§2.6#2ἔστι δὲ τῶν εἰρημένων πνευμάτων βορέας μὲν ὅ τ᾿ ἀπαρκτίας κυριώτατα, καὶ θρασκίας καὶ μέσης·
既述の風のうち、最も厳密な意味でのボレアスは、アパルクティアス、およびトラスキアスとメセースである。
ὁ δὲ καικίας κοινὸς ἀπηλιώτου καὶ βορέου·
カイキアスはアペーリオテスとボレアスに共通するものである。
νότος δὲ ὅ τε ἰθαγενὴς ὁ ἀπὸ μεσημβρίας καὶ λίψ·
ノトスは、本来の南から吹くものとリプスである。
ἀπηλιώτης δὲ ὅ τε ἀπ᾿ ἀνατολῆς ἰσημερινῆς καὶ ὁ εὖρος· ὁ δὲ φοινικίας κοινός·
アペーリオテスは、春分・秋分の日出からのものとウーロスであり、ポイニキアスは共通のものである。
ζέφυρος δὲ ὅ τε ἰθαγενὴς καὶ ὁ ἀργέστης καλούμενος.
ゼピュロスは、本来のものとアルゲステースと呼ばれるものである。
ὅλως δὲ τὰ μὲν βόρεια τούτων καλεῖται, τὰ δὲ νότια·
全体として、これらの風のうちあるものは北系、あるものは南系と呼ばれる。
προστίθεται δὲ τὰ μὲν ζεφυρικὰ τῷ βορέᾳ (ψυχρότερα γὰρ διὰ τὸ ἀπὸ δυσμῶν πνεῖν), νότῳ δὲ τὰ ἀπηλιωτικά (θερμότερα γὰρ διὰ τὸ ἀπ᾿ ἀνατολῆς πνεῖν).
そして、西系の風はボレアスに加えられ(西から吹くために、より冷たいからである)、東系の風はノトスに加えられる(東から吹くために、より暖かいからである)。
διωρισμένων οὖν τῷ ψυχρῷ καὶ τῷ θερμῷ καὶ ἀλεεινῷ τῶν πνευμάτων οὕτως ἐκάλεσαν.
それゆえ、風が冷たさと温たかさ、すなわち暑さによって規定されているので、彼らはそのように呼んだのである。
θερμότερα μὲν τὰ ἀπὸ τῆς ἕω τῶν ἀπὸ δυσμῆς, ὅτι πλείω χρόνον ὑπὸ τὸν ἥλιόν ἐστι τὰ ἀπ᾿ ἀνατολῆς·
東からの風は西からの風よりも温かい。 なぜなら、東からの風は太陽の下により長い時間あるからである。
τὰ δ᾿ ἀπὸ δυσμῆς ἀπολείπει τε θᾶττον καὶ πλησιάζει τῷ τόπῳ ὀψιαίτερον.
一方、西からの風はより早く離れ、その地域により遅く接近するからである。
οὕτω δὲ τεταγμένων τῶν ἀνέμων, δῆλον ὅτι ἅμα πνεῖν τοὺς μὲν ἐναντίους οὐχ οἷόν τε (κατὰ διάμετρον γάρ·
風がこのように配置されているので、相反する風が同時に吹くことは不可能であることは明らかである(なぜなら、直径の対向線上にあるからであり、したがって一方は押し戻されて止むからである)。
ἅτερος οὖν παύσεται ἀποβιασθείς), τοὺς δὲ μὴ οὕτως κειμένους πρὸς ἀλλήλους οὐδὲν κωλύει, οἷον τὸν Ζ καὶ Δ. διὰ τοῦτο ἅμα πνέουσιν ἐνίοτε ἀμφότεροι οὔριοι, ἐπὶ τὸ αὐτὸ σημεῖον, οὐκ ἐκ ταὐτοῦ οὐδὲ τῷ αὐτῷ πνεύματι.
しかし、互いに対してそのように位置していない風、例えばΖとΔが同時に吹くことを妨げるものは何もない。 それゆえ、時として両方が追い風として、同じ地点へ、異なる場所から、異なる風の勢いをもって同時に吹くことがある。
κατὰ δὲ τὰς ὥρας τὰς ἐναντίας οἱ ἐναντίοι μάλιστα πνέουσιν, οἷον περὶ ἰσημερίαν τὴν μὲν ἐαρινὴν καικίας καὶ ὅλως τὰ ἐπέκεινα τροπῆς θερινῆς, περὶ δὲ τὴν μετοπωρινὴν λίβες, περὶ δὲ τροπὰς θερινὰς μὲν ζέφυρος, χειμερινὰς δὲ εὖρος.
そして相反する季節において、相反する風が最もよく吹く。 例えば、春分・秋分のころには、春分にはカイキアスおよび総じて夏至の向こう側からの風が、秋分のころにはリプスたちが吹き、また至点のころには、夏至にはゼピュロスが、冬至にはウーロスが吹く。
ἐπιπίπτουσι δὲ τοῖς ἄλλοις μάλιστα καὶ παύουσιν ἀπαρκτίαι καὶ θρασκίαι καὶ ἀργέσται·
また、他の風に最もよく襲いかかってそれを止めるのは、アパルクティアス、トラスキアス、およびアルゲステースである。
διὰ τὸ ἐγγυτάτω γὰρ τὴν ὁρμὴν αὐτῶν εἶναι πολλοί τε καὶ ἰσχυροὶ πνέουσι μάλιστα οὗτοι.
なぜなら、それらの突進の起点(ὁρμή)が極めて近い位置にあるため、これらの風は数多く、また強く吹くからである。
διὸ καὶ αἰθριώτατοί εἰσι τῶν ἀνέμων·
それゆえ、これらは風の中で最も快晴をもたらすものである。
πνέοντες γὰρ ἐγγύθεν μάλιστα ἀποβιαζόμενοί τε τἆλλα πνεύματα παύουσι, καὶ ἀποφυσῶντες τὰ συνιστάμενα νέφη ποιοῦσιν αἰθρίαν, ἂν μὴ ψυχροὶ σφόδρα τύχωσιν ἅμα ὄντες.
なぜなら、極めて近くから吹くことで、他の風を最も力ずくで押しのけて止め、また集まりつつある雲を吹き払うことで快晴をもたらすからである。 ただし、同時に非常に冷たい風でない場合はそうである。
τότε δὲ οὐκ αἴθριοι·
その場合には快晴とはならない。
ἐὰν γὰρ ὦσι μᾶλλον ψυχροὶ ἢ μεγάλοι, φθάνουσι πηγνύντες ἢ προωθοῦντες.
なぜなら、もし風の強さよりも寒さの方が勝っているならば、押し出すよりも早くに凍結させてしまうからである。
ὁ δὲ καικίας οὐκ αἴθριος, ὅτι ἀνακάμπτει εἰς αὑτόν·
カイキアスは快晴をもたらさない。 なぜなら、それは自分自身の方へと巻き戻るからである。
ὅθεν καὶ λέγεται ἡ παροιμία “ἕλκων ἐφ᾿ αὑτὸν ὥστε καικίας νέφος.
そこから、「カイキアスが雲を引き寄せるように、自分へと引き寄せる」という諺も言われている。
” αἱ δὲ περιστάσεις γίγνονται αὐτῶν καταπαυομένων εἰς τοὺς ἐχομένους κατὰ τὴν τοῦ ἡλίου μετάστασιν, διὰ τὸ κινεῖσθαι μάλιστα τὸ ἐχόμενον τῆς ἀρχῆς·
そして、風が静まる際の移行(περιστάσεις)は、太陽の移動に伴って隣り合う風へと生じる。
ἡ δὲ ἀρχὴ οὕτω κινεῖται τῶν πνευμάτων ὡς ὁ ἥλιος.
なぜなら、発生源の隣にあるものが最も動きやすいからであり、風の発生源は太陽と同じように動くからである。
οἱ ἐναντίοι δὲ ἢ ταὐτὸ ποιοῦσιν ἢ ἐναντίον, οἷον ὑγροὶ λὶψ καὶ καικίας, ὃν ἑλλησποντίαν ἔνιοι καλοῦσιν, καὶ εὖρος, ὃν ἀπηλιώτην.
相反する風は、同じ作用を及ぼすか、あるいは相反する作用を及ぼす。 例えば、リプスと、ある人々がヘッレスポンティアスと呼ぶカイキアス、およびアペーリオテスと呼ばれるウーロスは湿潤である。
ξηροὶ δὲ ἀργέστης καὶ εὖρος·
乾燥しているのは、アルゲステースとウーロスである。
ἀπ᾿ ἀρχῆς δὲ οὗτος ξηρός, τελευτῶν δὲ ὑδατώδης.
ただし、ウーロスは最初は乾燥しているが、最後には雨を伴う。
νιφετώδης δὲ μέσης καὶ ἀπαρκτίας μάλιστα·
降雪を伴うのはメセースとアパルクティアスが最も著しい。
οὗτοι γὰρ ψυχρότατοι.
なぜなら、これらが最も冷たいからである。
χαλαζώδεις δὲ ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης.
雹を伴うのは、アパルクティアス、トラスキアス、およびアルゲステースである。
καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος.
酷暑をもたらすのは、ノトス、ゼピュロス、およびウーロスである。
νέφεσι δὲ πυκνοῦσι τὸν οὐρανὸν καικίας μὲν σφόδρα, λὶψ δὲ ἀραιοτέροις, καικίας μὲν διά τε τὸ ἀνακάμπτειν πρὸς αὑτὸν καὶ διὰ τὸ κοινὸς εἶναι βορέου καὶ εὔρου, ὥστε διὰ μὲν τὸ ψυχρὸς εἶναι πηγνὺς τὸν ἀτμίζοντα ἀέρα συνίστησι, διὰ δὲ τὸ τῷ τόπῳ ἀπηλιωτικὸς εἶναι ἔχει πολλὴν ὕλην καὶ ἀτμίδα ἣν προωθεῖ.
また、空を雲で満たすのは、カイキアスは極めて激しく、リプスはより薄い雲でそうする。 カイキアスについては、自分自身の方へと巻き戻るためであり、またボレアスとウーロスの両方に共通するからである。 その結果、冷たい風であることによって蒸発する空気を凍結させて雲を凝結させ、他方、場所において東寄りの風であることによって、前方に押し出す多くの材料と蒸気を抱えているからである。
αἴθριοι δὲ ἀπαρκτίας, θρασκίας, ἀργέστης·
快晴をもたらすのは、アパルクティアス、トラスキアス、アルゲステースである。
ἡ δ᾿ αἰτία εἴρηται πρότερον.
その原因は前に述べられた。
ἀστραπὰς δὲ ποιοῦσιν μάλιστα οὗτοί τε καὶ ὁ μέσης·
また、これらとメセースが最もよく稲妻を生じさせる。
διὰ μὲν γὰρ τὸ ἐγγύθεν πνεῖν ψυχροί εἰσιν, διὰ δὲ τὸ ψυχρὸν ἀστραπὴ γίγνεται·
なぜなら、これらは近くから吹くために冷たく、冷たさによって稲妻が生じるからである。
ἐκκρίνεται γὰρ συνιόντων τῶν νεφῶν.
すなわち、雲が寄り集まるときに分離されるからである。
διὸ καὶ ἔνιοι τῶν αὐτῶν τούτων χαλαζώδεις εἰσίν·
それゆえ、これらと同じ風のうちあるものは雹をもたらす。
ταχὺ γὰρ πηγνύουσιν.
なぜなら、素早く凍結させるからである。
ἐκνεφίαι δὲ γίγνονται μετοπώρου μὲν μάλιστα, εἶτα ἔαρος, καὶ μάλιστα ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης.
突風が生じるのは、秋が最も多く、次に春であり、とりわけアパルクティアス、トラスキアス、およびアルゲステースにおいてである。
αἴτιον δ᾿ ὅτι οἱ ἐκνεφίαι γίγνονται μάλιστα ὅταν τῶν ἄλλων πνεόντων ἐμπίπτωσιν ἕτεροι, οὗτοι δὲ μάλιστα ἐμπίπτουσιν τοῖς ἄλλοις πνέουσιν·
原因は、他の風が吹いているときに別の風が割り込むときに突風が最も生じやすく、これらの風は他の風が吹いているときに最も割り込みやすいからである。
ἡ δ᾿ αἰτία εἴρηται καὶ τούτου πρότερον.
この原因も前に述べられた。
οἱ δ᾿ ἐτησίαι περιίστανται τοῖς μὲν περὶ δυσμὰς οἰκοῦσιν ἐκ τῶν ἀπαρκτίων εἰς θρασκίας καὶ ἀργέστας καὶ ζεφύρους (ὁ γὰρ ἀπαρκτίας ζέφυρός ἐστιν), ἀρχόμενοι μὲν ἀπὸ τῆς ἄρκτου, τελευτῶντες δ᾿ εἰς τοὺς πόρρω·
また、エテーシアイ(季節風)は、西の地域に住む人々にとっては、アパルクティアスからトラスキアス、アルゲステース、そしてゼピュロスへと移行し(なぜならアパルクティアスはゼピュロスであるから)、北から始まって遠くの風へと至る。
τοῖς δὲ πρὸς ἕω περιίστανται μέχρι τοῦ ἀπηλιώτου.
一方、東の地域に住む人々にとっては、アペーリオテスに至るまで移行する。
περὶ μὲν οὖν ἀνέμων, τῆς τε ἐξ ἀρχῆς αὐτῶν γενέσεως καὶ οὐσίας καὶ τῶν συμβαινόντων κοινῇ τε παθημάτων καὶ περὶ ἕκαστον, τοσαῦθ᾿ ἡμῖν εἰρήσθω.
したがって、風について、その根源的な発生と本質、そして共通して生じる性質および個々の風について生じる性質については、以上のことが語られたとしよう。