἴριδες οὐ γίγνονται ἅμα.
此外,也绝不会同时产生两个以上的彩虹。
τούτων δὲ τρίχρως μὲν ἐκατέρα, καὶ τὰ χρώματα ταὐτὰ καὶ ἴσα τὸν ἀριθμὸν ἔχουσιν ἀλλήλαις, ἀμυδρότερα δʼ ἐν τῇ ἐκτὸς καὶ ἐξ ἐναντίας κείμενα κατὰ τὴν θέσιν· ἡ μὲν γὰρ ἐντὸς τὴν πρώτην ἔχει περιφέρειαν τὴν μεγίστην φοινικίαν, ἡ δʼ ἔξωθεν τὴν ἐλαχίστην μὲν ἐγγύτατα δὲ πρὸς ταύτην, καὶ τὰς ἄλλας ἀνάλογον.
在这些彩虹中,每一个都由三色组成,它们具有相同的颜色,且数量上彼此相等,但在外面那一个中颜色较暗淡,并且在排列位置上相反;因为内侧的彩虹其第一且最大的外周为红色,而外侧的彩虹其最小的外周最靠近这一个,其他的颜色也依此类推。
ἔστι δὲ τὰ χρώμματα ταῦτα ἅπερ μόνα σχεδὸν οὐ δύνανται ποιεῖν οἱ γραφεῖς· ἔνια γὰρ αὐτοὶ κεραννύουσι, τὸ δὲ φοινικοῦν καὶ πράσινον καὶ ἁλουργὸν οὐ γίγνεται κεραννύμενον·
这些颜色几乎是画师们唯一无法调配出来的颜色;因为他们自己可以通过混合调配出一些颜色,但红色、绿色和紫色是无法通过混合产生的,而彩虹则具有这些颜色。
ἡ δὲ ἶρις ταῦτʼ ἔχει τὰ χρώματα. τὸ δὲ μεταξὺ τοῦ φοινικοῦ καὶ πρασίνου φαίνεται πολλάκις ξανθόν.
不过,红色和绿色之间经常显现为黄色。
παρήλιοι δὲ καὶ ῥάβδοι γίγνονται ἐκ πλαγίας αἰεὶ καὶ οὔτʼ ἄνωθεν οὔτε πρὸς τῆς γῆς οὔτʼ ἐξ ἐναντίας, οὐδὲ δὴ νύκτωρ, ἀλλʼ ἀεὶ περὶ τὸν ἥλιον, ἔτι δὲ ἢ αἰρομένου ἢ καταφερομένου· τὰ πλεῖστα δὲ πρὸς δυσμάς· μεσουρανοῦντος δὲ σπάνιον εἴ τι γέγονεν, οἶον ἐν βοσπόρῳ ποτὲ συνέπεσε· διʼ ὅλης γὰρ τῆς ἡμέρας συνανασχόντες δύο παρήλιοι διετέλεσαν μέχρι δυσμῶν.
而幻日和光棒总是产生在侧面,既不产生在上方,也不产生在朝向地面的方向,亦不产生在相反的一侧,当然也绝不产生在夜间,而是总是产生在太阳周围,并且要么是在太阳升起时,要么是在下落时;绝大多数产生在西方;而当太阳在天中时,则极少发生,例如曾经在博斯普鲁斯发生过的那样;因为在整整一天中,两个幻日与太阳一同升起,并一直持续到日落。
τὰ μὲν οὖν περὶ ἕκαστον αὐτῶν συμβαίνοντα ταῦτʼ ἐστίν· τὸ δʼ αἴτιον τούτων ἀπάντων ταὐτὸ· πάντα γὰρ ἀνάκλασις ταῦτʼ ἐστί, διαφέρουσι δὲ τοῖς τρόποις καὶ ἀφʼ ὧν, καὶ ὡς συμβαίνει γίγνεσθαι τὴν ἀνάκλασιν πρὸς τὸν ἥλιον ἢ πρὸς ἄλλο τι τῶν λαμπρῶν.
那么,关于它们各自发生的事实就是这些;而所有这些的原因都是相同的;因为所有这些都是反射,但它们的区别在于方式、反射自何物,以及反射如何向着太阳或向着其他明亮天体发生。
καὶ μεθʼ ἡμέραν μὲν ἶρις γίγνεται, νύκτωρ δʼ ἀπὸ σελήνης, ὡς μὲν οἱ ἀρχαῖοι ᾤοντο, οὐκ ἐγίγνετο τοῦτο δʼ ἔπαθον διὰ τὸ σπάνιον·
而且,在白天产生彩虹,但在夜间由于月亮也会产生,而正如古人所认为的那样,这并不会发生。
ἐλάνθανε γὰρ αὐτούς·
但他们有这种看法是因为稀少;因为这避开了他们的注意。
γίγνεται μὲν γάρ, ὀλιγάκις δὲ γίγνεται.
因为它确实产生,只是很少产生。
τὸ δʼ αἴτιον ὅτι τʼ ἐν τῷ σκότει λανθάνει τὰ χρώματα, καὶ ἄλλα πολλὰ δεῖ συμπεσεῖν, καὶ ταῦτα πάντα ἐν ἡμέρᾳ μιῇ τοῦ μηνός· ἐν τῇ πανσελήνῳ γὰρ γενέσθαι ἀνάγκη τὸ μέλλον ἔσεσθαι, καὶ τότε ἀνατελλούσης ἢ δυνούσης· διόπερ ἐν ἔτεσιν ὑπὲρ τὰ πεντήκοντα δὶς ἐνετύχομεν μόνον.
其原因在于,在黑暗中颜色会隐没,而且许多其他条件必须重合,并且所有这些必须在每月的某一天中重合;因为这必须在满月时发生,且那时月亮正在升起或下落;因此我们在五十多年里仅遇到过两次。
ὅτι μὲν οὖν ἡ ὄψις ἀνακλᾶται, ὥσπερ καὶ ἀφʼ ὕδατος, οὕτω καὶ ἀπὸ ἀέρος καὶ πάντων τῶν ἐχόντων τὴν ἐπιφάνειαν λείαν, ἐκ τῶν περὶ τὴν ὄψιν δεικνυμένων δεῖ λαμβάνειν τὴν πίστιν, καὶ διότι τῶν ἐνόπτρων ἐν ἐνίοις μὲν καὶ τὰ σχήματα ἐμφαίνεται, ἐν ἐνίοις δὲ τὰ χρώματα μόνον·
至于视线会发生反射,正如从水中反射一样,从空气和所有具有光滑表面的物体上也会发生反射,这必须从关于视觉的证明中获得确信,也因为在一些镜子中甚至能显现出形状,而在另一些中则仅显现出颜色。
τοιαῦτα δʼ ἐστὶν ὅσα μικρὰ τῶν ἐνόπτρων, καὶ μηδεμίαν αἰσθητὴν ἔχει διαίρεσιν· ἐν γὰρ τούτοις τὸ μὲν σχῆμα ἀδύνατον ἐμφαίνεσθαι (δόξει γὰρ εἶναι διαιρετόν· πᾶν γὰρ σχῆμα ἅμα δοκεῖ σχῆμά τʼ εἶναι καὶ διαίρεσιν ἔχειν), ἐπεὶ δʼ ἐμφαίνεσθαί τι ἀναγκαῖον, τοῦτο δὲ ἀδύνατον, λείπεται τὸ χρῶμα μόνον ἐμφαίνεσθαι.
这样的镜子是那些微小的镜子,它们没有任何感觉上的分割;因为在这些镜子中,形状是不可能显现出来的(因为形状会被认为是可分割的;因为所有形状似乎既是形状,又具有分割),而既然必须显现出某种东西,但这是不可能的,那么就只剩下颜色被显现出来。
τὸ δὲ χρῶμα ὁτὲ μὲν λαμπρὸν φαίνεται τῶν λαμπρῶν, ὁτὲ δέ, ἢ τῷ μείγνυσθαι τῷ τοῦ ἐνόπτρου ἢ διὰ τὴν ἀσθένειαν τῆς ὄψεως, ἄλλου χρώματος ἐμποιεῖ φαντασίαν.
而这种颜色,有时从明亮物体中显现为明亮的颜色,有时则由于与镜子的颜色混合,或者由于视力的微弱,产生出另一种颜色的表象。
ἔστω δὲ περὶ τούτων ἡμῖν τεθεωρημένον ἐν τοῖς περὶ τὰς αἰσθήσεις δεικνυμένοις· διὸ τὰ μὲν λέγωμεν, τοῖς δ᾿ ὡς ὑπάρχουσι χρησώμεθα αὐτῶν.
关于这些问题,让我们假定已经在关于感觉的证明中进行了考察;因此,关于一些事情我们予以说明,而另外一些事情我们则将其作为既有事实来加以使用。