Humanitext Reader

亚里士多德 · 气象学 §1.9

水分的蒸发凝结与雨雾的循环

第 13 段,共 68 段 · 希腊语

内容简介

亚里士多德讨论了环绕地球的第二区域(大气与水圈),解释了太阳热量引起的水分蒸发与冷却过程,并将雨、雾的产生机制阐释为一种模仿太阳运行的循环运动。

§1.99 περὶ δὲ τοῦ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦτον, πρώτου δὲ περὶ τὴν γῆν, λέγωμεν· οὗτος γὰρ κοινὸς ὕδατός τε τόπος καὶ ἀέρος καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτοῦ, ληπτέον δὲ καὶ τούτων τὰς ἀρχὰς καὶ τὰς αἰτίας πάντων ὁμοίως.
接下来,让我们讨论在位置上仅次于该区域、但在地球周围则是第一位的那个区域;因为这是水与空气的共同区域,也是在其上方生成中所发生的现象的共同区域,我们也必须同样地把握所有这些现象的原理和原因。
ἡ μὲν οὖν ὡς κινοῦσα καὶ κυρία καὶ πρώτη τῶν ἀρχῶν ὁ κύκλος ἐστίν, ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα καὶ συγκρίνουσα τῷ γίγνεσθαι πλησίον ἢ πορρώτερον αἰτία τῆς γενέσεως καὶ τῆς φθορᾶς ἐστι.
那么,在诸原理中作为能动的、支配性的第一原理就是那个圆道,在其中,太阳的运行显然通过变近或变远来进行分离和结合,成为生成与消灭的原因。
μενούσης δὲ τῆς γῆς, τὸ περὶ αὐτὴν ὑγρὸν ὑπὸ τῶν ἀκτίνων καὶ ὑπὸ τῆς ἄλλης τῆς ἄνωθεν θερμότητος ἀτμιδούμενον φέρεται ἄνω·
另一方面,在地球静止不动时,其周围的湿气被光线以及来自上方的其他热量蒸发,并被送往上方。
τῆς δὲ θερμότητος ἀπολιπούσης τῆς ἀναγούσης αὐτό, καὶ τῆς μὲν διασκεδαννυμένης πρὸς τὸν ἄνω τόπον, τῆς δὲ καὶ σβεννυμένης διὰ τὸ μετεωρίζεσθαι πορρώτερον εἰς τὸν ὑπὲρ τῆς γῆς ἀέρα, συνίσταται πάλιν ἡ ἀτμὶς ψυχομένη διά τε τὴν ἀπόλειψιν τοῦ θερμοῦ καὶ τὸν τόπον, καὶ γίγνεται ὕδωρ ἐξ ἀέρος· γενόμενον δὲ πάλιν φέρεται πρὸς τὴν γῆν.
然而,当把湿气带上去的热量离开时,其中一部分向着上方的区域消散,另一部分则因为上升得太高,在地球上方的空气中熄灭,于是蒸气由于热量的离开和该区域的作用而再次冷却并凝聚,由空气转化为水;而一旦转化为水,它就再次被送回地球。
ἔστι δʼ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡ δʼ ἐξ ἀέρος εἰς ὕδωρ νέφος· ὁμίχλη δὲ νεφέλης περίττωμα τῆς εἰς ὕδωρ συγκρίσεως.
此外,来自水的呼气是蒸气,而由空气向水转化的过程则是云;而雾是云凝聚为水时的残留物。
διὸ σημεῖον μᾶλλόν ἐστιν εὐδίας ἢ ὑδάτων· οἶον γάρ ἐστιν ἡ ὁμίχλη νεφέλη ἄγονος.
因此,雾更多是晴天而非雨天的征兆;因为雾就好像是不孕的云。
γίγνεται δὲ κύκλος οὗτος μιμούμενος τὸν τοῦ ἡλίου κύκλον· ἄμμα γὰρ ἐκεῖνος εἰς τὰ πλάγια μεταβάλλει καὶ οὗτος ἄνω καὶ κάτω.
这一循环是模仿太阳的圆道而产生的;因为正如太阳向着两侧变化一样,这一循环也上下变化。
δεῖ δὲ νοῆσαι τοῦτον ὥσπερ ποταμὸν ῥέοντα κύκλῳ ἄνω καὶ κάτω, κοινὸν ἀέρος καὶ ὕδατος· πλησίον μὲν γὰρ ὄντος τοῦ ἡλίου ὁ τῆς ἀτμίδος ἄνω ῥεῖ ποταμός, ἀφισταμένου δὲ ὁ τοῦ ὕδατος κάτω.
我们应当将这理解为一条在空气和水中共同拥有的、上下循环流动的河流;因为当太阳靠近时,蒸气之河向上流动,而当太阳退去时,水之河向下流动。
καὶ τοῦτʼ ἐνδελεχὲς ἐθέλει γίγνεσθαι κατά γε τὴν τάξιν· ὥστʼ εἴπερ ἠνίττοντο τὸν ὠκεανὸν οἱ πρότερον, τάχʼ ἂν τοῦτον τὸν ποταμὸν λέγοιεν τὸν κύκλῳ ῤέοντα περὶ τὴν γῆν.
并且这通常按照秩序持续不断地发生;因此,如果古人曾用谜语来指代俄刻阿诺斯,他们或许就是指这条环绕地球流动的河流。
ἀναγομένου δὲ τοῦ ὑγροῦ αἰεὶ διὰ τὴν τοῦ θερμοῦ δύναμιν καὶ πάλιν φερομένου κάτω διὰ τὴν φύξιν πρὸς τὴν γῆν, οἰκείως τὰ ὀνόματα τοῖς πάθεσιν κεῖται καί τισιν διαφοραῖς αὐτῶν· ὅταν μὲν γὰρ κατὰ μικρὰ φέρηται, ψακάδες, ὅταν δὲ κατὰ μείζω μόρια, ὑετὸς καλεῖται.
由于湿气始终因热量的力量而上升,又因冷却而再次降落到地球,因此这些现象及其差异都得到了恰当的命名;也就是说,当它以微小的颗粒降落时被称为小雨,而以较大的部分降落时则被称为雨。

词汇与语法注释

  1. 15περὶ δὲ τοῦ τῇ θέσει μὲν δευτέρου τόπου — 介词 περί 的宾语名词短语,名词 τόπου 由 μὲν... δέ... 对照的两个属格结构修饰。指代相对于前几章讨论的最上层区域而言在位置上占第二位、但在地球周围占第一位的中低层大气(及水圈)区域。
  2. 26τῆς δὲ θερμότητος ἀπολιπούσης... τῆς μὲν διασκεδαννυμένης... τῆς δὲ καὶ σβεννυμένης — 多重嵌套的属格绝对结构(独立分词 )。在主要的属格绝对结构 τῆς δὲ θερμότητος ἀπολιπούσης(当热量离开时)之中,主语 θερμότητος 通过 τῆς μὲν... 和 τῆς δὲ... 两个并列的分词短语被进一步细分和说明,它们同样以属格形式出现。
  3. 32ἡ δʼ ἐξ ἀέρος εἰς ὕδωρ νέφος — 与前句 ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς(来自水的气体是蒸气)相平行的极度省略结构。在语法上,必须补出类似 μετάβασις(过渡)或承前理解为“从空气向水转化过程中的状态即是云”。
  4. 35ἅμα γὰρ ἐκεῖνος εἰς τὰ πλάγια μεταβάλλει — 副词 ἅμα(同时、同样)解释了太阳(ἐκεῖνος)沿黄道的横向(向两侧)运动与水的上下垂直循环(οὗτος)之间的协同关系。尽管部分抄本写作 ἄμμα(纽结、轨道),但根据Bekker版采用的 ἅμα,应理解为与太阳运动相协调的并行变化。

引用这一段

亚里士多德, 气象学 §1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。