Humanitext Reader

亚里士多德 · 气象学 §1.8#2

银河的成因与星体运动引起的大气燃烧

第 12 段,共 68 段 · 希腊语

内容简介

亚里士多德提出了关于银河的自身理论,将其解释为在极大圆道中由于众多星体的运动引起大气的摩擦与燃烧,从而产生的一种类似于巨大彗发的现象,并总结了第1卷前半部分关于高空大气现象的讨论。

§1.8#2ἡμεῖς δὲ λέγωμεν ἀναλαβόντες τὴν ὑποκειμένην ἀρχὴν ἡμῖν.
让我们重新回到我们所设定的原理上来讨论。
εἴρηται γὰρ πρότερον ὅτι τὸ ἔσχατον τοῦ λεγομένου ἀέρος δύναμιν ἔχει πυρός, ὥστε τῇ κινήσει διακρινομένου τοῦ ἀέρος ἀποκρίνεσθαι τοιαύτην σύστασιν οἴαν καὶ τοὺς κομήτας ἀστέρας εἶναί φαμεν.
因为先前已经说过,所谓大气的最外层具有火的力量,因此随着大气的运动而被分离时,就会分离出一种如同我们所说的彗星那样的凝集物。
τοιοῦτον δὴ δεῖ νοῆσαι γιγνόμενον ὅπερ ἐπʼ ἐκείνων, ὅταν μὴ αὐτὴ καθʼ αὑτὴν γένηται ἡ τοιαύτη ἔκκρισις, ἀλλʼ ὑπό τινος τῶν ἄστρων ἢ τῶν ἐνδεδεμένων ἢ τῶν πλανωμένων·
那么,必须理解,正如在那些彗星的情形中一样,当这种分离物并非自身独立产生,而是由恒星或行星等星体之中的某一颗所引起时,也有同样的事情发生。
τὸτε γὰρ οὗτοι φαίνονται κομῆται διὰ τὸ παρακολουθεῖν αὐτῶν τῇ φορῇ ὥσπερ τῷ ἡλίῳ τὴν τοιαύτην σύγκρισιν, ἀφʼ ἧς διὰ τὴν ἀνάκλασιν τὴν ἅλω φαίνεσθαί φαμεν, ὅταν οὕτω τύχῃ κεκραμένος ὁ ἀήρ.
因为那时,这些星体之所以显现为彗星,是由于那种凝聚物随同它们的运行而移动,正如当空气恰好如此混合时,我们说因反射而显现出晕的那种混合物随同太阳移动一样。
ὃ δὴ καθʼ ἔνα συμβαίνει τῶν ἀστέρων, τοῦτο δεῖ λαβεῖν γιγνόμενον περὶ ὅλον τὸν οὐρανὸν καὶ τὴν ἄνω φορὰν ἅπασαν· εὔλογον γάρ, εἴπερ ἡ ἑνὸς ἄστρου κίνησις, καὶ τὴν τῶν πάντων ποιεῖν τι τοιοῦτον καὶ ἐκριπίζειν ἀέρα τε καὶ διακρίνειν διὰ τὸ τοῦ κύκλου μέγεθος.
那么,在单个星体上发生的情况,必须被理解为在整个天空和整个上方运行中同样发生;因为这是合乎情理的,如果单颗星体的运动能够做到这一点,那么所有星体的运动也应该产生某种类似的效果,并且由于圆道的巨大,从而煽起并分离大气。
ἀνάγκη τοί νυν τῶν αὐτῶν μεγίστων κύκλων μάλιστα τὴν μέλλουσαν τοῦτο ποιήσειν φοράν χρὴ γὰρ τοῦτο, ἵνα πολλὴ κίνησις ᾖ διὰ τὸ μέγεθος γιγνομένη καὶ πλείονα τὴν ἔξαψιν ποιήσῃ. καὶ πρὸς τούτοις ἔτι καθʼ ὃν τόπον πυκνότατα καὶ πλεῖστα καὶ μέγιστα τυγχάνουσιν ὄντα τῶν ἄστρων.
因此,注定要产生这一现象的运行,必须是在这些最大的圆道中最为显著的;因为这是必需的,以便由于圆道之大而产生巨大的运动,并引发更大的燃烧,而且此外还要在那些星体最密集、最多、最大的区域发生。
ὁ μὲν οὖν τῶν ζῳδίων διὰ τὴν τοῦ ἡλίου φορὰν καὶ τὴν τῶν πλανητῶν διαλύει τὴν τοιαύτην σύστασιν· διόπερ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς γίγνονται τῶν τροπικῶν.
于是,黄道带由于太阳和行星的运行,瓦解了这种凝聚物;因此,大多数彗星都产生在回归线之外。
ἔτι δʼ οὔτε περὶ τὸν ἥλιον ὔοτε περὶ σελήνην γίγνεται κόμη· θᾶττον γὰρ διακρίνουσιν ἢ ὥστε συστῆναι τοιαύτην σύγκρισιν.
此外,在太阳和月球周围都不会产生彗发;因为它们分离大气的速度快于这种混合物凝聚的速度。
οὗτος δʼ ὁ κύκλος ἐν ᾧ τὸ γάλα φαίνεται τοῖς ὁρῶσιν, ὅ τε μέγιστος ὢν τυγχάνει καὶ τῇ θέσει κείμενος οὕτως ὥστε πολὺ τοὺς τροπικοὺς ὑπερβάλλειν.
另一方面,观测者能看到银河的这个圆道,既恰好是一个极大的圆,其位置又恰好极大地超出了回归线。
πρὸς δὲ τούτοις ἄστρων ὁ τόπος πλήρης ἐστὶν τῶν μεγίστων καὶ λαμπροτάτων, καὶ ἔτι τῶν σποράδων καλουμένων (τοῦτο δʼ ἐστὶν καὶ τοῖς ὄμμασιν ἰδεῖν φανερόν), ὥστε διὰ ταῦτα συνεχῶς καὶ ἀεὶ ταύτην πᾶσαν ἀθροίζεσθαι τὴν σύγκρισιν.
除此之外,这个区域充满了最大、最亮的星体,而且还充满了所谓的散星(这用眼睛看也是很明显的),所以由于这些原因,这整个凝聚物便持续不断且始终在这一区域聚集。
σημεῖον δέ· καὶ γὰρ αὐτοῦ τοῦ κύκλου πλέον τὸ φῶς ἐστιν ἐν θατέρῳ ἡμικυκλίῳ τῷ τὸ δίπλωμα ἔχοντι· ἐν τούτῳ γὰρ πλείω καὶ πυκνότερά ἐστιν ἄστρα ἢ ἐν θατέρῳ, ὡς οὐ διʼ ἑτέραν τινʼ αἰτίαν γιγνομένου τοῦ φέγγους ἢ διὰ τὴν τῶν ἄστρων φοράν·
这里有一个证据:因为这一圆道本身的光芒,在那个呈双重结构的半圆中更强;因为在这个半圆中,星体比在另一个半圆中更多且更密集,这表明光芒并非由于其他任何原因,而正是由于星体的运行所产生的。
εἰ γὰρ ἔν τε τῷ κύκλῳ τούτῳ γίγνεται ἐν ᾧ τὰ πλεῖστα κεῖται τῶν ἄστρων, καὶ αὐτοῦ τοῦ κύκλου ἐν ᾧ μᾶλλον φαίνεται καταπεπυκνῶσθαι καὶ μεγέθει καὶ πλήθει ἀστέρων, ταύτην εἰκὸς ὑπολαβεῖν οἰκειοτάτην αἰτίαν εἶναι τοῦ πάθους.
因为,如果这一现象既产生在聚集了最多星体的这一圆道中,又产生在该圆道中因星体的大小和数量而显得更为密集的部分,那么我们就有理由认为,这就是该现象最贴切的原因。
θεωρείσθω δʼ ὅ τε κύκλος καὶ τὰ ἐν αὐτῷ ἄστρα ἐκ τῆς ὑπογραφῆς.
至于该圆道和其中的星体,应当通过图解来进行观察。
τοὺς δὲ σποράδας καλουμένους οὕτω μὲν εἰς τὴν σφαῖραν οὐκ ἔσται τάξαι διὰ τὸ μηθεμίαν διὰ τέλους ἔχειν φανερὰν ἕκαστον θέσιν, εἰς δὲ τὸν οὐρανὸν ἀναβλέπουσίν ἐστι δῆλον· ἐν μόνῳ γὰρ τούτῳ τῶν κύκλων τὰ μεταξὺ πλήρη τοιούτων ἀστέρων ἐστίν, ἐν δὲ τοῖς ἄλλοις διαλείπει φανερῶς.
至于所谓的散星,由于它们每一个都没有持久且明确的位置,因而无法像这样安置在天球仪上,但对于仰望天空的人来说,这是很明显的;因为在所有圆道中,唯独在这个圆道中,星体之间的空间充满了这样的星体,而在其他圆道中则有明显的空隙。
ὥστʼ εἴπερ καὶ περὶ τοῦ φαίνεσθαι κομήτας ἀποδεχόμεθα τὴν αἰτίαν ὡς εἰρημένην μετρίως, καὶ περὶ τοῦ γάλακτος τὸν αὐτὸν ὑποληπτέον τρόπον ἔχειν· ὃ γὰρ ἐκεῖ περὶ ἕνα ἐστὶν πάθος ἡ κόμη, τοῦτο περὶ κύκλον τινὰ συμβαίνει γίγνεσθαι τὸ αὐτό, καὶ ἔστιν τὸ γάλα, ὡς εἰπεῖν οἷον ὁριζόμενον, ἡ τοῦ μεγίστου διὰ τὴν ἔκκρισιν κύκλου κόμη.
因此,如果我们也接受关于彗星显现的原因已得到了合理解释,那么对于银河也必须采取同样的理解方式;因为,在单颗星体周围显现为彗发的那个现象,在银河这里则是发生在某个圆道周围的同一现象,可以说,银河按其定义,就是由于分离物而在极大圆道上产生的彗发。
διὸ καθάπερ πρότερον εἴπομεν, οὐ πολλοὶ οὐδὲ πολλάκις γίγνονται κομῇται, διὰ τὸ συνεχῶς ἀποκεκρίσθαι καὶ ἀποκρίνεσθαι καθʼ ἑκάστην περίοδον εἰς τοῦτον τὸν τόπον αἰεὶ τὴν τοιαύτην σύστασιν.
因此,正如我们先前所说,彗星既不多,也不常产生,这是因为那种凝聚物在每一个周期中,都持续不断地已经被分离并正被分离到这一区域中。
περὶ μὲν οὖν τῶν γιγνομένων ἐν τῷ περὶ τὴν γῆν κόσμῳ τῷ συνεχεῖ ταῖς φοραῖς εἴρηται, περί τε τῆς διαδρομῆς τῶν ἄστρων καὶ τῆς ἐκπιμπραμένης φλογός, ἔτι δὲ περί τε κομητῶν καὶ τοῦ καλουμένου γάλακτος· σχεδὸν γάρ εἰσιν τοσαῦτα τὰ πάθη τὰ φαινόμενα περί τὸν τόπον τοῦτον.
那么,关于与天体运行相连续的地球周围世界中所产生的事象,即流星的穿行、燃起的光焰,以及彗星和所谓的银河,都已经讨论过了;因为在这个区域中显现出来的现象几乎就是这些。

词汇与语法注释

  1. 346aτὴν τοιαύτην σύγκρισιν — 不定式 `παρακολουθεῖν`(跟随)的逻辑主语,该不定式受 `διὰ τὸ` 支配。整个不定式短语解释了彗星出现的原因,其与格宾语是前文的 `αὐτῶν τῇ φορῇ`(它们的运行)。
  2. 346aἀνάγκη τοίνυν τῶν αὐτῶν μεγίστων κύκλων μάλιστα τὴν μέλλουσαν τοῦτο ποιήσειν φοράν — 在非人称形容词 `ἀνάγκη`(必须)之后省略了不定式(如 `εἶναι`)。属格 `τῶν αὐτῶν μεγίστων κύκλων`(在这些相同的最大圆道中)是部分属格,限定对格主语 `τὴν μέλλουσαν τοῦτο ποιήσειν φοράν`(注定要产生这一现象的运行)。
  3. p.22ὡς οὐ διʼ ἑτέραν τινʼ αἰτίαν γιγνομένου τοῦ φέγγους — 带有小词 `ὡς` 的属格独立分词结构(`γιγνομένου τοῦ φέγγους`)。`ὡς` 表示主观原因或断言,意为“基于光芒不因其他任何原因而产生的前提”或“表明……”。
  4. p.23ὡς εἰπεῖν οἷον ὁριζόμενον — 将限制性绝对不定式 `ὡς εἰπεῖν`(可以说)与中性单数分词 `ὁριζόμενον`(作为定义)相结合的惯用表达,用于引入银河的理论定义。

引用这一段

亚里士多德, 气象学 §1.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:1.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。