§2.5#2δύο γὰρ ὄντων τμημάτων τῆς δυνατῆς οἰκεῖσθαι χώρας, τῆς μὲν πρὸς τὸν ἄνω πόλον, καθ᾿ ἡμᾶς, τῆς δὲ πρὸς τὸν ἕτερον καὶ πρὸς μεσημβρίαν, καὶ οὔσης οἷον τυμπάνου (τοιοῦτον γὰρ σχῆμα τῆς γῆς ἐκ τέμνουσιν αἱ ἐκ τοῦ κέντρου αὐτῆς ἀγόμεναι, καὶ ποιοῦσι δύο κώνους, τὸν μὲν ἔχοντα βάσιν τὸν τροπικόν, τὸν δὲ τὸν διὰ παντὸς φανερόν, τὴν δὲ κορυφὴν ἐπὶ τοῦ μέσου τῆς γῆς·
なぜなら、居住可能な地域には二つの区分があり、一方は我々の住む上の極に面しており、他方はもう一方の極、すなわち南に面しており、それ自体は太鼓のような形状をしているからである(なぜなら、地球の中心から引かれた線が地球からそのような形状を切り出し、二つの円錐を作るからである。 一方は回帰線を底面とし、他方は常に現れている円を底面とし、その頂点は地球の中心にある。
τὸν αὐτὸν δὲ τρόπον πρὸς τὸν κάτω πόλον ἕτεροι δύο κῶνοι τῆς γῆς ἐκτμήματα ποιοῦσι.
これと同じ方法で、下の極に向かっても、別の二つの円錐が地球の切り出し部分を作る。
ταῦτα δ᾿ οἰκεῖσθαι μόνα δυνατόν, καὶ οὔτ᾿ ἐπέκεινα τῶν τροπῶν (σκιὰ γὰρ οὐκ ἂν ἦν πρὸς ἄρκτον, νῦν δ᾿ ἀοίκητοι πρότερον γίγνονται οἱ τόποι πρὶν ἢ ὑπολείπειν ἢ μεταβάλλειν τὴν σκιὰν πρὸς μεσημβρίαν) τὰ θ᾿ ὑπὸ τὴν ἄρκτον ὑπὸ ψύχους ἀοίκητα.
そして、これらの領域だけが居住可能なのであって、回帰線の向こう側でもない――もしそうなら影が北に向かうことはないはずだが、実際には、影が消えたり南に向きを変えたりする前に、それより手前でその地域は居住不可能になる。 ――また北極の下の地域も、寒さのために居住不可能である。
φέρεται δὲ καὶ ὁ στέφανος κατὰ τοῦτον τὸν τόπον·
かんむり座もまたこの地域に沿って移動する。
φαίνεται γὰρ ὑπὲρ κεφαλῆς γιγνόμενος ἡμῖν, ὅταν ᾖ κατὰ τὸν μεσημβρινόν.
なぜなら、それが子午線上にあるとき、我々の頭上に見えるからである。
διὸ καὶ γελοίως γράφουσι νῦν τὰς περιόδους τῆς γῆς·
それゆえ、今日地球の周回図を描く人々は滑稽である。
γράφουσι γὰρ κυκλοτερῆ τὴν οἰκουμένην, τοῦτο δ᾿ ἐστὶν ἀδύνατον κατά τε τὰ φαινόμενα καὶ κατὰ τὸν λόγον.
彼らは居住世界を円形に描いているが、これは現象からも理性からも不可能である。
ὅ τε γὰρ λόγος δείκνυσιν ὅτι ἐπὶ πλάτος μὲν ὥρισται, τὸ δὲ κύκλῳ συνάπτειν ἐνδέχεται διὰ τὴν κρᾶσιν, — οὐ γὰρ ὑπερβάλλει τὰ καύματα καὶ τὸ ψῦχος κατὰ μῆκος, ἀλλ᾿ ἐπὶ πλάτος, ὥστ᾿ εἰ μή που κωλύει θαλάττης πλῆθος, ἅπαν εἶναι πορεύσιμον, — καὶ κατὰ τὰ φαινόμενα περί τε τοὺς πλοῦς καὶ τὰς πορείας· πολὺ γὰρ τὸ μῆκος διαφέρει τοῦ πλάτους.
なぜなら、理性が示すところによれば、幅においては制限されているが、気候の調和のために、環状につながることは可能であるからであり(実際、猛暑や極寒は長さ方向ではなく幅方向に極端になるので、海の広がりがどこかで妨げない限り、すべては通行可能である)、また航海や旅に関する現象面からも同様であって、長さは幅よりもはるかに大きいからである。
τὸ γὰρ ἀπὸ Ἡρακλείων στηλῶν μέχρι τῆς Ἰνδικῆς τοῦ ἐξ Αἰθιοπίας πρὸς τὴν Μαιῶτιν καὶ τοὺς ἐσχατεύοντας τῆς Σκυθίας τόπους πλέον ἢ πέντε πρὸς τρία τὸ μέγεθός ἐστιν, ἐάν τέ τις τοὺς πλοῦς λογίζηται καὶ τὰς ὁδούς, ὡς ἐνδέχεται λαμβάνειν τῶν τοιούτων τὰς ἀκριβείας.
すなわち、ヘラクレスの柱からインドまでの長さは、エチオピアからマイオティス湖およびスキティアの最果ての地域までの幅に対して、航海や陸路を計算してこうした事柄において可能な限りの正確さを得るなら、その大きさは5対3以上の比率である。
καίτοι ἐπὶ πλάτος μὲν μέχρι τῶν ἀοικήτων ἴσμεν τὴν οἰκουμένην·
もっとも、幅においては居住不可能な地域に至るまで我々は居住世界を知っている。
ἔνθα μὲν γὰρ διὰ ψῦχος οὐκέτι κατοικοῦσιν, ἔνθα δὲ διὰ τὴν ἀλέαν.
ある場所では寒さのために、またある場所では暑さのために、もはや居住していない。
τὰ δὲ τῆς Ἰνδικῆς ἔξω καὶ τῶν στηλῶν τῶν Ἡρακλείων διὰ τὴν θάλατταν οὐ φαίνεται συνείρειν, τῷ συνεχῶς εἶναι πᾶσαν οἰκουμένην)·
しかし、インドの外側とヘラクレスの柱の外側は、海のために、居住世界全体が一続きにつながっているようには見えない)。
ἐπεὶ δ᾿ ὁμοίως ἔχειν ἀνάγκη τόπον τινὰ πρὸς τὸν ἕτερον πόλον ὥσπερ ὃν ἡμεῖς οἰκοῦμεν πρὸς τὸν ὑπὲρ ἡμῶν, δῆλον ὡς ἀνάλογον ἕξει τά τ᾿ ἄλλα καὶ τῶν πνευμάτων ἡ στάσις·
しかし、我々の上にある極に対して我々が住んでいる場所と同様の場所が、もう一つの極に対しても存在しなければならないので、他の諸々のことだけでなく、風の配置も比例的になることは明らかである。
ὥστε καθάπερ ἐνταῦθα βορέας ἐστίν, κἀκείνοις ἀπὸ τῆς ἐκεῖ ἄρκτου τις ἄνεμος οὕτως ὤν, ὃν οὐδὲν δυνατὸν διέχειν δεῦρο, ἐπεὶ οὐδ᾿ ὁ βορέας οὗτος εἰς τὴν ἐνταῦθα οἰκουμένην πᾶσάν ἐστιν·
したがって、こちらにおいて北風があるように、彼らにとっても、あちらの北からそのように吹くある風があり、その風がこちらまで届くことは全く不可能である。 なぜなら、こちらの北風でさえ、こちらの居住世界全体に行き渡るわけではないからである。
ἔστιν γὰρ ὥσπερ ἀπόγειον τὸ πνεῦμα τὸ βόρειον.
というのも、北風は陸風のようなものだからである。
ἀλλὰ διὰ τὸ τὴν οἴκησιν κεῖσθαι ταύτην πρὸς ἄρκτον, πλεῖστοι βορέαι πνέουσιν.
しかし、我々の居住地が北に寄って位置しているために、非常に多くの北風が吹くのである。
ὅμως δὲ καὶ ἐνταῦθα ἐλλείπει καὶ οὐ δύναται πόρρω διήκειν, ἐπεὶ περὶ τὴν ἔξω Λιβύης θάλατταν τὴν νοτίαν, ὥσπερ ἐνταῦθα οἱ βορέαι καὶ οἱ νότοι πνέουσιν, οὕτως ἐκεῖ εὖροι καὶ ζέφυροι διαδεχόμενοι συνεχεῖς ἀεὶ πνέουσιν.
それにもかかわらず、こちらにおいてさえそれは途切れ、遠くまで達することはできない。 なぜなら、リビアの外側にある南の海の周辺では、こちらで北風や南風が吹くように、あちらでは東風と西風が交互に、絶え間なく常に吹いているからである。
ὅτι μὲν οὖν ὁ νότος οὐκ ἔστιν ὁ ἀπὸ τοῦ ἑτέρου πόλου πνέων ἄνεμος, δῆλον.
したがって、南風がもう一方の極から吹く風ではないことは明らかである。
ἐπεὶ δ᾿ οὔτ᾿ ἐκεῖνος, οὔτε ὁ ἀπὸ χειμερινῆς τροπῆς (δέοι γὰρ ἂν ἄλλον ἀπὸ θερινῆς εἶναι τροπῆς·
そして、その風でもなく、冬至の日の出・日の入りの方向から吹く風でもない。 (もしそうなら、夏至の日の出・日の入りの方向から吹く別の風がなければならないからである。
οὕτως γὰρ τὸ ἀνάλογον ἀποδώσει· νῦν δ᾿ οὐκ ἔστιν·
そうしてこそ比例関係が保たれるはずだが、実際にはそうではない。
εἷς γὰρ μόνος φαίνεται πνέων ἐκ τῶν ἐκεῖθεν τόπων)·
なぜなら、あちらの地域からは唯一つの風だけが吹くように見えるからである。
ὥστ᾿ ἀνάγκη τὸν ἀπὸ τοῦ κατακεκαυμένου τόπου πνέοντα ἄνεμον εἶναι νότον.
)したがって、灼熱地帯から吹く風が南風であることは必然である。
ἐκεῖνος δ᾿ ὁ τόπος διὰ τὴν τοῦ ἡλίου γειτνίασιν οὐκ ἔχει ὕδατα καὶ νομάς, αἳ διὰ τὴν πῆξιν ποιήσουσιν ἐτησίας·
しかし、その地域は太陽が近接しているために、凍結によってエテシアイを生じさせるような水や湿潤地を持たない。
ἀλλὰ διὰ τὸ τὸν τόπον εἶναι πολὺ πλείω ἐκεῖνον καὶ ἀναπεπταμένον, μείζων καὶ πλείων καὶ μᾶλλον ἀλεεινὸς ἄνεμος ὁ νότος ἐστὶ τοῦ βορέου, καὶ διήκει μᾶλλον δεῦρο ἢ οὗτος ἐκεῖ.
しかし、その地域がはるかに広大で開けているために、南風は北風よりも強く、量が多く、また温かい風であり、こちらの北風があちらに達するよりも、南風はこちらにより遠くまで達するのである。
τίς μὲν οὖν αἰτία τούτων ἐστὶ τῶν ἀνέμων, καὶ πῶς ἔχουσι πρὸς ἀλλήλους, εἴρηται.
したがって、これらの風の原因が何であり、それらが互いにどのような関係にあるかは説明された。