Humanitext Reader

アリストテレス · 気象論 §2.5#1

太陽による風の抑制と季節風の発生原因

31 / 68 箇所 · ギリシア語

要旨

太陽がその熱量によって風を消滅させ、あるいは先手を打って乾燥を促すことで風の発生を左右するメカニズムを説明し、さらにエテシアイや白南風、鳥風といった季節風が北極や南極周辺の水分量と太陽の距離の関係から生じる理由を論じている。

§2.5#15 ὁ δ᾿ ἥλιος καὶ παύει καὶ συνεξορμᾷ τὰ πνεύματα·
5 太陽は風を静めもすれば、ともに呼び起こしもする。
ἀσθενεῖς μὲν γὰρ καὶ ὀλίγας οὔσας τὰς ἀναθυμιάσεις μαραίνει τῷ πλείονι θερμῷ τὸ ἐν τῇ ἀναθυμιάσει ἔλαττον ὄν, καὶ διακρίνει.
すなわち、弱く少量である蒸発気を、その中にあるより小さな熱を、太陽のより大きな熱が消滅させ、散逸させるからである。
ἔτι δὲ αὐτὴν τὴν γῆν φθάνει ξηραίνων πρὶν γενέσθαι ἔκκρισιν ἀθρόαν, ὥσπερ εἰς πολὺ πῦρ ἐὰν ὀλίγον ἐμπέσῃ ὑπέκκαυμα, φθάνει πολλάκις πρὶν καπνὸν ποιῆσαι κατακαυθέν.
さらにまた、大地そのものを、一括した分泌物が生じる前に、先手を打って乾燥させる。 それはちょうど、多量の火の中に少量の燃料が投げ込まれた場合、煙を生じる前に、しばしば先手を打って焼き尽くしてしまうのと同様である。
διὰ μὲν οὖν ταύτας τὰς αἰτίας καταπαύει τε τὰ πνεύματα καὶ ἐξ ἀρχῆς γίγνεσθαι κωλύει, τῇ μὲν μαράνσει καταπαύων, τῷ δὲ τάχει τῆς ξηρότητος γίγνεσθαι κωλύων·
それゆえ、これらの原因によって太陽は風を静め、またそもそも生じるのを妨げる。 すなわち、消滅によって静め、乾燥の速さによって生じるのを妨げるのである。
διὸ περὶ Ὠρίωνος ἀνατολὴν μάλιστα γίγνεται νηνεμία, καὶ μέχρι τῶν ἐτησίων καὶ προδρόμων.
このため、オリオン座の昇る頃に最も風が穏やかになり、これがエテシアイやプロドロモイに至るまで続く。
ὅλως δὲ γίγνονται αἱ νηνεμίαι διὰ δύ᾿ αἰτίας·
総じて、無風状態は二つの原因によって生じる。
ἢ γὰρ διὰ ψῦχος ἀποσβεννυμένης τῆς ἀναθυμιάσεως, οἷον ὅταν γένηται πάγος ἰσχυρός, ἢ καταμαραινομένης ὑπὸ τοῦ πνίγους.
すなわち、寒さによって蒸発気が消し止められるか(例えば、強い氷結が生じる時など)、あるいは酷暑によって消滅させられるか、のいずれかである。
αἱ δὲ πλεῖσται καὶ ἐν ταῖς ἀνὰ μέσον ὥραις, ἢ τῷ μήπω ἀναθυμιᾶσθαι, ἢ τῷ ἤδη ἐξεληλυθέναι τὴν ἀναθυμίασιν καὶ ἄλλην μήπω ἐπιρρεῖν.
しかしその多くは、季節の過渡期において、まだ蒸発気が生じていないか、あるいはすでにあった蒸発気が去ってしまい、新たな蒸発気がまだ流れ込んでいないことによって生じる。
ἄκριτος δὲ καὶ χαλεπὸς ὁ Ὠρίων εἶναι δοκεῖ, καὶ δύνων καὶ ἐπιτέλλων, διὰ τὸ ἐν μεταβολῇ ὥρας συμβαίνειν τὴν δύσιν καὶ τὴν ἀνατολήν, θέρους ἢ χειμῶνος, καὶ διὰ τὸ μέγεθος τοῦ ἄστρου ἡμερῶν γίγνεται πλῆθος·
そしてオリオン座は、沈むときも昇るときも、不確かで過酷であると思われるが、それはその没入と出現が季節の変わり目(夏または冬)に起こるためであり、またその星の大きさのために多くの日数を要するからである。
αἱ δὲ μεταβολαὶ πάντων ταραχώδεις διὰ τὴν ἀοριστίαν εἰσίν.
すべての変わり目は、その不規定さのために混乱を伴うのである。
οἱ δ᾿ ἐτησίαι πνέουσι μετὰ τροπὰς καὶ κυνὸς ἐπιτολήν, καὶ οὔτε τηνικαῦτα ὅτε μάλιστα πλησιάζει ὁ ἥλιος, οὔτε ὅτε πόρρω·
エテシアイは至点およびシリウスの昇る後に吹き、太陽が最も近くにいるときでもなく、また遠くにいるときでもない。
καὶ τὰς μὲν ἡμέρας πνέουσι, τὰς δὲ νύκτας παύονται.
そして彼らは、昼の間は吹き、夜の間は止む。
αἴτιον δ᾿ ὅτι πλησίον μὲν ὢν φθάνει ξηραίνων πρὶν γενέσθαι τὴν ἀναθυμίασιν· ὅταν δ᾿ ἀπέλθῃ μικρόν, σύμμετρος ἤδη γίγνεται ἡ ἀναθυμίασις καὶ ἡ θερμότης, ὥστε τὰ πεπηγότα ὕδατα τήκεσθαι, καὶ τῆς γῆς ξηραινομένης ὑπό τε τῆς οἰκείας θερμότητος καὶ ὑπὸ τῆς τοῦ ἡλίου οἷον τύφεσθαι καὶ θυμιᾶσθαι.
その原因は、太陽が近いときには蒸発気が生じる前に先手を打って乾燥させるからであり、少し離れると、蒸発気と熱の割合が適度なものとなり、凍結していた水が溶け、大地がそれ自体の熱と太陽の熱によって乾燥され、燻されて蒸発気となるからである。
τῆς δὲ νυκτὸς λωφῶσι διὰ τὸ τὰ πεπηγότα τηκόμενα παύεσθαι διὰ τὴν ψυχρότητα τῶν νυκτῶν.
そして、夜の間に穏やかになるのは、夜の冷たさのために、凍結したものが融解するのを止めるからである。
θυμιᾶται δ᾿ οὔτε τὸ πεπηγὸς οὔτε τὸ μηδὲν ἔχον ξηρόν, ἀλλ᾿ ὅταν ἔχῃ τὸ ξηρὸν ὑγρότητα, τοῦτο θερμαινόμενον θυμιᾶται.
なぜなら、凍結したものも、何も乾燥したものを含まないものも、蒸発することはないが、乾燥したものが湿気を含んでいるとき、これが加熱されて蒸発するからである。
ἀποροῦσι δέ τινες διὰ τί βορέαι μὲν γίγνονται συνεχεῖς, οὓς καλοῦμεν ἐτησίας, μετὰ τὰς θερινὰς τροπάς, νότοι δὲ οὕτως οὐ γίγνονται μετὰ τὰς χειμερινάς.
しかし人々の中には、なぜ夏至の後に私たちがエテシアイと呼ぶ北風が絶え間なく吹くのに、冬至の後にはそのように南風が吹かないのか、と疑問に思う者がいる。
ἔχει δὲ οὐκ ἀλόγως·
これには理由がある。
γίγνονται μὲν γὰρ οἱ καλούμενοι λευκόνοτοι τὴν ἀντικειμένην ὥραν, οὐχ οὕτως δὲ γίγνονται συνεχεῖς· διὸ λανθάνοντες ποιοῦσιν ἐπιζητεῖν.
すなわち、対向する季節に白南風と呼ばれる風が生じるが、これらはそのように連続して吹くわけではないため、気づかれずに疑問を生じさせるのである。
αἴτιον δ᾿ ὅτι ὁ μὲν βορέας ἀπὸ τῶν ὑπὸ τὴν ἄρκτον πνεῖ τόπων, οἳ πλήρεις ὕδατος καὶ χιόνος εἰσὶ πολλῆς, ὧν τηκομένων ὑπὸ τοῦ ἡλίου μετὰ τὰς θερινὰς τροπὰς μᾶλλον ἢ ἐν αὐταῖς πνέουσιν οἱ ἐτησίαι·
その原因は、北風は北極の下にある地域から吹くが、それらの地域は水と多くの雪で満ちており、それらが太陽によって夏至の後に溶かされるとき、エテシアイが吹くからである。
οὕτω γὰρ καὶ τὰ πνίγη γίγνεται, οὐχ ὅταν μάλιστα πλησιάζῃ πρὸς ἄρκτον, ἀλλ᾿ ὅταν πλείων μὲν ᾖ χρόνος θερμαίνοντι, ἔτι δὲ ἐγγύς.
このように、うだるような暑さも、太陽が最も北に近づくときではなく、暖める時間がより長くなり、かつまだ近いときに生じる。
ὁμοίως δὲ καὶ μετὰ χειμερινὰς τροπὰς πνέουσιν οἱ ὀρνιθίαι·
同様に、冬至の後には鳥風が吹く。
καὶ γὰρ οὗτοι ἐτησίαι εἰσὶν ἀσθενεῖς·
これらもまた、弱いエテシアイである。
ἐλάττους δὲ καὶ ὀψιαίτεροι τῶν ἐτησίων πνέουσιν·
しかし、彼らはエテシアイよりも規模が小さく、また遅れて吹く。
ἑβδομηκοστῇ γὰρ ἄρχονται πνεῖν διὰ τὸ πόρρω ὄντα τὸν ἥλιον ἐνισχύειν ἧττον.
すなわち、太陽が遠くにあるためにその力が弱く、冬至から70日目になってようやく吹き始める。
οὐ συνεχεῖς δ᾿ ὁμοίως πνέουσι, διότι τὰ μὲν ἐπιπολῆς καὶ ἀσθενῇ τότε ἀποκρίνεται, τὰ δὲ μᾶλλον πεπηγότα πλείονος δεῖται θερμότητος.
そして、それらが同様に連続して吹かないのは、その時点では表面の弱いものだけが分離し、より強く凍結しているものは、より大きな熱を必要とするからである。
διὸ διαλείποντες οὗτοι πνέουσιν, ἕως ἂν ἐπὶ τροπαῖς πάλιν ταῖς θεριναῖς πνεύσωσιν οἱ ἐτησίαι, ἐπεὶ θέλει γε ὅτι μάλιστα συνεχῶς ἐντεῦθεν ἀεὶ πνεῖν ἄνεμος.
それゆえ、これらの風は間隔を置いて吹き、夏至に再びエテシアイが吹くようになるまで続く。 なぜなら、そこからは、できる限り絶え間なく常に風が吹こうとする性質があるからである。
ὁ δὲ νότος ἀπὸ τῆς θερινῆς τροπῆς πνεῖ, καὶ οὐκ ἀπὸ τῆς ἑτέρας ἄρκτου.
一方、南風は夏至から吹くのであって、もう一方の極から吹くのではない。

語釈・文法注

  1. 15τῷ πλείονι θερμῷ — 「より大きな熱によって」という手段または原因を表す与格。これに続く `τὸ ἐν τῇ ἀναθυμιάσει ἔλαττον ὄν`(蒸発気の中にあるより小さな熱)が、動詞 `μαράνει`(消滅させる)の直接目的語であり、分詞 `ὄν` を伴っている。
  2. 17φθάνει ξηραίνων — 動詞 `φθάνω` が補足分詞 `ξηραίνων` を伴い、「先手を打って(〜するより前に)乾燥させる」という先占のニュアンスを表す。これに続く `πρὶν γενέσθαι` と相関的に呼応している。
  3. 30θέλει — 無生物である `ἄνεμος`(風)を主語として、`ἐθέλω`(欲する)が心理的意図ではなく、「〜する傾向がある」「(自然の物理的本性として)〜しようとする」という客観的な傾向を表している。

この箇所を引用する

アリストテレス, 気象論 §2.5#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.5%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。