§2.4#14 περὶ δὲ πνευμάτων λέγωμεν, λαβόντες ἀρχὴν τὴν εἰρημένην ἡμῖν ἤδη πρότερον.
4 让我们来谈谈风,以我们先前已经阐明的原理为起点。
ἔστι γὰρ δύ᾿ εἴδη τῆς ἀναθυμιάσεως, ὥς φαμεν, ἡ μὲν ὑγρὰ ἡ δὲ ξηρά· καλεῖται δ᾿ ἡ μὲν ἀτμίς, ἡ δὲ τὸ μὲν ὅλον ἀνώνυμος, τῷ δ᾿ ἐπὶ μέρους ἀνάγκη χρωμένους καθόλου προσαγορεύειν αὐτὴν οἷον καπνόν· ἔστι δ᾿ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηροῦ οὔτε τὸ ξηρὸν ἄνευ τοῦ ὑγροῦ, ἀλλὰ πάντα ταῦτα λέγεται κατὰ τὴν ὑπεροχήν.
因为正如我们所说,蒸发物有两种,一种是湿的,另一种是干的;其中一种被称为“汽”,另一种作为整体虽然没有名称,但是我们必须借用局部的名称,将其通称为像“烟”一样的东西;然而,湿者不能脱离干者而存在,干者亦不能脱离湿者而存在,但所有这些都是根据其占优势的成分而被命名的。
φερομένου δὴ τοῦ ἡλίου κύκλῳ, καὶ ὅταν μὲν πλησιάζῃ, τῇ θερμότητι ἀνάγοντος τὸ ὑγρόν, πορρωτέρω δὲ γιγνομένου διὰ τὴν ψύξιν συνισταμένης πάλιν τῆς ἀναχθείσης ἀτμίδος εἰς ὕδωρ (διὸ χειμῶνός τε μᾶλλον γίγνεται τὰ ὕδατα, καὶ νύκτωρ ἢ μεθ᾿ ἡμέραν·
随着太阳在圆周上运行,当它接近时,便以其热量将湿气提升上去;而当它远离时,则由于寒冷,被提升上去的汽便再次凝结成水(因此,雨水更多在冬季产生,且在夜间多于白天;不过人们并不这么认为,因为夜间发生的事比白天发生的事更容易不被察觉)。
ἀλλ᾿ οὐ δοκεῖ, διὰ τὸ λανθάνειν τὰ νυκτερινὰ τῶν μεθ᾿ ἡμέραν μᾶλλον), τὸ δὴ κατιὸν ὕδωρ διαδίδοται πᾶν εἰς τὴν γῆν, ὑπάρχει δ᾿ ἐν τῇ γῇ πολὺ πῦρ καὶ πολλὴ θερμότης, καὶ ὁ ἥλιος οὐ μόνον τὸ ἐπιπολάζον τῆς γῆς ὑγρὸν ἕλκει, ἀλλὰ καὶ τὴν γῆν αὐτὴν ξηραίνει θερμαίνων·
降下的水全部散布到大地中,而大地中存在着大量的火和大量的热,太阳不仅吸取地表的湿气,还通过加热使大地本身干燥。
τῆς δ᾿ ἀναθυμιάσεως, ὥσπερ εἴρηται, διπλῆς οὔσης, τῆς μὲν ἀτμιδώδους τῆς δὲ καπνώδους, ἀμφοτέρας ἀναγκαῖον γίγνεσθαι.
正如所说,由于蒸发物是双重的,一种是汽状的,另一种是烟状的,因此两者都必然会产生。
τούτων δ᾿ ἡ μὲν ὑγροῦ πλέον ἔχουσα πλῆθος ἀναθυμίασις ἀρχὴ τοῦ ὑομένου ὕδατός ἐστιν, ὥσπερ εἴρηται πρότερον, ἡ δὲ ξηρὰ τῶν πνευμάτων ἀρχὴ καὶ φύσις πάντων.
在这些之中,含有较多湿气的蒸发物是降雨的源头,正如先前所说,而干燥的蒸发物则是所有风的源头和本性。
ταῦτα δὲ ὅτι τοῦτον τὸν τρόπον ἀναγκαῖον συμβαίνειν, καὶ ἐξ αὐτῶν τῶν ἔργων δῆλον· καὶ γὰρ τὴν ἀναθυμίασιν διαφέρειν ἀναγκαῖον, καὶ τὸν ἥλιον καὶ τὴν ἐν τῇ γῇ θερμότητα ταῦτα ποιεῖν οὐ μόνον δυνατὸν ἀλλ᾿ ἀναγκαῖόν ἐστιν.
这些事情必然以这种方式发生,这从事实本身也是显而易见的;因为蒸发物必然存在差异,且太阳与地中的热量产生这些效应不仅是可能的,更是必然的。
ἐπειδὴ δ᾿ ἕτερον ἑκατέρας τὸ εἶδος, φανερὸν ὅτι διαφέρει, καὶ οὐχ ἡ αὐτή ἐστιν ἥ τε ἀνέμου φύσις καὶ ἡ τοῦ ὑομένου ὕδατος, καθάπερ τινὲς λέγουσιν· τὸν γὰρ αὐτὸν ἀέρα κινούμενον μὲν ἄνεμον εἶναι, συνιστάμενον δὲ πάλιν ὕδωρ.
既然两者的形式不同,显而易见它们是不同的,风的本性与降雨的本性并不相同,并不像某些人所说的那样;因为他们认为,同样的空气,在运动时便是风,而在再次凝结时便是水。
ὁ μὲν οὖν ἀήρ, καθάπερ ἐν τοῖς πρὸ τούτων λόγοις εἰρήκαμεν, γίγνεται ἐκ τούτων· ἡ μὲν γὰρ ἀτμὶς ὑγρὸν καὶ ψυχρόν (εὐόριστον μὲν γὰρ ὡς ὑγρόν, διὰ δὲ τὸ ὕδατος εἶναι ψυχρὸν τῇ οἰκείᾳ φύσει, ὥσπερ ὕδωρ μὴ θερμανθέν), ὁ δὲ καπνὸς θερμὸν καὶ ξηρόν· ὥστε καθάπερ ἐκ συμβόλων, συνίσταιτο ἂν ὁ ἀὴρ ὑγρὸς καὶ θερμός.
那么,正如我们在先前的讨论中所说,空气是由这些产生的;因为汽是湿而冷的(因为作为湿的东西它容易被界定,而因为它源于水,其固有本性是冷的,就像未被加热的水一样),而烟是热而干的;因此,仿佛通过元素间的配对,空气便凝结成湿而热的。
καὶ γὰρ ἄτοπον εἰ ὁ περὶ ἑκάστους περικεχυμένος ἀὴρ οὗτος γίγνεται κινούμενος πνεῦμα, καὶ ὅθεν ἂν τύχῃ κινηθείς, ἄνεμος ἔσται, ἀλλ᾿ οὐ καθάπερ τοὺς ποταμοὺς ὑπολαμβάνομεν οὐχ ὁπωσοῦν τοῦ ὕδατος εἶναι ῥέοντος, οὐδ᾿ ἂν ἔχῃ πλῆθος, ἀλλὰ δεῖ πηγαῖον εἶναι τὸ ῥέον· οὕτω γὰρ καὶ περὶ τῶν ἀνέμων ἔχει· κινηθείη γὰρ ἂν πολὺ πλῆθος ἀέρος ὑπό τινος μεγάλης πτώσεως, οὐκ ἔχον ἀρχὴν οὐδὲ πηγήν.
实际上,如果认为我们周围弥漫的这股空气在运动时就变成风,且无论它从何处偶然被推动,它都将是风,这是荒谬的;这应当像我们对河流的看法一样,河流并不只是任何以任何方式流动的同等水量,哪怕水量巨大,而是流动的液水必须源自泉源;对于风也是如此;因为大量的空气可能会因为某种巨大的下落而运动,但它并没有源头或泉源。
μαρτυρεῖ δὲ τὰ γιγνόμενα τοῖς εἰρημένοις· διὰ γὰρ τὸ συνεχῶς μὲν μᾶλλον δὲ καὶ ἧττον καὶ πλείω καὶ ἐλάττω γίγνεσθαι τὴν 360b ἀναθυμίασιν, ἀεὶ νέφη τε καὶ πνεύματα γίγνεται κατὰ τὴν ὥραν ἑκάστην ὡς πέφυκεν·
发生的事实也证明了所说的话;因为由于蒸发物在不断产生,却时而较多、时而较少,或多或寡,360b 于是云和风便总是按照每个季节的自然规律而产生。
διὰ δὲ τὸ ἐνίοτε μὲν τὴν ἀτμιδώδη γίγνεσθαι πολλαπλασίαν ὁτὲ δὲ τὴν ξηρὰν καὶ καπνώδη, ὁτὲ μὲν ἔπομβρα τὰ ἔτη γίγνεται καὶ ὑγρά, ὁτὲ δὲ ἀνεμώδη καὶ αὐχμοί.
并且因为有时汽状蒸发物成倍增加,有时则是干而烟状的蒸发物增加,所以有时年份变得多雨而潮湿,有时则多风而干旱。
ὁτὲ μὲν οὖν συμβαίνει καὶ τοὺς αὐχμοὺς καὶ τὰς ἐπομβρίας πολλοὺς ἄμα καὶ κατὰ συνεχῆ γίγνεσθαι χώραν, ὁτὲ δὲ κατὰ μέρη·
因此,有时干旱和多雨会同时在广大且连续的地区发生,有时则在各个部分发生。
πολλάκις γὰρ ἡ μὲν κύκλῳ χώρα λαμβάνει τοὺς ὡραίους ὄμβρους ἢ καὶ πλείους, ἐν δέ τινι μέρει ταύτης αὐχμός ἐστιν· ὁτὲ δὲ τοὐναντίον τῆς κύκλῳ πάσης ἢ μετρίοις χρωμένης ὕδασιν ἢ καὶ μᾶλλον αὐχμώσης, ἕν τι μόριον ὕδατος ἄφθονον λαμβάνει πλῆθος.
因为常常周围的地区获得了时令的雨水甚至更多,而其中的某个部分却处于干旱之中;有时则相反,当周围的所有地区要么享受着适度的雨水,要么较为干旱时,某个单一的部分却获得了丰沛的水量。
αἴτιον δ᾿ ὅτι ὡς μὲν τὰ πολλὰ τὸ αὐτὸ πάθος ἐπὶ πλείω διήκειν εἰκὸς χώραν, διὰ τὸ παραπλησίως κεῖσθαι πρὸς τὸν ἥλιον τὰ σύνεγγυς, ἐὰν μή τι διάφορον ἔχωσιν ἴδιον· οὐ μὴν ἀλλ᾿ ἐνίοτε κατὰ τοδὶ μὲν τὸ μέρος ἡ ξηρὰ ἀναθυμίασις ἐγένετο πλείων, κατὰ δὲ τὸ ἄλλο ἡ ἀ ὁτὲ δὲ τοὐναντίον.
其原因在于,在大多数情况下,相同的状态很可能延伸到较广的地区,因为邻近的地方相对于太阳处于相似的位置,除非它们具有某种独特的局部特征;尽管如此,有时在这一部分干燥的蒸发物产生得较多,而在另一部分汽状的蒸发物产生得较多,有时则相反。
καὶ αὐτοῦ δὲ τούτου αἴτιον τὸ ἑκατέραν μεταπίπτειν εἰς τὴν τῆς ἐχομένης χώρας ἀναθυμίασιν, οἷον ἡ μὲν ξηρὰ κατὰ τὴν οἰκείαν ῥεῖ χώραν, ἡ δ᾿ ὑγρὰ πρὸς τὴν γειτνιῶσαν, ἢ καὶ εἰς τῶν πόρρω τινὰ τόπων ἀπεώσθη ὑπὸ πνευμάτων· ὁτὲ δὲ αὕτη μὲν ἔμεινεν, ἡ δ᾿ ἐναντία ταὐτὸν ἐποίησεν.
而这件事情本身的原因在于,两种蒸发物中的每一种都会转移到相邻地区的蒸发物中,例如干燥的蒸发物在自身的地区流动,而湿润的则流向邻近地区,或者甚至被风推向某些遥远的地方;而有时则是这一种留下来,而相反的那一种做了同样的事。