Humanitext Reader

アリストテレス · 気象論 §2.4#2

雨と風の相互関係および南北風の優勢

30 / 68 箇所 · ギリシア語

要旨

身体の器官の対比に模して地域ごとの蒸発気の交代現象(対向発生)を説明し、雨の後に風が吹き、雨によって風が止む理由を解説する。さらに太陽の軌道との関係から北風と南風が優勢である理由を述べ、風の運動の始原が上方、物質の始原が下方にあることを論じて章を締めくくる。

§2.4#2καὶ συμβαίνει τοῦτο πολλάκις, ὥσπερ ἐπὶ τοῦ σώματος, ἐὰν ἡ ἄνω κοιλία ξηρὰ ᾖ, τὴν κάτω ἐναντίως διακεῖσθαι, καὶ ταύτης ξηρᾶς οὔσης ὑγρὰν εἶναι τὴν ἄνω καὶ ψυχράν, οὕτω καὶ περὶ τοὺς τόπους ἀντιπεριίστασθαι καὶ μεταβάλλειν τὰς ἀναθυμιάσεις.
そしてこのことは、しばしば身体において、もし上腹部が乾燥しているなら下腹部が逆の状態にあり、下腹部が乾燥しているときには上腹部が湿っていて冷たくなるように、地域についても同様に、蒸発気が出現を対向させ(対向発生し)変化することが起こる。
ἔτι δὲ μετά τε τοὺς ὄμβρους ἄνεμος ὡς τὰ πολλὰ γίγνεται ἐν ἐκείνοις τοῖς τόποις καθ᾿ οὓς ἂν συμπέσῃ γενέσθαι τοὺς ὄμβρους, καὶ τὰ πνεύματα παύεται ὕδατος γενομένου.
さらにまた、雨の後に風が、大抵はまさに雨が降ったその地域において生じ、雨水が生じると風は止む。
ταῦτα γὰρ ἀνάγκη συμβαίνειν διὰ τὰς εἰρημένας ἀρχάς·
なぜなら、これらのことはすでに述べられた原理によって必然的に起こるからである。
ὕσαντός τε γὰρ ἡ γῆ ξηραινομένη ὑπό τε τοῦ ἐν αὐτῇ θερμοῦ καὶ ὑπὸ τοῦ ἄνωθεν ἀναθυμιᾶται, τοῦτο δ᾿ ἦν ἀνέμου σῶμα·
すなわち、雨が降ると、大地は自らの中にある熱と上方からの熱によって乾燥させられつつ蒸発気を放出するが、これが風の実体であった。
καὶ ὅταν ἡ τοιαύτη ἀπόκρισις ᾖ καὶ ἄνεμοι κατέχωσι, παυομένων διὰ τὸ ἀποκρίνεσθαι τὸ θερμὸν ἀεὶ καὶ ἀναφέρεσθαι εἰς τὸν ἄνω τόπον συνίσταται ἡ ἀτμὶς ψυχομένη καὶ γίγνεται ὕδωρ·
そして、このような分泌物が生じて風が支配しているとき、風が止むにつれて、熱は絶えず分泌されて上方の領域へと運ばれるため、蒸気が冷却されて凝結し、水となる。
καὶ ὅταν εἰς ταὐτὸν συνωσθῶσι τὰ νέφη καὶ ἀντιπεριστῇ εἰς αὐτὰ ἡ ψύξις, ὕδωρ γίγνεται καὶ καταψύχει τὴν ξηρὰν ἀναθυμίασιν.
また、雲が同じ場所に押し寄せられ、それらの中に冷気が対向して囲み込むと、水が生じ、乾いた蒸発気を冷却する。
παύουσί τε οὖν τὰ ὕδατα γιγνόμενα τοὺς ἀνέμους, καὶ παυομένων αὐτὰ γίγνεται διὰ ταύτας τὰς αἰτίας.
したがって、雨水が生じることは風を止め、風が止むときにはこれらの原因によって雨水が生じるのである。
ἔτι δὲ τοῦ γίγνεσθαι μάλιστα πνεύματα ἀπό τε τῆς ἄρκτου καὶ μεσημβρίας τὸ αὐτὸ αἴτιον·
さらに、風が何よりも北と南から生じることの原因も同様である。
πλεῖστοι γὰρ βορέαι καὶ νότοι γίγνονται τῶν ἀνέμων·
というのも、風の中で北風と南風が最も多く吹くからである。
ὁ γὰρ ἥλιος τούτους μόνους οὐκ ἐπέρχεται τοὺς τόπους, ἀλλὰ πρὸς τούτους καὶ ἀπὸ τούτων, ἐπὶ δυσμὰς δὲ καὶ ἐπ᾿ ἀνατολὰς ἀεὶ φέρεται·
なぜなら、太陽はこれらの地域にだけは立ち入らず、これらに向かって、またこれらから離れるように動き、常に西と東に向かって運行しているからである。
διὸ τὰ νέφη συνίσταται ἐν τοῖς πλαγίοις, καὶ γίγνεται προσιόντος μὲν ἡ ἀναθυμίασις τοῦ ὑγροῦ, ἀπιόντος δὲ πρὸς τὸν ἐναντίον τόπον ὕδατα καὶ χειμῶνες.
それゆえ雲は側方の領域に凝結し、太陽が近づくときには湿ったものの蒸発気が生じ、太陽が反対の領域へと去っていくときには雨水と冬の嵐が生じる。
διὰ μὲν οὖν τὴν φορὰν τὴν ἐπὶ τροπὰς καὶ ἀπὸ τροπῶν θέρος γίγνεται καὶ χειμών, καὶ ἀνάγεταί τε ἄνω τὸ ὕδωρ καὶ γίγνεται πάλιν·
このように、回帰線への、また回帰線からの運行によって夏と冬が生じ、水は上方へと引き上げられ、再び生じる。
ἐπεὶ δὲ πλεῖστον μὲν καταβαίνει ὕδωρ ἐν τούτοις τοῖς τόποις ἐφ᾿ οὓς τρέπεται καὶ ἀφ᾿ ὧν, οὗτοι δέ εἰσιν ὅ τε πρὸς ἄρκτον καὶ μεσημβρίαν, ὅπου δὲ πλεῖστον ὕδωρ ἡ γῆ δέχεται, ἐνταῦθα πλείστην ἀναγκαῖον γίγνεσθαι τὴν ἀναθυμίασιν παραπλησίως οἷον ἐκ χλωρῶν ξύλων καπνόν, ἡ δ᾿ ἀναθυμίασις αὕτη ἄνεμός ἐστιν, εὐλόγως ἂν οὖν ἐντεῦθεν γίγνοιτο τὰ πλεῖστα καὶ κυριώτατα τῶν πνευμάτων.
そして、太陽が回帰し、またそこから回帰する地域に最も多く水が降り注ぎ、これらの地域とは北と南を指すのであるが、大地が最も多くの雨水を受け取る場所では、生木から煙が出るのと同様に、最も多くの蒸発気が生じることが必然であり、この蒸発気こそが風であるから、それゆえにこそ最も多く、また最も主要な風がここから生じることは理にかなっている。
καλοῦνται δ᾿ οἱ μὲν ἀπὸ τῆς ἄρκτου βορέαι, οἱ δὲ ἀπὸ τῆς μεσημβρίας νότοι.
そして、北からのものは北風、南からのものは南風と呼ばれる。
ἡ δὲ φορὰ λοξὴ αὐτῶν ἐστιν·
そして、風の運行は斜めである。
περὶ γὰρ τὴν γῆν πνέουσιν εἰς ὀρθὸν γιγνομένης τῆς ἀναθυμιάσεως, ὅτι πᾶς ὁ κύκλῳ ἀὴρ συνέπεται τῇ φορᾷ.
なぜなら、蒸発気は垂直に生じるにもかかわらず、彼らは大地の周りを吹くからであり、それは周囲のすべての空気が天の運行に随伴するからである。
διὸ καὶ ἀπορήσειεν ἄν τις ποτέρωθεν ἡ ἀρχὴ τῶν πνευμάτων ἐστί, πότερον ἄνωθεν ἢ κάτωθεν·
それゆえ、風の始まりはどちらの側、すなわち上方からなのか、それとも下方からなのか、という疑問を抱く者もいるかもしれない。
ἡ μὲν γὰρ κίνησις ἄνωθεν καὶ πρὶν πνεῖν, ὁ δ᾿ ἀὴρ ἐπίδηλος, κἂν ᾖ νέφος ἀχλύς·
というのも、運動は上方からであり、風が吹く前でさえ、雲や霧がある場合でも空気の動きは明らかだからである。
σημαίνει γὰρ κινουμένην πνεύματος ἀρχὴν πρὶν φανερῶς ἐληλυθέναι τὸν ἄνεμον, ὡς ἄνωθεν αὐτῶν ἐχόντων τὴν ἀρχήν.
なぜなら、風がはっきりと到来する前に、風の運動の始まりが動きつつあることを示しており、それは風がその始まりを上方から得ているかのようだからである。
ἐπεὶ δ᾿ ἐστὶν ἄνεμος πλῆθός τι τῆς ξηρᾶς ἐκ γῆς ἀναθυμιάσεως κινούμενον περὶ τὴν γῆν, δῆλον ὅτι τῆς μὲν κινήσεως ἡ ἀρχὴ ἄνωθεν, τῆς δὲ ὕλης καὶ τῆς γενέσεως κάτωθεν·
しかし、風とは大地の周りを動く、大地からの乾いた蒸発気のある一定の量である以上、運動の始まりは上方からであり、物質と生成の始まりは下方からであることは明らかである。
ᾗ μὲν γὰρ ῥευσεῖται τὸ ἀνιόν, ἐκεῖθεν τὸ αἴτιον·
なぜなら、上昇するものが流れるであろう方向、そこから原因が来るからであり、より遠くにあるものの運行が大地上を支配しているからである。
ἡ γὰρ φορὰ τῶν πορρωτέρω κυρία τῆς γῆς· καὶ ἅμα κάτωθεν μὲν εἰς ὀρθὸν ἀναφέρεται, καὶ πᾶν ἰσχύει μᾶλλον ἐγγύς, ἡ δὲ τῆς γενέσεως ἀρχὴ δῆλον ὡς ἐκ τῆς γῆς ἐστιν.
また同時に、下方からは垂直に引き上げられ、すべてのものはその源の近くでより強い力を発揮するが、生成の始まりが大地からであることは明らかである。
ὅτι δ᾿ ἐκ πολλῶν ἀναθυμιάσεων συνιουσῶν κατὰ μικρόν, ὥσπερ αἱ τῶν ποταμῶν ἀρχαὶ γίγνονται νοτιζούσης τῆς γῆς, δῆλον καὶ ἐπὶ τῶν ἔργων·
そして、大地が湿り気を含むにつれて川の源が生じるのと同様に、風が少しずつ集まる多くの蒸発気から生じることは、実際の現象からも明らかである。
ὅθεν γὰρ ἐκάστοτε πνέουσιν, ἐλάχιστοι πάντες εἰσί, προϊόντες δὲ καὶ πόρρω λαμπροὶ πνέουσιν.
なぜなら、それぞれが吹き始める場所では、それらはすべて極めて微弱であるが、進んで遠くに達するにつれて、激しく吹くようになるからである。
ἔτι δὲ καὶ τὰ περὶ τὴν ἄρκτον ἐν τῷ χειμῶνι νήνεμα καὶ ἄπνοα, κατ᾿ αὐτὸν ἐκεῖνον τὸν τόπον·
さらに、北の地域そのものは冬の間は穏やかで風がない。
ἀλλὰ τὸ κατὰ μικρὸν ἀποπνέον καὶ λανθάνον ἔξω προϊὸν ἤδη πνεῦμα γίγνεται λαμπρόν.
しかし、少しずつ息づき、気づかれないものは、外へと進み出るとすでに激しい風となる。
τίς μὲν οὖν ἐστιν ἡ τοῦ ἀνέμου φύσις καὶ πῶς γίγνεται, ἔτι δὲ αὐχμῶν τε πέρι καὶ ἐπομβρίας, καὶ διὰ τίν᾿ αἰτίαν καὶ παύονται καὶ γίγνονται μετὰ τοὺς ὄμβρους, διὰ τί τε βορέαι καὶ νότοι πλεῖστοι τῶν ἀνέμων εἰσίν, εἴρηται·
このようにして、風の本性がいかなるものであり、どのようにして生じるか、また干ばつと大雨について、そしていかなる原因によってそれらが雨の後に止み、また生じるのか、そしてなぜ北風と南風が風の中で最も多く吹くのかが語られた。
πρὸς δὲ τούτοις καὶ περὶ τῆς φορᾶς αὐτῶν.
これらに加えて、それらの運行についても語られた。

語釈・文法注

  1. 20ἀντιπεριίστασθαι — 相反する二つの性質(熱と冷、乾燥と湿潤)が互いに反発し合って強め合ったり、場所を入れ替えたりする物理現象を指すアリストテレス物理学の重要概念(対向発生、相互置換)。ここでは、身体の「上腹部」と「下腹部」の間で起こる寒熱の対比を引き合いに出し、隣接する地域間で蒸発気が相互に交代する現象を説明するために用いられている。
  2. 361a25περὶ τὴν γῆν πνέουσιν εἰς ὀρθὸν γιγνομένης τῆς ἀναθυμιάσεως — 属格独立分詞構文 `εἰς ὀρθὸν γιγνομένης τῆς ἀναθυμιάσεως` は譲歩(「蒸発気は垂直に上昇するにもかかわらず」)の意味を表す。主節の `λοξή`(斜めの)および `περὶ τὴν γῆν πνέουσιν`(大地の周りを吹く)と対照され、垂直に上昇する物質が天球の円運動(`τῇ φορᾷ`)に引きずられて水平・斜め方向の風へと変化する機構を記述している。
  3. 361a32ᾗ μὲν γὰρ ῥευσεῖται τὸ ἀνιόν, ἐκεῖθεν τὸ αἴτιον — 「上昇するものが流れるであろう方向、そこから原因が来る」という圧縮された表現。`τὸ ἀνιόν`(上昇するもの)が未来形動詞 `ῥευσεῖται`(流れるであろう)の主語。ここでの「原因」(`τὸ αἴτιον`)は、風の運動の始原(天球の回転)が上昇する物質の流れる方向を決定していることを指す。

この箇所を引用する

アリストテレス, 気象論 §2.4#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.4%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。