§1.8#2ἡμεῖς δὲ λέγωμεν ἀναλαβόντες τὴν ὑποκειμένην ἀρχὴν ἡμῖν.
私たちは、自分たちの前提となる原理に立ち戻って語ることにしよう。
εἴρηται γὰρ πρότερον ὅτι τὸ ἔσχατον τοῦ λεγομένου ἀέρος δύναμιν ἔχει πυρός, ὥστε τῇ κινήσει διακρινομένου τοῦ ἀέρος ἀποκρίνεσθαι τοιαύτην σύστασιν οἴαν καὶ τοὺς κομήτας ἀστέρας εἶναί φαμεν.
なぜなら、いわゆる空気の最外部は火の能力を持っており、その結果、空気の運動によってそれが分離されるとき、私たちが彗星と呼んでいる星々もそうであるような、そのような凝集物が分離して生じると以前に述べられたからである。
τοιοῦτον δὴ δεῖ νοῆσαι γιγνόμενον ὅπερ ἐπʼ ἐκείνων, ὅταν μὴ αὐτὴ καθʼ αὑτὴν γένηται ἡ τοιαύτη ἔκκρισις, ἀλλʼ ὑπό τινος τῶν ἄστρων ἢ τῶν ἐνδεδεμένων ἢ τῶν πλανωμένων·
したがって、そのような分離がそれ自体単独で生じるのではなく、恒星であれ惑星であれ、星々のいずれかによって引き起こされるとき、まさにそれらの彗星において起こるようなことが生じていると考えねばならない。
τὸτε γὰρ οὗτοι φαίνονται κομῆται διὰ τὸ παρακολουθεῖν αὐτῶν τῇ φορῇ ὥσπερ τῷ ἡλίῳ τὴν τοιαύτην σύγκρισιν, ἀφʼ ἧς διὰ τὴν ἀνάκλασιν τὴν ἅλω φαίνεσθαί φαμεν, ὅταν οὕτω τύχῃ κεκραμένος ὁ ἀήρ.
なぜならそのとき、空気がそのように適度に混合されている場合に、その反射によって暈が現れると私たちが言っている、ちょうど太陽に追従するようなあの種の混合物[凝集物]が、それら(星々)の運行に追従することによって、これらが彗星として現れるからである。
ὃ δὴ καθʼ ἔνα συμβαίνει τῶν ἀστέρων, τοῦτο δεῖ λαβεῖν γιγνόμενον περὶ ὅλον τὸν οὐρανὸν καὶ τὴν ἄνω φορὰν ἅπασαν·
そこで、個々の星について起こるこのことを、天の全体および上方のすべての運行についても起こっていると捉えねばならない。
εὔλογον γάρ, εἴπερ ἡ ἑνὸς ἄστρου κίνησις, καὶ τὴν τῶν πάντων ποιεῖν τι τοιοῦτον καὶ ἐκριπίζειν ἀέρα τε καὶ διακρίνειν διὰ τὸ τοῦ κύκλου μέγεθος.
なぜなら、もし一つの星の運動が(そのようなことを引き起こす)とするなら、すべての星の運動もまた、何かそのようなことを引き起こし、その円道の大きさのゆえに空気をあおり立て、かつ分離させるということは、理に適っているからである。
ἀνάγκη τοί νυν τῶν αὐτῶν μεγίστων κύκλων μάλιστα τὴν μέλλουσαν τοῦτο ποιήσειν φοράν χρὴ γὰρ τοῦτο, ἵνα πολλὴ κίνησις ᾖ διὰ τὸ μέγεθος γιγνομένη καὶ πλείονα τὴν ἔξαψιν ποιήσῃ.
したがって、これを引き起こすことになる運行は、同一の最大の円道において最も顕著であるに違いない。 なぜなら、その大きさのゆえに生じる運動が大きくなり、より多くの点火を生じさせるために、そうでなければならないからである。
καὶ πρὸς τούτοις ἔτι καθʼ ὃν τόπον πυκνότατα καὶ πλεῖστα καὶ μέγιστα τυγχάνουσιν ὄντα τῶν ἄστρων.
そしてこれに加えてさらに、星々が最も密集し、最も多く、最も大きくなっているあの場所において、そうであるに違いない。
ὁ μὲν οὖν τῶν ζῳδίων διὰ τὴν τοῦ ἡλίου φορὰν καὶ τὴν τῶν πλανητῶν διαλύει τὴν τοιαύτην σύστασιν·
さて、黄道帯の円道は、太陽と惑星の運行のゆえに、そのような凝集物を解体してしまう。
διόπερ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς γίγνονται τῶν τροπικῶν.
それゆえ、多くの彗星は回帰線の外側に生じるのである。
ἔτι δʼ οὔτε περὶ τὸν ἥλιον ὔοτε περὶ σελήνην γίγνεται κόμη·
さらに、太陽の周囲にも月の周囲にも彗(尾)は生じない。
θᾶττον γὰρ διακρίνουσιν ἢ ὥστε συστῆναι τοιαύτην σύγκρισιν.
なぜなら、それらはそのような混合物が凝縮するよりも速く分離させてしまうからである。
οὗτος δʼ ὁ κύκλος ἐν ᾧ τὸ γάλα φαίνεται τοῖς ὁρῶσιν, ὅ τε μέγιστος ὢν τυγχάνει καὶ τῇ θέσει κείμενος οὕτως ὥστε πολὺ τοὺς τροπικοὺς ὑπερβάλλειν.
他方、観測者に天の川が見えるこの円道は、最大の円であって、かつ回帰線を大きく超え出るような位置に配置されている。
πρὸς δὲ τούτοις ἄστρων ὁ τόπος πλήρης ἐστὶν τῶν μεγίστων καὶ λαμπροτάτων, καὶ ἔτι τῶν σποράδων καλουμένων (τοῦτο δʼ ἐστὶν καὶ τοῖς ὄμμασιν ἰδεῖν φανερόν), ὥστε διὰ ταῦτα συνεχῶς καὶ ἀεὶ ταύτην πᾶσαν ἀθροίζεσθαι τὴν σύγκρισιν.
これに加えて、この場所は最も大きく最も輝かしい星々で満ちており、さらにいわゆる散在星でも満ちている(このことは目で見ても明らかである)。 それゆえ、これらの原因によって、この混合物のすべてが絶えず、かつ常にここに集まるのである。
σημεῖον δέ·
そしてその証拠がある。
καὶ γὰρ αὐτοῦ τοῦ κύκλου πλέον τὸ φῶς ἐστιν ἐν θατέρῳ ἡμικυκλίῳ τῷ τὸ δίπλωμα ἔχοντι·
実際、その円道自体の光は、二重になっている方の半円においてより強い。
ἐν τούτῳ γὰρ πλείω καὶ πυκνότερά ἐστιν ἄστρα ἢ ἐν θατέρῳ, ὡς οὐ διʼ ἑτέραν τινʼ αἰτίαν γιγνομένου τοῦ φέγγους ἢ διὰ τὴν τῶν ἄστρων φοράν·
なぜなら、その半円においては、他方の半円におけるよりも、より多くの星々が密集しているからであり、この光が星々の運行以外のいかなる原因によって生じているのでもないことを示している。
εἰ γὰρ ἔν τε τῷ κύκλῳ τούτῳ γίγνεται ἐν ᾧ τὰ πλεῖστα κεῖται τῶν ἄστρων, καὶ αὐτοῦ τοῦ κύκλου ἐν ᾧ μᾶλλον φαίνεται καταπεπυκνῶσθαι καὶ μεγέθει καὶ πλήθει ἀστέρων, ταύτην εἰκὸς ὑπολαβεῖν οἰκειοτάτην αἰτίαν εἶναι τοῦ πάθους.
なぜなら、もしこの現象が、最も多くの星々が位置しているこの円道において生じ、またその円道自体の中でも、星々の大きさと数において、より密集しているように見える部分において生じるのだとしたら、これこそがこの現象の最も固有な原因であると想定するのが妥当だからである。
θεωρείσθω δʼ ὅ τε κύκλος καὶ τὰ ἐν αὐτῷ ἄστρα ἐκ τῆς ὑπογραφῆς.
なお、その円道とそこにある星々については、図解によって観察されるべきである。
τοὺς δὲ σποράδας καλουμένους οὕτω μὲν εἰς τὴν σφαῖραν οὐκ ἔσται τάξαι διὰ τὸ μηθεμίαν διὰ τέλους ἔχειν φανερὰν ἕκαστον θέσιν, εἰς δὲ τὸν οὐρανὸν ἀναβλέπουσίν ἐστι δῆλον·
しかし、いわゆる散在星については、そのそれぞれが常に明確な位置を持っているわけではないため、このように天球儀の上に配置することはできないが、天を見上げる人々にとっては明らかである。
ἐν μόνῳ γὰρ τούτῳ τῶν κύκλων τὰ μεταξὺ πλήρη τοιούτων ἀστέρων ἐστίν, ἐν δὲ τοῖς ἄλλοις διαλείπει φανερῶς.
なぜなら、円道のうち、これにおいてのみ、星々の間がそのような星々で満ちており、他の円道においては、明らかに隙間があるからである。
ὥστʼ εἴπερ καὶ περὶ τοῦ φαίνεσθαι κομήτας ἀποδεχόμεθα τὴν αἰτίαν ὡς εἰρημένην μετρίως, καὶ περὶ τοῦ γάλακτος τὸν αὐτὸν ὑποληπτέον τρόπον ἔχειν·
したがって、もし彗星が現れることについても、その原因が適切に説明されたとして受け入れるならば、天の川についても同様のあり方をしていると考えねばならない。
ὃ γὰρ ἐκεῖ περὶ ἕνα ἐστὶν πάθος ἡ κόμη, τοῦτο περὶ κύκλον τινὰ συμβαίνει γίγνεσθαι τὸ αὐτό, καὶ ἔστιν τὸ γάλα, ὡς εἰπεῖν οἷον ὁριζόμενον, ἡ τοῦ μεγίστου διὰ τὴν ἔκκρισιν κύκλου κόμη.
なぜなら、あちらにおいて一つの星の周囲にある現象、すなわち彗(尾)であるものが、こちらではある円道について生じている同一の現象であり、天の川とは、言ってみれば定義として、分離物によって最大の円に生じた彗(尾)だからである。
διὸ καθάπερ πρότερον εἴπομεν, οὐ πολλοὶ οὐδὲ πολλάκις γίγνονται κομῇται, διὰ τὸ συνεχῶς ἀποκεκρίσθαι καὶ ἀποκρίνεσθαι καθʼ ἑκάστην περίοδον εἰς τοῦτον τὸν τόπον αἰεὶ τὴν τοιαύτην σύστασιν.
それゆえ、私たちが以前に述べられたように、彗星が多く生じることも、頻繁に生じることもない。 それは、そのような凝集物が、毎回の公転周期において、常にこの場所に絶えず分離され、また蓄積され続けているからである。
περὶ μὲν οὖν τῶν γιγνομένων ἐν τῷ περὶ τὴν γῆν κόσμῳ τῷ συνεχεῖ ταῖς φοραῖς εἴρηται, περί τε τῆς διαδρομῆς τῶν ἄστρων καὶ τῆς ἐκπιμπραμένης φλογός, ἔτι δὲ περί τε κομητῶν καὶ τοῦ καλουμένου γάλακτος·
さて、天体の運行に隣接する地球周辺の世界において生じる現象、すなわち、星々の通過(流星)や燃え上がる炎、さらには彗星やいわゆる天の川について語られた。
σχεδὸν γάρ εἰσιν τοσαῦτα τὰ πάθη τὰ φαινόμενα περί τὸν τόπον τοῦτον.
なぜなら、この領域において現れる現象は、ほぼこれらすべてだからである。