§2.3#4τοῦτο γὰρ αἴτιον καὶ τοῦ βάρους (πλέον γὰρ ἕλκει τὸ ἁλμυρὸν ἢ τὸ πότιμον) καὶ τοῦ πάχους·
なぜなら、これが重さの原因でもあり(塩水は真水よりも多く引くからである)、濃さの原因でもあるからである。
καὶ γὰρ τὸ πάχος διαφέρει τοσοῦτον ὥστε τὰ πλοῖα ἀπὸ τοῦ αὐτοῦ τῶν ἀγωγίμων βάρους ἐν μὲν τοῖς ποταμοῖς ὀλίγου καταδύνειν, ἐν δὲ τῇ θαλάττῃ μετρίως ἔχειν καὶ πλευστικῶς·
実にその濃さの違いは非常に大きく、その結果、同じ積載重量の船が、川では沈みそうになるのに対し、海では程よく浮いて航行可能となるほどである。
διόπερ ἔνιοι τῶν ἐν τοῖς ποταμοῖς γεμιζόντων διὰ ταύτην τὴν ἄγνοιαν ἐζημιώθησαν.
それゆえ、川で荷を積む人々のうちのある者は、この無知のために不利益を被った。
τεκμήριον δὲ τοῦ μειγνυμένου τὸ παχύτερον εἶναι τὸν ὄγκον·
そして、混入しているものがその体積をより濃くしていることの証拠は次の通りである。
ἐὰν γάρ τις ὕδωρ ἁλμυρὸν ποιήσῃ σφόδρα μείξας ἅλας, ἐπιπλέουσι τὰ ᾠά, κἂν ᾖ πλήρη·
すなわち、もし塩を大量に混ぜて水を非常に塩辛くすると、卵はたとえ中身が詰まっていても浮く。
σχεδὸν γὰρ ὥσπερ πηλὸς γίγνεται·
なぜなら、水がほとんど泥のようになるからである。
τοσοῦτον ἔχει σωματῶδες πλῆθος ἡ θάλαττα.
海はそれほど多くの固体としての分量を備えているのである。
ταὐτὸ δὲ τοῦτο δρῶσι καὶ περὶ τὰς ταριχείας.
これと同じことを人々は塩蔵品においても行う。
εἰ δ᾿ ἔστιν ὥσπερ μυθολογοῦσί τινες ἐν Παλαιστίνῃ τοιαύτη λίμνη, εἰς ἣν ἐάν τις ἐμβάλῃ συνδήσας ἄνθρωπον ἢ ὑποζύγιον ἐπιπλεῖν καὶ οὐ καταδύεσθαι κατὰ τοῦ ὕδατος, μαρτύριον ἂν εἴη τι τοῖς εἰρημένοις·
アンド、もし一部の人々が語るように、パレスティナに次のような湖があり、そこに人を縛って、あるいは荷獣を投げ込むと、水の上を漂い、水の中に沈まないという話が本当なら、それはすでに述べられたことの証拠となるであろう。
λέγουσι γὰρ πικρὰν οὕτως εἶναι τὴν λίμνην καὶ ἁλμυρὰν ὥστε μηδένα ἰχθὺν ἐγγίγνεσθαι, τὰ δὲ ἱμάτια ῥύπτειν, ἐάν τις διασείσῃ βρέξας.
なぜなら、彼らはその湖が非常に苦く、また塩辛いため、魚が一切生息せず、また衣類を濡らして振ると汚れが落ちると言っているからである。
ἔστι δὲ καὶ τὰ τοιαῦτα σημεῖα πάντα τῶν εἰρημένων, ὅτι τὸ ἁλμυρὸν ποιεῖ σῶμά τι, καὶ γεῶδές ἐστιν τὸ ἐνυπάρχον·
このような兆候もすべて、塩気が何らかの体を作り出しており、その中に含まれているものが大地の成分であるという、すでに述べられたことの証拠である。
ἔν τε γὰρ τῇ Χαονίᾳ κρήνη τίς ἐστιν ὕδατος πλατυτέρου, ἀπορρεῖ δ᾿ αὕτη εἰς ποταμὸν πλησίον γλυκὺν μέν, ἰχθῦς δ᾿ οὐκ ἔχοντα·
実際、ハオニアにはより塩辛い水の湧き出る泉があり、それは近くの川へと流れ込んでいるが、その川の水は甘いのに、魚はいない。
εἵλοντο γὰρ δή, ὡς οἱ ἐκεῖ μυθολογοῦσιν, ἐξουσίας δοθείσης ὑπὸ τοῦ Ἡρακλέους, ὅτ᾿ ἦλθεν ἄγων ἐκ τῆς Ἐρυθείας τὰς βοῦς, ἅλας ἀντὶ τῶν ἰχθύων, οἳ γίγνονται αὐτοῖς ἐκ τῆς κρήνης·
なぜなら、地元の伝承によれば、ヘラクレスがエリュテイアから牛を追ってきたときに選択権を与えられた彼らは、魚の代わりに塩を選んだからである。
τούτου γὰρ τοῦ ὕδατος ἀφέψοντές τι μέρος τιθέασι, καὶ γίγνεται ψυχθέν, ὅταν ἀπατμίσῃ τὸ ὑγρὸν ἅμα τῷ θερμῷ, ἅλες, οὐ χονδροὶ ἀλλὰ χαῦνοι καὶ λεπτοὶ ὥσπερ χιών.
その塩が、彼らにとってその泉から得られるものなのである。 彼らはこの水の一部を煮詰めて放置し、水分が熱とともに蒸発した後に冷やすと、大粒ではなく、雪のように軽くて細かい塩ができるのである。
εἰσίν τε τήν τε δύναμιν ἀσθενέστεροι τῶν ἄλλων καὶ πλείους ἡδύνουσιν ἐμβληθέντες, καὶ τὴν χροιὰν οὐχ ὁμοίως λευκοί.
この塩は効力においては他の塩よりも弱いが、料理に入れるとより多く味を引き立て、色も同じようには白くない。
τοιοῦτον δ᾿ ἕτερον γίγνεται καὶ ἐν Ὀμβρικοῖς·
これに類した別のことがオンブリコイの地でも起こる。
ἔστι γάρ τις τόπος ἐν ᾧ πεφύκασι κάλαμοι καὶ σχοῖνος· τούτων κατακάουσι, καὶ τὴν τέφραν ἐμβάλλοντες εἰς ὕδωρ ἀφέψουσιν·
そこにはアシやイグサが生えている場所があり、人々はこれらを焼き払い、その灰を水に入れて煮詰める。
ὅταν δὲ λίπωσί τι μέρος τοῦ ὕδατος, τοῦτο ψυχθὲν ἁλῶν γίγνεται πλῆθος.
そして、水の一部を残して冷ますと、大量の塩が生じるのである。
ὅσα δ᾿ ἐστὶν ἁλμυρὰ ῥεύματα ποταμῶν ἢ κρηνῶν, τὰ πλεῖστα θερμά ποτε εἶναι δεῖ νομίζειν, εἶτα τὴν μὲν ἀρχὴν ἀπεσβέσθαι τοῦ πυρός, δι᾿ ἧς δὲ διηθοῦνται γῆς, ἔτι μένειν οὖσαν οἷον κονίαν καὶ τέφραν.
川や泉の塩辛い流れはすべて、そのほとんどがかつては温かかったと考えねばならない。 その後、火の源泉は消滅したが、水が濾過されて通る大地は、今なお灰汁や灰のような状態のままで残っているのである。
εἰσὶ δὲ πολλαχοῦ καὶ κρῆναι καὶ ῥεύματα ποταμῶν παντοδαποὺς ἔχοντα χυμούς, ὧν πάντων αἰτιατέον τὴν ἐνοῦσαν ἢ ἐγγιγνομένην δύναμιν πυρός·
また、いたるところに、あらゆる種類の味を持つ泉や川の流れがあるが、これらすべての原因は、そこに内在するか、あるいは新たに生じる火の力に帰せられねばならない。
καομένη γὰρ ἡ γῆ τῷ μᾶλλον καὶ ἧττον παντοδαπὰς λαμβάνει μορφὰς καὶ χρόας χυμῶν·
なぜなら、大地は多かれ少なかれ焼かれることによって、多様な形状と味の色彩を帯びるからである。
στυπτηρίας γὰρ καὶ κονίας καὶ τῶν ἄλλων τῶν τοιούτων γίγνεται πλήρης δυνάμεων, δι᾿ ὧν τὰ ἠθούμενα ὕδατα ὄντα γλυκέα μεταβάλλει, καὶ τὰ μὲν ὀξέα γίγνεται, καθάπερ ἐν τῇ Σικάνῃ τῆς Σικελίας·
というのも、大地は明礬や灰汁やその他そのようなものの力に満ちるようになり、それらを通って濾過される水は、もともとは甘いのに変化し、あるものは酸っぱくなるからである。 例えばシケリアのシカネにおいてがそうである。
ἐκεῖ γὰρ ὀξάλμη γίγνεται, καὶ χρῶνται καθάπερ ὄξει πρὸς ἔνια τῶν ἐδεσμάτων αὐτῷ.
そこでは酸っぱい塩水が生じ、人々はそれをある種の食べ物に対して酢のように用いている。
ἔστι δὲ καὶ περὶ Λύγκον κρήνη τις ὕδατος ὀξέος, περὶ δὲ τὴν Σκυθικὴν πικρά·
また、リュンコスの周辺には酸っぱい水の泉があり、スキティアの周辺には苦い泉がある。
τὸ δ᾿ ἀπορρέον αὐτῆς τὸν ποταμὸν εἰς ὃν εἰσβάλλει ποιεῖ πικρὸν ὅλον.
その泉から流れ出る水は、それが流れ込む川全体を苦くしてしまう。
αἱ δὲ διαφοραὶ τούτων ἐκεῖθεν δῆλαι, ποῖοι χυμοὶ ἐκ ποίων γίγνονται κράσεων·
これらの違いは、どのような混ざり合いからどのような味が生まれるかという点から明らかである。
εἴρηται δὲ περὶ αὐτῶν χωρὶς ἐν ἄλλοις.
それらについては他において個別に論じられている。
περὶ μὲν οὖν ὕδατος καὶ θαλάττης, δι᾿ ἃς αἰτίας αἰεί τε συνεχῶς εἰσι καὶ πῶς μεταβάλλουσι καὶ τίς ἡ φύσις αὐτῶν, ἔτι δ᾿ ὅσα πάθη κατὰ φύσιν αὐτοῖς συμβαίνει ποιεῖν ἢ πάσχειν, εἴρηται σχεδὸν ἡμῖν περὶ τῶν πλείστων.
さて、水と海について、それらが常に絶えず存在する原因は何であるか、どのように変化するか、それらの本性は何であるか、さらに、それらが自然に従って引き起こす、あるいは被る諸々の事象について、我々はほとんどの事柄についてほぼ語り終えた。