Humanitext Reader

亚里士多德 · 气象学 §2.8#2

地震发生的气候条件与地下风的证据

第 37 段,共 68 段 · 希腊语

内容简介

亚里士多德解释了地震在特定季节和气候条件下发生的机制,将人体的震颤和脉搏与大地之风作对比,并引用了赫拉克利亚和希埃拉岛等地的喷发事例,以及地震前的无风和严寒等现象,作为地下风运动的证据。

§2.8#2καὶ ἔαρος δὲ καὶ μετοπώρου μάλιστα καὶ ἐν ἐπομβρίαις καὶ ἐν αὐχμοῖς γίγνονται διὰ τὴν αὐτὴν αἰτίαν· αἵ τε γὰρ ὧραι αὗται πνευματωδέσταται·
同样,地震最常发生在春季和秋季,以及在多雨和干旱时期,也是由于同样的原因;因为这些季节是最容易产生风的。
τὸ γὰρ θέρος καὶ ὁ χειμών, τὸ μὲν διὰ τὸν πάγον, τὸ δὲ διὰ τὴν ἀλέαν ποιεῖ τὴν ἀκινησίαν· τὸ μὲν γὰρ ἄγαν ψυχρόν, τὸ δ᾿ ἄγαν ξηρόν ἐστι·
因为夏天和冬天会产生静止——一者是因为结冰,另一者是因为酷热;因为一者是极冷,另一者是极干燥。
καὶ ἐν μὲν τοῖς αὐχμοῖς πνευματώδης ὁ ἀήρ· τοῦτο γὰρ αὐτό ἐστιν ὁ αὐχμός, ὅταν πλείων ἡ ἀναθυμίασις ἡ ξηρὰ γίγνηται τῆς ὑγρᾶς·
在干旱时,空气中充满了风;因为干旱本身就是如此——即干燥的蒸发气比湿润的蒸发气产生得更多的时候。
ἐν δὲ ταῖς ὑπερομβρίαις πλείω τε ποιεῖ τὴν ἐντὸς ἀναθυμίασιν, καὶ τῷ ἐναπολαμβάνεσθαι ἐν στενοτέροις τόποις καὶ ἀποβιάζεσθαι εἰς ἐλάττω τόπον τὴν τοιαύτην ἀπόκρισιν, πληρουμένων τῶν κοιλιῶν ὕδατος, ὅταν ἄρξηται κρατεῖν διὰ τὸ πολὺ εἰς ὀλίγον πιληθῆναι τόπον, ἰσχυρῶς κινεῖ ῥέων ὁ ἄνεμος καὶ προσπίπτων·
而在大雨时,它既在内部产生更多的蒸发气,又因为当空洞充满水时,这种分泌物被封闭在更狭窄的地方并被强力压入更小的空间中——每当它由于量多而被压缩到狭小的空间并开始占据主导时,风流动并撞击,便会产生剧烈的运动。
δεῖ γὰρ νοεῖν ὅτι ὥσπερ ἐν τῷ σώματι ἡμῶν καὶ τρόμων καὶ σφυγμῶν αἴτιόν ἐστιν ἡ τοῦ πνεύματος ἐναπολαμβανομένη δύναμις, οὕτω καὶ ἐν τῇ γῇ τὸ πνεῦμα παραπλήσιον ποιεῖν, καὶ τὸν μὲν τῶν σεισμῶν οἷον τρόμον εἶναι τὸν δ᾿ οἷον σφυγμόν, καὶ καθάπερ συμβαίνει πολλάκις μετὰ τὴν οὔρησιν (διὰ τοῦ σώματος γὰρ γίγνεται ὥσπερ τρόμος τις ἀντιμεθισταμένου τοῦ πνεύματος ἔξωθεν εἴσω ἀθρόου), τοιαῦτα γίγνεσθαι καὶ περὶ τὴν γῆν.
因为我们必须认识到,正如在我们身体中,震颤和脉搏的原因是封闭在内部的风的力量一样,在土地中风也产生类似的效应,地震的一种就像是震颤,另一种就像是脉搏;并且正如排尿后经常发生的那样,(因为由于风从外部猛然转移到内部,身体中会产生某种颤抖),类似的事情也会发生在大地上。
ὅσην δ᾿ ἔχει τὸ πνεῦμα δύναμιν, οὐ μόνον ἐκ τῶν ἐν τῷ ἀέρι δεῖ θεωρεῖν γιγνομένων (ἐνταῦθα μὲν γὰρ διὰ τὸ μέγεθος ὑπολάβοι τις ἂν τοιαῦτα δύνασθαι ποιεῖν) ἀλλὰ καὶ ἐν τοῖς σώμασι τοῖς τῶν ζῴων·
风具有多么大的力量,不仅应当从空气中发生的事情来观察(因为在空气中,由于规模巨大,人们可能会认为它能产生这样的效果),还应当从动物的身体中来观察。
οἵ τε γὰρ τέτανοι καὶ οἱ σπασμοὶ πνεύματος μέν εἰσιν κινήσεις, τοσαύτην δὲ ἔχουσιν ἰσχὺν ὥστε πολλοὺς ἅμα πειρωμένους ἀποβιάζεσθαι μὴ δύνασθαι κρατεῖν τῆς κινήσεως τῶν ἀρρωστούντων.
因为破伤风和痉挛都是风的运动,它们具有如此巨大的力量,以至于许多人同时尝试压制,也无法控制病人的运动。
τοιοῦτον δὴ δεῖ νοεῖν τὸ γιγνόμενον καὶ ἐν τῇ γῇ, ὡς εἰκάσαι πρὸς μικρὸν μεῖζον.
因此,必须把大地上所发生的事也理解为具有这种性质,这就像是拿小事来比拟大事。
σημεῖα δὲ τούτων καὶ πρὸς τὴν ἡμετέραν αἴσθησιν πολλαχῇ γέγονεν· ἤδη γὰρ σεισμὸς ἐν τόποις τισὶν γιγνόμενος οὐ πρότερον ἔληξε πρὶν ἐκρήξας εἰς τὸν ὑπὲρ τῆς γῆς τόπον φανερῶς ὥσπερ ἐκνεφίας ἐξῆλθεν ὁ κινήσας ἄνεμσς, οἷον καὶ περὶ Ἡράκλειαν ἐγένετο τὴν ἐν τῷ Πόντῳ νεωστί, καὶ πρότερον περὶ τὴν Ἱερὰν νῆσον (αὕτη δ᾿ ἐστὶν μία τῶν Αἰόλου καλουμένων νήσων)·
此外,这些事情的迹象也在许多方面呈现在我们的感觉面前;因为曾经在某些地方发生的地震,直到引起震动的风喷出到地面之上、显现为像暴风一样释放出来时才停止,这就像最近在蓬托斯的赫拉克利亚周围发生的事情,以及更早以前在希埃拉岛(这是被称为埃俄罗斯群岛中的一个)周围发生的事情一样。
ἐν ταύτῃ γὰρ ἀνῴδει τι τῆς γῆς, καὶ ἀνῄει οἷον λοφώδης ὄγκος μετὰ ψόφου· τέλος δὲ ῥαγέντος ἐξῆλθεν πνεῦμα πολὺ καὶ τὸν φέψαλον καὶ τὴν τέφραν ἀνῆκεν καὶ τήν τε Λιπαραίων πόλιν οὖσαν οὐ πόρρω πᾶσαν κατετέφρωσε καὶ εἰς ἐνίας τῶν ἐν Ἰταλίᾳ πόλεων ἦλθεν· καὶ νῦν ὅπου τὸ ἀναφύσημα τοῦτο ἐγένετο, δῆλόν ἐστιν.
因为在这个岛上,大地的某一部分膨胀起来,并伴随着响声像山丘一样的土包升起;最后当它破裂时,喷出了大量的风,并升起了火星和灰烬,将不远处的利帕里人的城市全部化为灰烬,甚至到达了意大利的一些城市;而如今,这个喷发口发生的地方依然很明显。
καὶ γὰρ δὴ τοῦ γιγνομένου πυρὸς ἐν τῇ γῇ ταύτην οἰητέον εἶναι τὴν αἰτίαν, ὅταν κοπτόμενον ἐκπρησθῇ πρῶτον εἰς μικρὰ κερματισθέντος τοῦ ἀέρος.
事实上,我们也应当认为,大地上产生的火的原因也是如此,即当空气首先被粉碎成微小颗粒,在受到撞击时便会燃烧。
τεκμήριον δ᾿ ἐστὶ τοῦ ῥεῖν ὑπὸ γῆν τὰ πνεύματα καὶ τὸ γιγνόμενον περὶ ταύτας τὰς νήσους· ὅταν γὰρ ἄνεμος μέλλῃ πνευσεῖσθαι νότος, προτοῖς σημαίνει πρότερον·
风在地下流动的一个证据,也就是在这些岛屿周围发生的事情;因为当南风将要吹起时,会提前显现预兆。
ἠχοῦσι γὰρ οἱ τόποι ἐξ ὧν γίγνεται τὰ ἀναφυσήματα, διὰ τὸ τὴν θάλατταν μὲν προωθεῖσθαι ἤδη πόρρωθεν, ὑπὸ δὲ ταύτης τὸ ἐκ τῆς γῆς ἀναφυσώμενον ἀπωθεῖσθαι πάλιν εἴσω, ᾗπερ ἐπέρχεται ἡ θάλαττα ταύτῃ.
因为发生喷发的地方会发出响声,这是因为海水已经从远处被推进,而因海水之故,原本要从大地中喷出的气体又被推回内部,即在海水涌入的那个地方。
ποιεῖ δὲ ψόφον ἄνευ σεισμοῦ διά τε τὴν εὐρυχωρίαν τῶν τόπων (ὑπερχεῖται γὰρ εἰς τὸ ἀχανὲς ἔξω) καὶ δι᾿ ὀλιγότητα τοῦ ἀπωθουμένου ἀέρος.
它之所以发出声音而不产生地震,一方面是因为地方宽阔(因为它溢出到外部无边无际的空间中),另一方面是因为被推回的空气量很少。
ἔτι τὸ γίγνεσθαι τὸν ἥλιον ἀχλυώδη καὶ ἀμαυρότερον ἄνευ νέφους, καὶ πρὸ τῶν ὀρθρίων σεισμῶν ἐνίοτε νηνεμίαν τε καὶ κρύος ἰσχυρόν, σημεῖον τῆς εἰρημένης αἰτίας ἐστίν.
此外,在没有云的情况下,太阳变得朦胧且暗淡,以及在清晨的地震前有时会出现无风和剧烈的寒冷,都是上述原因的迹象。
τόν τε γὰρ ἥλιον ἀχλυώδη καὶ ἀμαυρὸν ἀναγκαῖον εἶναι ὑπονοστεῖν ἀρχομένου τοῦ πνεύματος εἰς τὴν γῆν τοῦ διαλύοντος τὸν ἀέρα καὶ διακρίνοντος, καὶ πρὸς τὴν ἕω καὶ περὶ τοὺς ὄρθρους νηνεμίαν τε καὶ ψῦχος.
因为当那消散并使空气分离开的风开始退回到大地中时,太阳必然会变得朦胧和暗淡,而在接近黎明和清晨时也必然会出现无风和寒冷。

词汇与语法注释

  1. p.81τῷ ἐναπολαμβάνεσθαι — 带冠词的与格不定式(τῷ ... ἐναπολαμβάνεσθαι ... καὶ ἀποβιάζεσθαι)表示原因。其逻辑主语是宾格的“这种分泌物”(τὴν τοιαύτην ἀπόκρισιν),具有被动或中动语义。由于中间插入了属格绝对结构(πληρουμένων τῶν κοιλιῶν ὕδατος),使得句子结构变得复杂。
  2. p.81ποιεῖν — 在由 δεῖ γὰρ νοεῖν ὅτι 引导的从句(ὥσπερ ... αἴτιόν ἐστιν ...)之后,对比关系的后半部分(οὕτω ...)从 ὅ提 从句的直陈语气转为了由主动词 νοεῖν 直接支配的“对格加不定式”结构(ποιεῖν, εἶναι, γίγνεσθαι)。
  3. 367aοὐ πρότερον ἔληξε πρὶν — 由于主句是否定句(οὐ πρότερον),表示时间的连词 πρὶν 后接直陈语气过去时(ἐξῆλθεν)而非不定式,以表达一个过去发生的事实:“直到……释放出来,才停止(直到……才……)”。
  4. p.82προτοῖς — 手抄本的误写或异读。在上下文中,它代表动词 προσημαίνει(预示、提前告知),是该词或其一部分(προσημαίνει πρότερον)的讹误。

引用这一段

亚里士多德, 气象学 §2.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。