Humanitext Reader

亚里士多德 · 气象学 §2.3#4

咸水浮力的实例与地下之火导致的泉水成因

第 28 段,共 68 段 · 希腊语

内容简介

作者通过具体实例(船的吃水、卵的漂浮以及巴勒斯坦的湖泊等)论述了盐水浓度与浮力的关系,并指出带有盐分或各种味道的泉水和河流其成因在于地中火的力量,从而完成了关于水与海洋的讨论。

§2.3#4τοῦτο γὰρ αἴτιον καὶ τοῦ βάρους (πλέον γὰρ ἕλκει τὸ ἁλμυρὸν ἢ τὸ πότιμον) καὶ τοῦ πάχους·
因为这既是重量的原因(因为盐水比淡水更能向下拉引),也是浓度的原因。
καὶ γὰρ τὸ πάχος διαφέρει τοσοῦτον ὥστε τὰ πλοῖα ἀπὸ τοῦ αὐτοῦ τῶν ἀγωγίμων βάρους ἐν μὲν τοῖς ποταμοῖς ὀλίγου καταδύνειν, ἐν δὲ τῇ θαλάττῃ μετρίως ἔχειν καὶ πλευστικῶς· διόπερ ἔνιοι τῶν ἐν τοῖς ποταμοῖς γεμιζόντων διὰ ταύτην τὴν ἄγνοιαν ἐζημιώθησαν.
实际上,其浓度差异极大,以至于装载相同重量货物的船只在河中几乎沉没,但在海中却能保持适度并便于航行;因此,一些在河流中装载船只的人由于这种无知而遭受了损失。
τεκμήριον δὲ τοῦ μειγνυμένου τὸ παχύτερον εἶναι τὸν ὄγκον· ἐὰν γάρ τις ὕδωρ ἁλμυρὸν ποιήσῃ σφόδρα μείξας ἅλας, ἐπιπλέουσι τὰ ᾠά, κἂν ᾖ πλήρη· σχεδὸν γὰρ ὥσπερ πηλὸς γίγνεται· τοσοῦτον ἔχει σωματῶδες πλῆθος ἡ θάλαττα.
而所混合之物使其体积更为浓稠的证据是:如果有人通过混入大量盐使水变得极咸,卵即使是实心的也会漂浮;因为水几乎变得像泥浆一样;海洋拥有如此巨大数量的实体成分。
ταὐτὸ δὲ τοῦτο δρῶσι καὶ περὶ τὰς ταριχείας.
人们在制作腌制品时也做这同样的事。
εἰ δ᾿ ἔστιν ὥσπερ μυθολογοῦσί τινες ἐν Παλαιστίνῃ τοιαύτη λίμνη, εἰς ἣν ἐάν τις ἐμβάλῃ συνδήσας ἄνθρωπον ἢ ὑποζύγιον ἐπιπλεῖν καὶ οὐ καταδύεσθαι κατὰ τοῦ ὕδατος, μαρτύριον ἂν εἴη τι τοῖς εἰρημένοις·
如果正如一些人传闻的那样,在巴勒斯坦有这样一个湖,如果有人把人或牲口捆绑起来扔进去,它就会漂浮而不会沉入水底,那么这将是对所说之事的证明。
λέγουσι γὰρ πικρὰν οὕτως εἶναι τὴν λίμνην καὶ ἁλμυρὰν ὥστε μηδένα ἰχθὺν ἐγγίγνεσθαι, τὰ δὲ ἱμάτια ῥύπτειν, ἐάν τις διασείσῃ βρέξας.
因为他们说,那个湖水又苦又咸,以至于没有任何鱼类生存,而且如果有人把衣服浸湿后抖一抖,就能清洗衣服。
ἔστι δὲ καὶ τὰ τοιαῦτα σημεῖα πάντα τῶν εἰρημένων, ὅτι τὸ ἁλμυρὸν ποιεῖ σῶμά τι, καὶ γεῶδές ἐστιν τὸ ἐνυπάρχον·
而所有这些迹象也是已说之事的证据,即咸味产生了一种实体,且其中存在着泥土质的成分。
ἔν τε γὰρ τῇ Χαονίᾳ κρήνη τίς ἐστιν ὕδατος πλατυτέρου, ἀπορρεῖ δ᾿ αὕτη εἰς ποταμὸν πλησίον γλυκὺν μέν, ἰχθῦς δ᾿ οὐκ ἔχοντα·
因为在哈奥尼亚有一个水质较咸的泉源,它流出进入附近的一条河流,那条河水虽然是甜的,却不产鱼。
εἵλοντο γὰρ δή, ὡς οἱ ἐκεῖ μυθολογοῦσιν, ἐξουσίας δοθείσης ὑπὸ τοῦ Ἡρακλέους, ὅτ᾿ ἦλθεν ἄγων ἐκ τῆς Ἐρυθείας τὰς βοῦς, ἅλας ἀντὶ τῶν ἰχθύων, οἳ γίγνονται αὐτοῖς ἐκ τῆς κρήνης·
因为正如当地传说所说,当赫拉克勒斯从埃律提亚赶着牛群前来,并给予他们选择权时,他们选择了盐而不是鱼,而这盐就是由泉水为他们生成的。
τούτου γὰρ τοῦ ὕδατος ἀφέψοντές τι μέρος τιθέασι, καὶ γίγνεται ψυχθέν, ὅταν ἀπατμίσῃ τὸ ὑγρὸν ἅμα τῷ θερμῷ, ἅλες, οὐ χονδροὶ ἀλλὰ χαῦνοι καὶ λεπτοὶ ὥσπερ χιών.
因为他们将这水的一部分煮沸后静置,当湿气与热量一同蒸发且冷却后,便产生了盐,不是粗粒的,而是像雪一样松散而细腻的。
εἰσίν τε τήν τε δύναμιν ἀσθενέστεροι τῶν ἄλλων καὶ πλείους ἡδύνουσιν ἐμβληθέντες, καὶ τὴν χροιὰν οὐχ ὁμοίως λευκοί.
这种盐在效力上比其他盐弱,但放入食物中能使更多东西变美味,且颜色不那么白。
τοιοῦτον δ᾿ ἕτερον γίγνεται καὶ ἐν Ὀμβρικοῖς·
而另一种类似的情况也发生在翁布里亚人中。
ἔστι γάρ τις τόπος ἐν ᾧ πεφύκασι κάλαμοι καὶ σχοῖνος· τούτων κατακάουσι, καὶ τὴν τέφραν ἐμβάλλοντες εἰς ὕδωρ ἀφέψουσιν· ὅταν δὲ λίπωσί τι μέρος τοῦ ὕδατος, τοῦτο ψυχθὲν ἁλῶν γίγνεται πλῆθος.
因为有一个地方生长着芦苇和灯心草;他们将这些烧掉,把灰烬放入水中煮沸;当他们留下一部分水时,这水冷却后便成了大量的盐。
ὅσα δ᾿ ἐστὶν ἁλμυρὰ ῥεύματα ποταμῶν ἢ κρηνῶν, τὰ πλεῖστα θερμά ποτε εἶναι δεῖ νομίζειν, εἶτα τὴν μὲν ἀρχὴν ἀπεσβέσθαι τοῦ πυρός, δι᾿ ἧς δὲ διηθοῦνται γῆς, ἔτι μένειν οὖσαν οἷον κονίαν καὶ τέφραν.
至于所有河流或泉水的咸水流,必须认为其中大多数曾经是温暖的,随后,虽然火的源头已经熄灭,但它们过滤流经的大地仍然保持着像灰水和灰烬一样的状态。
εἰσὶ δὲ πολλαχοῦ καὶ κρῆναι καὶ ῥεύματα ποταμῶν παντοδαποὺς ἔχοντα χυμούς, ὧν πάντων αἰτιατέον τὴν ἐνοῦσαν ἢ ἐγγιγνομένην δύναμιν πυρός·
而且在许多地方都有具有各种味道的泉水和河流,对于所有这些,我们必须将原因归于其中固有或新产生的火的力量。
καομένη γὰρ ἡ γῆ τῷ μᾶλλον καὶ ἧττον παντοδαπὰς λαμβάνει μορφὰς καὶ χρόας χυμῶν· στυπτηρίας γὰρ καὶ κονίας καὶ τῶν ἄλλων τῶν τοιούτων γίγνεται πλήρης δυνάμεων, δι᾿ ὧν τὰ ἠθούμενα ὕδατα ὄντα γλυκέα μεταβάλλει, καὶ τὰ μὲν ὀξέα γίγνεται, καθάπερ ἐν τῇ Σικάνῃ τῆς Σικελίας· ἐκεῖ γὰρ ὀξάλμη γίγνεται, καὶ χρῶνται καθάπερ ὄξει πρὸς ἔνια τῶν ἐδεσμάτων αὐτῷ.
因为大地因被烧得更厉害或更轻微,而呈现出各种味道的形态和色彩;因为大地变得充满了明矾、灰水以及其他此类物质的力量,过滤通过它们的水虽然原本是甜的,却发生改变,有些变得酸涩,就像在西西里的西卡内那样;因为那里产生了酸盐水,人们在某些食物中像使用醋一样使用它。
ἔστι δὲ καὶ περὶ Λύγκον κρήνη τις ὕδατος ὀξέος, περὶ δὲ τὴν Σκυθικὴν πικρά· τὸ δ᾿ ἀπορρέον αὐτῆς τὸν ποταμὸν εἰς ὃν εἰσβάλλει ποιεῖ πικρὸν ὅλον.
在林克斯周围也有一个酸水泉,在斯基泰地区则有一个苦水泉;它流出的水使其所注入的整条河流变苦。
αἱ δὲ διαφοραὶ τούτων ἐκεῖθεν δῆλαι, ποῖοι χυμοὶ ἐκ ποίων γίγνονται κράσεων· εἴρηται δὲ περὶ αὐτῶν χωρὶς ἐν ἄλλοις.
而这些差异从那里可以明显看出来,即什么样的味道产生于什么样的混合;关于这些,已在其他著作中单独说明。
περὶ μὲν οὖν ὕδατος καὶ θαλάττης, δι᾿ ἃς αἰτίας αἰεί τε συνεχῶς εἰσι καὶ πῶς μεταβάλλουσι καὶ τίς ἡ φύσις αὐτῶν, ἔτι δ᾿ ὅσα πάθη κατὰ φύσιν αὐτοῖς συμβαίνει ποιεῖν ἢ πάσχειν, εἴρηται σχεδὸν ἡμῖν περὶ τῶν πλείστων.
那么,关于水和海洋,由于什么原因它们始终且连续存在,以及它们如何变化,它们的本性是什么,此外,它们依自然所产生或承受的所有属性,我们几乎已经说明了其中的大部分。

词汇与语法注释

  1. 359a5ἕλκει — 动词 ἕλκω 意为“拉、拉下”,此处作不及物动词使用,指拉下天平的托盘,即“具有重量”的意思。πλέον ἕλκει 意为“更重”。
  2. 359a11τοῦ μειγνυμένου — 中性现在分词 μειγνύμενον(混入之物、混入的成分)的属格形式。此处作为主体属格或关涉属格,修饰其后的带 heat 结构(对格与不定式结构)“其体积更为浓稠(τὸ παχύτερον εἶναι τὸν ὄγκον)”。
  3. 359b13μεταβάλλει — 此处作不及物动词使用,意为“改变、变化”。由于主语是中性复数名词 τὰ ἠθούμενα ὕδατα,根据古典希腊语中性复数主语接单数动词的语法规则,动词采用第三人称单数形式 μεταβάλλει。

引用这一段

亚里士多德, 气象学 §2.3#4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.3%234

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。