Humanitext Reader

アリストテレス · 気象論 §2.8#2

地震が起きる気候条件と地中の風の証拠

37 / 68 箇所 · ギリシア語

要旨

アリストテレスは、地震が特定の季節や気候において発生する仕組みを説明し、人体の震えや脈拍と大地の風を比較するとともに、ヘラクレイアやヒエラ島などの噴火事例や、前兆としての静穏や冷え込みを地中の風の動きの証拠として挙げる。

§2.8#2καὶ ἔαρος δὲ καὶ μετοπώρου μάλιστα καὶ ἐν ἐπομβρίαις καὶ ἐν αὐχμοῖς γίγνονται διὰ τὴν αὐτὴν αἰτίαν·
また、地震が春と秋に、そして大雨の時や日照りの時に最も多く発生するのも、これと同じ原因による。
αἵ τε γὰρ ὧραι αὗται πνευματωδέσταται·
なぜなら、これらの季節は最も風が生じやすいからである。
τὸ γὰρ θέρος καὶ ὁ χειμών, τὸ μὲν διὰ τὸν πάγον, τὸ δὲ διὰ τὴν ἀλέαν ποιεῖ τὴν ἀκινησίαν·
というのも、夏と冬は、一方は氷結のために、他方は酷暑のために、大気の静穏をもたらすからである。
τὸ μὲν γὰρ ἄγαν ψυχρόν, τὸ δ᾿ ἄγαν ξηρόν ἐστι·
実際、一方は極度に冷たく、他方は極度に乾燥している。
καὶ ἐν μὲν τοῖς αὐχμοῖς πνευματώδης ὁ ἀήρ·
そして、日照りの時には空気は風に満ちている。
τοῦτο γὰρ αὐτό ἐστιν ὁ αὐχμός, ὅταν πλείων ἡ ἀναθυμίασις ἡ ξηρὰ γίγνηται τῆς ὑγρᾶς·
これこそが日照りそのものであり、湿った蒸発気よりも乾燥した蒸発気の方が多く生じる時のことだからである。
ἐν δὲ ταῖς ὑπερομβρίαις πλείω τε ποιεῖ τὴν ἐντὸς ἀναθυμίασιν, καὶ τῷ ἐναπολαμβάνεσθαι ἐν στενοτέροις τόποις καὶ ἀποβιάζεσθαι εἰς ἐλάττω τόπον τὴν τοιαύτην ἀπόκρισιν, πληρουμένων τῶν κοιλιῶν ὕδατος, ὅταν ἄρξηται κρατεῖν διὰ τὸ πολὺ εἰς ὀλίγον πιληθῆναι τόπον, ἰσχυρῶς κινεῖ ῥέων ὁ ἄνεμος καὶ προσπίπτων·
一方、大雨の時には、雨水が内部の蒸発気をより多く生じさせるとともに、地下の空洞が水で満たされることによって、そのような分泌物がより狭い場所に閉じ込められ、より小さな場所へと押し込められる。 そして、それが多量であるために狭い場所に圧縮され、支配的になり始めると、風は流れて衝突し、激しく揺り動かすのである。
δεῖ γὰρ νοεῖν ὅτι ὥσπερ ἐν τῷ σώματι ἡμῶν καὶ τρόμων καὶ σφυγμῶν αἴτιόν ἐστιν ἡ τοῦ πνεύματος ἐναπολαμβανομένη δύναμις, οὕτω καὶ ἐν τῇ γῇ τὸ πνεῦμα παραπλήσιον ποιεῖν, καὶ τὸν μὲν τῶν σεισμῶν οἷον τρόμον εἶναι τὸν δ᾿ οἷον σφυγμόν, καὶ καθάπερ συμβαίνει πολλάκις μετὰ τὴν οὔρησιν (διὰ τοῦ σώματος γὰρ γίγνεται ὥσπερ τρόμος τις ἀντιμεθισταμένου τοῦ πνεύματος ἔξωθεν εἴσω ἀθρόου), τοιαῦτα γίγνεσθαι καὶ περὶ τὴν γῆν.
なぜなら、私たちの身体の中で震えや脈拍の原因となるのが、内部に閉じ込められた風の力であるように、大地においても風が同様のことを行っており、地震のうちあるものは「震え」のようなものであり、別のものは「脈拍」のようなものであると考えねばならないからであり、また、しばしば排尿の後に起こるように、(排尿によって、外の風が一挙に内部へと入れ替わるために、身体を抜けてある種の震えが生じるのであるが)、これとよく似たことが大地についても起こるからである。
ὅσην δ᾿ ἔχει τὸ πνεῦμα δύναμιν, οὐ μόνον ἐκ τῶν ἐν τῷ ἀέρι δεῖ θεωρεῖν γιγνομένων (ἐνταῦθα μὲν γὰρ διὰ τὸ μέγεθος ὑπολάβοι τις ἂν τοιαῦτα δύνασθαι ποιεῖν) ἀλλὰ καὶ ἐν τοῖς σώμασι τοῖς τῶν ζῴων·
風がどれほどの力を持っているかは、ただ空気中で起こる現象から観察すべきであるだけでなく(そこでは規模の大きさのゆえに、風がそのようなことをなし得ると思われるかもしれないが)、動物の身体においても観察すべきである。
οἵ τε γὰρ τέτανοι καὶ οἱ σπασμοὶ πνεύματος μέν εἰσιν κινήσεις, τοσαύτην δὲ ἔχουσιν ἰσχὺν ὥστε πολλοὺς ἅμα πειρωμένους ἀποβιάζεσθαι μὴ δύνασθαι κρατεῖν τῆς κινήσεως τῶν ἀρρωστούντων.
なぜなら、破傷風や痙攣は風の運動であるが、これらは、多くの人が同時に試みても、病人の運動に抗して抑え込むことができないほどの力を持っているからである。
τοιοῦτον δὴ δεῖ νοεῖν τὸ γιγνόμενον καὶ ἐν τῇ γῇ, ὡς εἰκάσαι πρὸς μικρὸν μεῖζον.
したがって、小さなものを大きなものに比すように、大地の中で起こっていることもそのようなものとして捉えねばならない。
σημεῖα δὲ τούτων καὶ πρὸς τὴν ἡμετέραν αἴσθησιν πολλαχῇ γέγονεν·
これらのことの兆候は、私たちの感覚に対しても多方面に現れている。
ἤδη γὰρ σεισμὸς ἐν τόποις τισὶν γιγνόμενος οὐ πρότερον ἔληξε πρὶν ἐκρήξας εἰς τὸν ὑπὲρ τῆς γῆς τόπον φανερῶς ὥσπερ ἐκνεφίας ἐξῆλθεν ὁ κινήσας ἄνεμσς, οἷον καὶ περὶ Ἡράκλειαν ἐγένετο τὴν ἐν τῷ Πόντῳ νεωστί, καὶ πρότερον περὶ τὴν Ἱερὰν νῆσον (αὕτη δ᾿ ἐστὶν μία τῶν Αἰόλου καλουμένων νήσων)·
なぜなら、かつてある場所で地震が起こった際、大地の揺れを引き起こした風が、地上へと噴出して、明らかに突風のように外へ出るまでは収まらなかったことがあり、それは最近ポントスのヘラクレイアの周辺で起こったことや、それより以前にヒエラ島(これはアイオロスの島々と呼ばれるものの一つである)の周辺で起こったことと同様だからである。
ἐν ταύτῃ γὰρ ἀνῴδει τι τῆς γῆς, καὶ ἀνῄει οἷον λοφώδης ὄγκος μετὰ ψόφου·
この島では大地の特定の部分が膨れ上がり、音を伴って丘のような塊となって隆起した。
τέλος δὲ ῥαγέντος ἐξῆλθεν πνεῦμα πολὺ καὶ τὸν φέψαλον καὶ τὴν τέφραν ἀνῆκεν καὶ τήν τε Λιπαραίων πόλιν οὖσαν οὐ πόρρω πᾶσαν κατετέφρωσε καὶ εἰς ἐνίας τῶν ἐν Ἰταλίᾳ πόλεων ἦλθεν·
そして最後には、そこが裂けて大量の風が吹き出し、火の粉や灰を放出し、それほど遠くないところにあるリパラ人の都市をすっかり灰で覆い、イタリアのいくつかの都市にまで達したのである。
καὶ νῦν ὅπου τὸ ἀναφύσημα τοῦτο ἐγένετο, δῆλόν ἐστιν.
そして、この噴出が起こった場所は現在でも明らかである。
καὶ γὰρ δὴ τοῦ γιγνομένου πυρὸς ἐν τῇ γῇ ταύτην οἰητέον εἶναι τὴν αἰτίαν, ὅταν κοπτόμενον ἐκπρησθῇ πρῶτον εἰς μικρὰ κερματισθέντος τοῦ ἀέρος.
実際、大地の中で生じる火の原因もこれであると考えるべきである。 すなわち、空気がまず細かく粉砕され、叩かれることによって発火する場合がそれである。
τεκμήριον δ᾿ ἐστὶ τοῦ ῥεῖν ὑπὸ γῆν τὰ πνεύματα καὶ τὸ γιγνόμενον περὶ ταύτας τὰς νήσους·
風が地底を流れていることの証拠は、これらの島々の周辺で起こる現象でもある。
ὅταν γὰρ ἄνεμος μέλλῃ πνευσεῖσθαι νότος, προτοῖς σημαίνει πρότερον·
なぜなら、南風が吹こうとするときには、事前に前兆が現れるからである。
ἠχοῦσι γὰρ οἱ τόποι ἐξ ὧν γίγνεται τὰ ἀναφυσήματα, διὰ τὸ τὴν θάλατταν μὲν προωθεῖσθαι ἤδη πόρρωθεν, ὑπὸ δὲ ταύτης τὸ ἐκ τῆς γῆς ἀναφυσώμενον ἀπωθεῖσθαι πάλιν εἴσω, ᾗπερ ἐπέρχεται ἡ θάλαττα ταύτῃ.
すなわち、噴出が起こる場所が音を立てるのであるが、それは、海がすでに遠くから押し寄せ、これによって、海が押し寄せるその場所で、大地から噴出しようとしていたものが再び内部へと押し戻されるからである。
ποιεῖ δὲ ψόφον ἄνευ σεισμοῦ διά τε τὴν εὐρυχωρίαν τῶν τόπων (ὑπερχεῖται γὰρ εἰς τὸ ἀχανὲς ἔξω) καὶ δι᾿ ὀλιγότητα τοῦ ἀπωθουμένου ἀέρος.
そして、地震を伴わずに音を立てるのは、その場所が広々としていること(外の広大な空間へとあふれ出るため)と、押し戻される空気の量が少ないためである。
ἔτι τὸ γίγνεσθαι τὸν ἥλιον ἀχλυώδη καὶ ἀμαυρότερον ἄνευ νέφους, καὶ πρὸ τῶν ὀρθρίων σεισμῶν ἐνίοτε νηνεμίαν τε καὶ κρύος ἰσχυρόν, σημεῖον τῆς εἰρημένης αἰτίας ἐστίν.
さらに、雲がないのに太陽が霞み、通常より暗くなることや、明け方の地震の前にしばしば静穏になり、強い冷え込みが生じることも、述べられた原因の兆候である。
τόν τε γὰρ ἥλιον ἀχλυώδη καὶ ἀμαυρὸν ἀναγκαῖον εἶναι ὑπονοστεῖν ἀρχομένου τοῦ πνεύματος εἰς τὴν γῆν τοῦ διαλύοντος τὸν ἀέρα καὶ διακρίνοντος, καὶ πρὸς τὴν ἕω καὶ περὶ τοὺς ὄρθρους νηνεμίαν τε καὶ ψῦχος.
なぜなら、空気を希薄にし、拡散させる風が大地へと退き始めるとき、太陽が霞んで暗くなるのは必然だからであり、また、夜明け方や明け方の時間帯に、静穏と冷え込みが生じるのも必然だからである。

語釈・文法注

  1. p.81τῷ ἐναπολαμβάνεσθαι — 冠詞付き不定詞の与格(τῷ ... ἐναπολαμβάνεσθαι ... καὶ ἀποβιάζεσθαι)は原因を表している。その意味上の主語は「そのような分泌物(τὴν τοιαύτην ἀπόκρισιν)」であり、これらは受動あるいは中動のニュアンスを持つ。途中に属格絶対格(πληρουμένων τῶν κοιλιῶν ὕδατος)が挿入されているため、文構造が複雑になっている。
  2. p.81ποιεῖν — 先行する δεῖ γὰρ νοεῖν ὅτι に導かれる従属節(ὥσπερ ... αἴτιόν ἐστιν ...)の後、対照関係の後半部分(οὕτω ...)からは ὅτι 節の直説法ではなく、主動詞 νοεῖν に直接支配される対格不定詞構文(ποιεῖν, εἶναι, γίγνεσθαι)に移行している。
  3. 367aοὐ πρότερον ἔληξε πρὶν — 主節が否定文(οὐ πρότερον)であるため、時間を示す接続詞 πρὶν は、不定詞ではなく直説法過去(ἐξῆλθεν)を伴って「…するまでは…しなかった(…して初めて…した)」という事実を表している。
  4. p.82προτοῖς — 写本の誤記、あるいは異読。文脈上、動詞 προσημαίνει(前兆を示す、事前に告げる)の誤り、あるいはその一部(προσημαίνει πρότερον)である。

この箇所を引用する

アリストテレス, 気象論 §2.8#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.8%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。