§2.4#14 περὶ δὲ πνευμάτων λέγωμεν, λαβόντες ἀρχὴν τὴν εἰρημένην ἡμῖν ἤδη πρότερον.
4 風について語ることにしよう。 我々がすでに以前に述べた原理を出発点として。
ἔστι γὰρ δύ᾿ εἴδη τῆς ἀναθυμιάσεως, ὥς φαμεν, ἡ μὲν ὑγρὰ ἡ δὲ ξηρά·
というのも、我々が言うように、蒸発気には二つの種があり、一方は湿ったものであり、他方は乾いたものであるからである。
καλεῖται δ᾿ ἡ μὲν ἀτμίς, ἡ δὲ τὸ μὲν ὅλον ἀνώνυμος, τῷ δ᾿ ἐπὶ μέρους ἀνάγκη χρωμένους καθόλου προσαγορεύειν αὐτὴν οἷον καπνόν·
そして、一方は「蒸気」と呼ばれ、他方は全体としては名前がないが、部分的な名称を用いて全体を指し示すために、例えば「煙」のように呼ばざるを得ない。
ἔστι δ᾿ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηροῦ οὔτε τὸ ξηρὸν ἄνευ τοῦ ὑγροῦ, ἀλλὰ πάντα ταῦτα λέγεται κατὰ τὴν ὑπεροχήν.
しかし、湿ったものが乾いたものなしに存在することもなく、乾いたものが湿ったものなしに存在することもなく、これらすべては優勢な方によって名付けられている。
φερομένου δὴ τοῦ ἡλίου κύκλῳ, καὶ ὅταν μὲν πλησιάζῃ, τῇ θερμότητι ἀνάγοντος τὸ ὑγρόν, πορρωτέρω δὲ γιγνομένου διὰ τὴν ψύξιν συνισταμένης πάλιν τῆς ἀναχθείσης ἀτμίδος εἰς ὕδωρ (διὸ χειμῶνός τε μᾶλλον γίγνεται τὰ ὕδατα, καὶ νύκτωρ ἢ μεθ᾿ ἡμέραν·
さて、太陽が円を描いて運行するに伴い、それが近づくときにはその熱によって湿り気を引き上げ、遠ざかるときには、寒冷のために、引き上げられた蒸気が再び凝決して水となる(それゆえ、雨水は冬により多く生じ、また昼間よりも夜間に多く生じるのである。
ἀλλ᾿ οὐ δοκεῖ, διὰ τὸ λανθάνειν τὰ νυκτερινὰ τῶν μεθ᾿ ἡμέραν μᾶλλον), τὸ δὴ κατιὸν ὕδωρ διαδίδοται πᾶν εἰς τὴν γῆν, ὑπάρχει δ᾿ ἐν τῇ γῇ πολὺ πῦρ καὶ πολλὴ θερμότης, καὶ ὁ ἥλιος οὐ μόνον τὸ ἐπιπολάζον τῆς γῆς ὑγρὸν ἕλκει, ἀλλὰ καὶ τὴν γῆν αὐτὴν ξηραίνει θερμαίνων·
ただし、夜間のものは昼間のものよりも気づかれにくいため、そうは思われていないが)。 こうして降下する水はすべて大地へと浸透するが、大地には多くの火と多くの熱が存在しており、太陽は地表の湿り気を引き上げるだけでなく、大地そのものを温めて乾燥させる。
τῆς δ᾿ ἀναθυμιάσεως, ὥσπερ εἴρηται, διπλῆς οὔσης, τῆς μὲν ἀτμιδώδους τῆς δὲ καπνώδους, ἀμφοτέρας ἀναγκαῖον γίγνεσθαι.
そして、すでに述べられたように、蒸発気には二重、すなわち蒸気的なものと煙的なものがあるため、その両方が必然的に生じることになる。
τούτων δ᾿ ἡ μὲν ὑγροῦ πλέον ἔχουσα πλῆθος ἀναθυμίασις ἀρχὴ τοῦ ὑομένου ὕδατός ἐστιν, ὥσπερ εἴρηται πρότερον, ἡ δὲ ξηρὰ τῶν πνευμάτων ἀρχὴ καὶ φύσις πάντων.
そして、これらのうち、湿り気をより多く含む蒸発気は、以前に述べたように降る雨水の源であり、乾いた方はすべての風の源であり本性である。
ταῦτα δὲ ὅτι τοῦτον τὸν τρόπον ἀναγκαῖον συμβαίνειν, καὶ ἐξ αὐτῶν τῶν ἔργων δῆλον·
これらがこのように必然的に起こることは、実際の現象からも明らかである。
καὶ γὰρ τὴν ἀναθυμίασιν διαφέρειν ἀναγκαῖον, καὶ τὸν ἥλιον καὶ τὴν ἐν τῇ γῇ θερμότητα ταῦτα ποιεῖν οὐ μόνον δυνατὸν ἀλλ᾿ ἀναγκαῖόν ἐστιν.
なぜなら、蒸発気には違いがあることが必然であり、太陽と地中の熱がこれらのことを引き起こすことは、単に可能であるだけでなく必然だからである。
ἐπειδὴ δ᾿ ἕτερον ἑκατέρας τὸ εἶδος, φανερὸν ὅτι διαφέρει, καὶ οὐχ ἡ αὐτή ἐστιν ἥ τε ἀνέμου φύσις καὶ ἡ τοῦ ὑομένου ὕδατος, καθάπερ τινὲς λέγουσιν·
そして、両者の種が異なる以上、風の本性と降る雨水の本性は異なっており、一部の人々が言うように同じではないことは明らかである。
τὸν γὰρ αὐτὸν ἀέρα κινούμενον μὲν ἄνεμον εἶναι, συνιστάμενον δὲ πάλιν ὕδωρ.
彼らは、同じ空気が動かされると風になり、再び凝結すると水になると言っているのである。
ὁ μὲν οὖν ἀήρ, καθάπερ ἐν τοῖς πρὸ τούτων λόγοις εἰρήκαμεν, γίγνεται ἐκ τούτων·
さて、空気は、これより前の議論で我々が述べたように、これらから生じる。
ἡ μὲν γὰρ ἀτμὶς ὑγρὸν καὶ ψυχρόν (εὐόριστον μὲν γὰρ ὡς ὑγρόν, διὰ δὲ τὸ ὕδατος εἶναι ψυχρὸν τῇ οἰκείᾳ φύσει, ὥσπερ ὕδωρ μὴ θερμανθέν), ὁ δὲ καπνὸς θερμὸν καὶ ξηρόν·
すなわち、蒸気は湿っていて冷たく(なぜなら、湿ったものとして境界を定めやすいが、水に由来するものであるため、温められていない水のように、本来の性質において冷たいからである)、一方、煙は熱くて乾いている。
ὥστε καθάπερ ἐκ συμβόλων, συνίσταιτο ἂν ὁ ἀὴρ ὑγρὸς καὶ θερμός.
したがって、いわば構成要素の組み合わせから、空気は湿っていて熱いものとして構成されるだろう。
καὶ γὰρ ἄτοπον εἰ ὁ περὶ ἑκάστους περικεχυμένος ἀὴρ οὗτος γίγνεται κινούμενος πνεῦμα, καὶ ὅθεν ἂν τύχῃ κινηθείς, ἄνεμος ἔσται, ἀλλ᾿ οὐ καθάπερ τοὺς ποταμοὺς ὑπολαμβάνομεν οὐχ ὁπωσοῦν τοῦ ὕδατος εἶναι ῥέοντος, οὐδ᾿ ἂν ἔχῃ πλῆθος, ἀλλὰ δεῖ πηγαῖον εἶναι τὸ ῥέον·
また実際、我々の周りに満ちているこの空気が、動かされると風になり、どこであれ偶然に動かされた場所から吹くものが風であると考えるのは不条理である。 我々が川について、水がどのように流れていても、たとえその量が多くても、それを川とはみなさず、流れる水が水源から出ているものでなければならないと考えるように、風についても同様である。
οὕτω γὰρ καὶ περὶ τῶν ἀνέμων ἔχει· κινηθείη γὰρ ἂν πολὺ πλῆθος ἀέρος ὑπό τινος μεγάλης πτώσεως, οὐκ ἔχον ἀρχὴν οὐδὲ πηγήν.
なぜなら、多量の空気は何らかの大きな落下によって動かされるかもしれないが、それは源も水源も持たないからである。
μαρτυρεῖ δὲ τὰ γιγνόμενα τοῖς εἰρημένοις·
そして、起こる現象がすでに述べられたことを証明している。
διὰ γὰρ τὸ συνεχῶς μὲν μᾶλλον δὲ καὶ ἧττον καὶ πλείω καὶ ἐλάττω γίγνεσθαι τὴν 360b ἀναθυμίασιν, ἀεὶ νέφη τε καὶ πνεύματα γίγνεται κατὰ τὴν ὥραν ἑκάστην ὡς πέφυκεν·
なぜなら、蒸発気が絶えず、しかし時にはより多く、時にはより少なく、あるいは多量に、あるいは少量に生じることによって、360b 常に雲と風が、それぞれの季節に応じて自然の定め通りに生じるからである。
διὰ δὲ τὸ ἐνίοτε μὲν τὴν ἀτμιδώδη γίγνεσθαι πολλαπλασίαν ὁτὲ δὲ τὴν ξηρὰν καὶ καπνώδη, ὁτὲ μὲν ἔπομβρα τὰ ἔτη γίγνεται καὶ ὑγρά, ὁτὲ δὲ ἀνεμώδη καὶ αὐχμοί.
また、ある時には蒸気的な蒸発気が何倍も多くなり、別の時には乾いた煙的なものが多くなることによって、ある年は雨が多くて湿潤になり、またある年は風が多くて干ばつになる。
ὁτὲ μὲν οὖν συμβαίνει καὶ τοὺς αὐχμοὺς καὶ τὰς ἐπομβρίας πολλοὺς ἄμα καὶ κατὰ συνεχῆ γίγνεσθαι χώραν, ὁτὲ δὲ κατὰ μέρη·
したがって、ある時には、干ばつや大雨が多くの地域で同時に、かつ連続した地域において起こることがあり、またある時には、地域ごとに部分的に起こる。
πολλάκις γὰρ ἡ μὲν κύκλῳ χώρα λαμβάνει τοὺς ὡραίους ὄμβρους ἢ καὶ πλείους, ἐν δέ τινι μέρει ταύτης αὐχμός ἐστιν· ὁτὲ δὲ τοὐναντίον τῆς κύκλῳ πάσης ἢ μετρίοις χρωμένης ὕδασιν ἢ καὶ μᾶλλον αὐχμώσης, ἕν τι μόριον ὕδατος ἄφθονον λαμβάνει πλῆθος.
なぜなら、しばしば周囲の地域は季節の雨を、あるいはそれ以上のものを受け取っているのに、その中の一部の地域では干ばつになっていることがあり、またある時にはその逆で、周囲のすべてが適度な雨を得ているか、あるいはむしろ干ばつ気味であるのに、一つの部分だけが豊潤な量の水を受け取ることがあるからである。
αἴτιον δ᾿ ὅτι ὡς μὲν τὰ πολλὰ τὸ αὐτὸ πάθος ἐπὶ πλείω διήκειν εἰκὸς χώραν, διὰ τὸ παραπλησίως κεῖσθαι πρὸς τὸν ἥλιον τὰ σύνεγγυς, ἐὰν μή τι διάφορον ἔχωσιν ἴδιον·
その原因は、大抵の場合、近接する地域は太陽に対して同様の位置にあるため、何か固有の異なる事情を持たない限り、同じ状態が多くの地域に及ぶのが自然だからである。
οὐ μὴν ἀλλ᾿ ἐνίοτε κατὰ τοδὶ μὲν τὸ μέρος ἡ ξηρὰ ἀναθυμίασις ἐγένετο πλείων, κατὰ δὲ τὸ ἄλλο ἡ ἀ ὁτὲ δὲ τοὐναντίον.
しかしながら、時にはこの部分では乾いた蒸発気がより多く生じ、もう一方の部分では蒸気的な蒸発気がより多く生じることがあり、またある時にはその逆となる。
καὶ αὐτοῦ δὲ τούτου αἴτιον τὸ ἑκατέραν μεταπίπτειν εἰς τὴν τῆς ἐχομένης χώρας ἀναθυμίασιν, οἷον ἡ μὲν ξηρὰ κατὰ τὴν οἰκείαν ῥεῖ χώραν, ἡ δ᾿ ὑγρὰ πρὸς τὴν γειτνιῶσαν, ἢ καὶ εἰς τῶν πόρρω τινὰ τόπων ἀπεώσθη ὑπὸ πνευμάτων·
そして、このこと自体の原因は、両方の蒸発気が隣接する地域の蒸発気に移行することにある。 例えば、乾いた方はそれ自身の領域に従って流れ、湿った方は隣接する地域へと流れるか、あるいは風によって遠方の地へと押し流される。
ὁτὲ δὲ αὕτη μὲν ἔμεινεν, ἡ δ᾿ ἐναντία ταὐτὸν ἐποίησεν.
またある時には、湿った方はその場に留まり、反対の性質のものが同様の動きをする。