§3.1#11 Περὶ δὲ τῶν ὑπολοίπων εἴπωμεν ἔργων τῆς ἐκκρίσεως ταύτης, τὸν ὑφηγημένον ἢδη τρόπον λέγοντες.
1 さて、この排出物の残りの働きについて、すでに示した方法に従って語ることにしよう。
τὸ γὰρ πνεῦμα τοῦτο ἐκκρινόμενον κατὰ μικρὰ μὲν καὶ σποράδην διαχεόμενον καὶ πολλάκις γιγνόμενον καὶ διαπνέον καὶ λεπτομερέστερον ὂν βροντὰς ποιεῖ καὶ ἀστραπάς· ἂν δʼ ἀθρόον καὶ πυκνότερον, ἧττον δʼ ἐκκριθῇ λεπτόν, ἐκνεφίας ἄνεμος γίγνεται·
というのも、この風は、少量ずつ散発的に排出されて分散し、頻繁に生じて吹き抜け、より希薄であるときには、雷鳴と稲妻を引き起こすが、もし一度にまとまってより濃密に、かつそれほど希薄ではない形で排出されるならば、エクレピアスという風になる。
διὸ καὶ βίαιος (τὸ γὰρ τάχος τῆς ἐκκρίσεως ποιεῖ τὴν ἰσχύν).
それゆえ、それは激しいものでもある(なぜなら、排出の速さがその強さを生み出すからである)。
ὅταν μὲν οὖν συνακολουθήσῃ πολλὴ καὶ συνεχὴς ἔκκρισις, τὸν αὐτὸν γίγνεται τρόπον ὥσπερ ὅταν πάλιν εἰς τοὐναντίον ὁρμήσῃ·
さて、多くかつ連続的な排出がこれに伴うときには、逆に(他方へと)向かうときとまったく同じ仕方で生じる。
τότε γὰρ ὑετὸς καὶ ὕδατος γίγνεται πλῆθος.
というのも、そのときには雨と大量の水が生じるからである。
ὑπάρχει μὲν οὖν ἄμφω δυνάμει ταῦτα κατὰ τὴν ὕλην·
さて、これら両方は、素材において可能的に存在している。
ὅταν δὲ ἀρχὴ γένηται τῆς δυνάμεως ὁποτερασοῦν, ἀκολουθεῖ συγκρινόμενον ἐκ τῆς ὕλης ὁποτέρου ἂν ᾖ πλῆθος ἐνυπάρχον πλέον, καὶ γίγνεται τὸ μὲν ὄμβρος, τὸ δὲ τῆς ἑτέρας ἀναθυμιάσεως ἐκνεφίας.
しかし、どちらか一方の可能性の始まりが生じるとき、素材の中にあらかじめより多く存在している方の分量に応じて、凝縮されて(後に)従い、一方は雨(にわか雨)となり、他方の蒸発気の方はエクレピアスとなる。
ὅταν δὲ τὸ ἐκκρινόμενον πνεῦμα τὸ ἐν τῷ νέφει ἑτέρῳ ἀντιτυπήσῃ οὕτως ὥσπερ ὅταν ἐξ εὐρέος εἰς στενὸν βιάζηται ὁ ἄνεμος ἐν πύλαις ἢ ὁδοῖς (συμβαίνει γὰρ πολλάκις ἐν τοῖς τοιούτοις ἀπωσθέντος τοῦ πρώτου μορίου τοῦ ῥέοντος σώματος διὰ τὸ μὴ ὑπείκειν, ἢ διὰ στενότητα ἢ διὰ τὸ ἀντιπνεῖν, κύκλον καὶ δίνην γίγνεσθαι τοῦ πνεύματος·
しかし、雲の中にある、排出される風が、門や道路において風が広い場所から狭い場所へと無理に押し入るときと同じように、他のものに衝突するとき、(というのも、そのような場合には、流れる物体の最初の部分が、退かないために――狭さのためであれ、逆風のためであれ――押し戻されることで、風の円運動と渦が生じることがしばしば起こるからである。
τὸ μὲν γὰρ εἰς τὸ πρόσθεν κωλύει προϊέναι, τὸ δʼ ὄπισθεν ἐπωθεῖ, ὥστε ἀναγκάζεται εἰς τὸ πλάγιον, ᾗ οὐ κωλύεται, φέρεσθαι, καὶ οὕτως ἀεὶ τὸ ἐχόμενον, ἕως ἂν ἓν γένηται, τοῦτο δʼ ἐστὶ κύκλος·
なぜなら、前方のものは進行を妨げ、後方のものは押し進めるため、妨げられない方向である横へと進むことを余儀なくされ、それに続く部分も常に同様であって、ついに一つになるまで続く。
οὗ γὰρ μία φορὰ σχήματος, τοῦτο καὶ αὐτὸ ἀνάγκη ἓν εἶναι)·
これが円である。 なぜなら、図形の運動が一つであるものは、それ自体も必然的に一つだからである。
ἐπί τε τῆς γῆς οὖν διὰ ταῦτα γίγνονται οἱ δῖνοι, καὶ ἐν τοῖς νέφεσιν ὁμοίως κατὰ τὴν ἀρχήν, πλὴν ὅτι, ὥσπερ, ὅταν ἐκνεφίας γίγνηται, ἀεὶ τὸ νέφος ἐκκρίνεται καὶ γίγνεται συνεχὴς ἄνεμος, οὕτως ἐνταῦθα ἀεὶ τὸ συνεχὲς ἀκολουθεῖ τοῦ νέφους·
)地上においてはこれらの原因によって渦が生じるが、雲の中においても同様に、その始まりにおいては生じるのである。 ただし、あたかもエクレピアスが生じるときには、常に雲が排出されて連続的な風が生じるように、ここにおいては常に雲の連続的な部分が(後に)従うという点を除けば。
διὰ δὲ πυκνότητα οὐ δυνάμενον ἐκκριθῆναι τὸ πνεῦμα ἐκ τοῦ νέφους στρέφεται μὲν κύκλῳ τὸ πρῶτον διὰ τὴν εἰρημένην αἰτίαν, κάτω δὲ φέρεται διὰ τὸ ἀεὶ τὰ νέφη πυκνοῦσθαι, ᾗ ἐκπίπτει τὸ θερμόν.
しかし、濃密さのために雲から排出されることができない風は、最初は上述の理由によって円を描いて回転するが、熱が抜け落ちる方向へと、雲が常に凝縮していくことによって、下方へと運ばれる。
καλεῖται δʼ, ἂν ἀχρωμάτιστον ᾖ, τοῦτο τὸ πάθος τυφῶν, ἄνεμος ὤν, οἷον ἐκνεφίας ἄπεπτος.
そして、もしこの現象に色が付いていなければ、それはタイフォンと呼ばれる。 これは風であり、いわば未消化のエクレピアスのようなものである。
βορείοις δʼ οὐ γίγνεται τυφῶν, οὐδὲ νιπτικῶς ἐχόντων ἐκνεφίας, διὰ τὸ πάντα ταῦτʼ εἶναι πνεῦμα, τὸ δὲ πνεῦμα ξηρὰν εἶναι καὶ θερμὴν ἀναθυμίασιν.
しかし、北風のときにはタイフォンは生じず、また雪が降る状況のときにはエクレピアスも生じない。 それは、これらすべてが風であり、風とは乾いていて温かい蒸発気だからである。
ὁ οὖν πάγος καὶ τὸ ψῦχος διὰ τὸ κρατεῖν σβέννυσιν εὐθὺς γιγνομένην ἔτι τὴν ἀρχήν.
したがって、氷結と寒冷は、圧倒することによって、まだ生じたばかりのその始まりを、ただちに消してしまう。
ὅτι δὲ κρατεῖ, δῆλον·
それが圧倒していることは明らかである。
οὐδὲ γὰρ ἂν ἦν νιφετός, οὐδὲ βόρεια τὰ ὑγρὰ·
なぜなら、そうでなければ降雪もなかったであろうし、湿ったものが北風の性質を持つこともなかったであろうからである。
ταῦτα γὰρ συμβαίνει κρατούσης εἶναι τῆς ψυχρότητος.
というのも、これらは冷たさが圧倒しているときに生じることだからである。