§1.99 περὶ δὲ τοῦ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦτον, πρώτου δὲ περὶ τὴν γῆν, λέγωμεν·
さて、位置においてはこれに次いで第二の領域であるが、地球の周りでは第一である領域について語ることにしよう。
οὗτος γὰρ κοινὸς ὕδατός τε τόπος καὶ ἀέρος καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτοῦ, ληπτέον δὲ καὶ τούτων τὰς ἀρχὰς καὶ τὰς αἰτίας πάντων ὁμοίως.
なぜなら、この領域は水と空気、およびその上方での生成において起こる事象の共通の領域だからであり、これらすべての原理と原因についても同様に把握されねばならないからである。
ἡ μὲν οὖν ὡς κινοῦσα καὶ κυρία καὶ πρώτη τῶν ἀρχῶν ὁ κύκλος ἐστίν, ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα καὶ συγκρίνουσα τῷ γίγνεσθαι πλησίον ἢ πορρώτερον αἰτία τῆς γενέσεως καὶ τῆς φθορᾶς ἐστι.
さて、動かすものとしての、支配的で第一の原理はあの円道であり、その中で明らかに太陽の運行が、近づいたり遠ざかったりすることによって分離させ、また結合させ、生成と消滅の原因となっている。
μενούσης δὲ τῆς γῆς, τὸ περὶ αὐτὴν ὑγρὸν ὑπὸ τῶν ἀκτίνων καὶ ὑπὸ τῆς ἄλλης τῆς ἄνωθεν θερμότητος ἀτμιδούμενον φέρεται ἄνω·
他方、地球が静止している中で、その周囲の湿気は光線と、上方からのその他の熱によって蒸発させられて上方へと運ばれる。
τῆς δὲ θερμότητος ἀπολιπούσης τῆς ἀναγούσης αὐτό, καὶ τῆς μὲν διασκεδαννυμένης πρὸς τὸν ἄνω τόπον, τῆς δὲ καὶ σβεννυμένης διὰ τὸ μετεωρίζεσθαι πορρώτερον εἰς τὸν ὑπὲρ τῆς γῆς ἀέρα, συνίσταται πάλιν ἡ ἀτμὶς ψυχομένη διά τε τὴν ἀπόλειψιν τοῦ θερμοῦ καὶ τὸν τόπον, καὶ γίγνεται ὕδωρ ἐξ ἀέρος·
しかし、それを上昇させていた熱が去り、その一方が上方の領域へと拡散し、他方が地球の上の空気へと高く上昇しすぎることによって消滅するとき、蒸気は熱が去ったこととその場所のゆえに再び冷却されて凝縮し、空気から水が生じる。
γενόμενον δὲ πάλιν φέρεται πρὸς τὴν γῆν.
そして水になると、再び地球へと運ばれる。
ἔστι δʼ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡ δʼ ἐξ ἀέρος εἰς ὕδωρ νέφος·
なお、水からの呼気は蒸気であり、空気から水への過程にあるものは雲である。
ὁμίχλη δὲ νεφέλης περίττωμα τῆς εἰς ὕδωρ συγκρίσεως.
そして霧は、雲が水へと凝縮する際の残り屑である。
διὸ σημεῖον μᾶλλόν ἐστιν εὐδίας ἢ ὑδάτων·
それゆえ、霧は雨よりもむしろ晴天の兆候である。
οἶον γάρ ἐστιν ἡ ὁμίχλη νεφέλη ἄγονος.
なぜなら、霧とは、いわば雨をもたらさない雲だからである。
γίγνεται δὲ κύκλος οὗτος μιμούμενος τὸν τοῦ ἡλίου κύκλον·
この循環は太陽の円道を模倣して生じる。
ἄμμα γὰρ ἐκεῖνος εἰς τὰ πλάγια μεταβάλλει καὶ οὗτος ἄνω καὶ κάτω.
なぜなら、太陽が横方向へと変化するのと同時に、この循環も上下へと変化するからである。
δεῖ δὲ νοῆσαι τοῦτον ὥσπερ ποταμὸν ῥέοντα κύκλῳ ἄνω καὶ κάτω, κοινὸν ἀέρος καὶ ὕδατος·
これを、空気と水に共通の、上下に円を描いて流れる川のようなものと考えるべきである。
πλησίον μὲν γὰρ ὄντος τοῦ ἡλίου ὁ τῆς ἀτμίδος ἄνω ῥεῖ ποταμός, ἀφισταμένου δὲ ὁ τοῦ ὕδατος κάτω.
太陽が近くにあるときには蒸気の川が上方へ流れ、遠ざかるときには水の川が下方へ流れる。
καὶ τοῦτʼ ἐνδελεχὲς ἐθέλει γίγνεσθαι κατά γε τὴν τάξιν·
そしてこれは、秩序に従って絶え間なく生じる。
ὥστʼ εἴπερ ἠνίττοντο τὸν ὠκεανὸν οἱ πρότερον, τάχʼ ἂν τοῦτον τὸν ποταμὸν λέγοιεν τὸν κύκλῳ ῤέοντα περὶ τὴν γῆν.
それゆえ、もし昔の人々がオケアノスを謎めかして語っていたのだとすれば、彼らはおそらく、地球の周りを円を描いて流れるこの川のことを言っていたのであろう。
ἀναγομένου δὲ τοῦ ὑγροῦ αἰεὶ διὰ τὴν τοῦ θερμοῦ δύναμιν καὶ πάλιν φερομένου κάτω διὰ τὴν φύξιν πρὸς τὴν γῆν, οἰκείως τὰ ὀνόματα τοῖς πάθεσιν κεῖται καί τισιν διαφοραῖς αὐτῶν·
湿気は熱の能力によって常に上昇させられ、冷却によって再び地球へと運ばれるが、これらの現象とその差異に応じて適切に名前が付けられている。
ὅταν μὲν γὰρ κατὰ μικρὰ φέρηται, ψακάδες, ὅταν δὲ κατὰ μείζω μόρια, ὑετὸς καλεῖται.
すなわち、細かな粒として運ばれるときは霧雨と呼ばれ、より大きな塊として運ばれるときは雨と呼ばれる。